Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 4.75-4.81
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

3 results
1. Pindar, Pythian Odes, 4.221-4.223 (6th cent. BCE - 5th cent. BCE)

2. Apollonius of Rhodes, Argonautica, 1.1058-1.1062, 2.835-2.850, 2.859-2.863, 2.911-2.922, 2.924-2.929, 3.200-3.203, 3.304-3.448, 3.915-3.946, 3.1194-3.1224, 3.1248-3.1255, 3.1268-3.1277, 3.1347-3.1348, 4.1-4.5, 4.11-4.25, 4.32-4.33, 4.35-4.74, 4.76-4.81, 4.99, 4.121, 4.123-4.182, 4.184-4.186, 4.194-4.195, 4.198, 4.212-4.297, 4.303-4.316, 4.323-4.521 (3rd cent. BCE - 3rd cent. BCE)

1.1058. αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα 1.1059. τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες 1.1060. τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τʼ ἀέθλων 1.1061. ἣ θέμις, ἂμ πεδίον λειμώνιον, ἔνθʼ ἔτι νῦν περ 1.1062. ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι. 2.835. ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι 2.836. ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες. 2.837. ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη 2.838. τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς 2.839. αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δʼ ἄσπετα μῆλα 2.840. ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν. 2.841. καὶ δή τοι κέχυται τοῦδʼ ἀνέρος ἐν χθονὶ κείνῃ 2.842. τύμβος· σῆμα δʼ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι 2.843. νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις 2.844. ἄκρης τυτθὸν ἔνερθʼ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ 2.845. χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι 2.846. τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν 2.847. Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι 2.848. ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο 2.849. ἄστυ βαλεῖν· οἱ δʼ ἀντὶ θεουδέος Αἰολίδαο 2.850. Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν. 2.859. δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν 2.860. αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες 2.861. ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου 2.862. μνώοντʼ οὔτε ποτοῖο· κατήμυσαν δʼ ἀχέεσσιν 2.863. θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπʼ ἐλπίδος ἔπλετο νόστος. 2.911. ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο 2.912. ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο 2.913. ἂψ ἀνιὼν--δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι-- 2.914. βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς. 2.915. οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ 2.916. Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο 2.917. λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι. 2.918. τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα 2.919. τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴ 2.920. τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ. 2.921. καί ῥʼ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δʼ ἐσιδόντες 2.922. θάμβησαν· τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαι 2.924. οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες 2.925. πείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο 2.926. χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων. 2.927. ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι 2.928. βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς 2.929. θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. 3.200. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ 3.201. ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν 3.202. τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται 3.203. δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.347. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.915. ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν 3.916. ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος 3.917. Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν 3.918. οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν. 3.919. ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν 3.920. οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων 3.921. ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν 3.922. οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ 3.923. ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι. 3.924. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι 3.925. λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ 3.926. Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα. 3.927. ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ 3.928. αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα 3.929. τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι. 3.930. τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα 3.931. ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς· 3.932. ‘Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν 3.933. οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν 3.934. οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο 3.935. ἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. 3.936. ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις 3.937. οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.’ 3.938. Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας 3.939. ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν· 3.940. ‘τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην 3.941. δήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσεις 3.942. Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων 3.943. ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς. 3.944. νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι 3.945. τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸς 3.946. λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.’ 3.1194. ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων 3.1195. αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου 3.1196. ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ 3.1197. βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ 3.1198. σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα 3.1199. ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης 3.1200. Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός. 3.1201. ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν 3.1202. ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν 3.1203. ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο 3.1204. εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος 3.1205. ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν 3.1206. Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. 3.1207. πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας 3.1208. νήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν 3.1209. αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρους 3.1210. πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς 3.1211. Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων. 3.1212. καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσα 3.1213. κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν 3.1214. ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο 3.1215. σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες. 3.1216. στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε 3.1217. ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. 3.1218. πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαν 3.1219. νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην 3.1220. Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. 3.1221. Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧς 3.1222. ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισιν 3.1223. μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν 3.1224. Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα. 3.1248. ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι 3.1249. πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο 3.1250. κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως 3.1251. ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν. 3.1252. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας 3.1253. κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ 3.1254. ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν 3.1255. γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου. 3.1268. καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων 3.1269. μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες 3.1270. ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. 3.1271. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν 3.1272. ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα 3.1273. γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος 3.1274. κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. 3.1275. τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων 3.1276. τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν 3.1277. τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο. 3.1347. γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι 3.1348. θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων 4.1. αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης 4.2. Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε 4.3. ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι 4.4. ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγʼ ἐνίσπω 4.5. φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων. 4.11. τῇ δʼ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη· 4.12. τρέσσεν δʼ, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης 4.13. τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή. 4.14. αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν 4.15. ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα. 4.16. τάρβει δʼ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσε 4.17. πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί. 4.18. πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ 4.19. ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατʼ ἀνίῃ. 4.20. καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη 4.21. φάρμακα πασσαμένη, Ἥρης δʼ ἁλίωσε μενοινάς 4.22. εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι 4.23. ὦρσεν ἀτυζομένην· πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς 4.24. ἰάνθη· μετὰ δʼ ἥγε παλίσσυτος ἀθρόα κόλπων 4.25. φάρμακα πάντʼ ἄμυδις κατεχεύατο φωριαμοῖο. 4.32. χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος 4.33. ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.’ 4.35. οἵη δʼ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο 4.36. ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα 4.37. οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο 4.38. ἀλλʼ ἔτʼ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα 4.39. εἶσιν ἀτυζομενη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης· 4.40. τοίη ἄρʼ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. 4.41. τῇ δὲ καὶ αὐτόματοι θυρέων ἱπόειξαν ὀχῆες 4.42. ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς. 4.43. γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους 4.44. λαιῇ μὲν χερὶ πέπλον ἐπʼ ὀφρύσιν ἀμφὶ μέτωπα 4.45. στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ 4.46. ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος. 4.47. καρπαλίμως δʼ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων 4.48. ἄστεος εὐρυχόροιο φόβῳ ἵκετʼ· οὐδέ τις ἔγνω 4.49. τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα. 4.50. ἔνθεν ἴμεν νηόνδε μάλʼ ἐφράσατʼ· οὐ γὰρ ἄιδρις 4.51. ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς 4.52. ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες 4.53. φαρμακίδες· τρομερῷ δʼ ὑπὸ δείματι πάλλετο θυμός. 4.54. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν 4.55. φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη 4.56. ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν· 4.57. ‘οὐκ ἄρʼ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω 4.58. οὐδʼ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι· 4.59. ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς 4.60. μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ 4.61. φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται. 4.62. νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης· 4.63. δῶκε δʼ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι 4.64. δαίμων ἀλγινόεις. ἀλλʼ ἔρχεο, τέτλαθι δʼ ἔμπης 4.65. καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.’ 4.66. ὦς ἄρʼ ἔφη· τὴν δʼ αἶψα πόδες φέρον ἐγκονέουσαν. 4.67. ἀσπασίως δʼ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο 4.68. ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τʼ ἀέθλου 4.69. παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον. 4.70. ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ 4.71. ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων 4.72. φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης 4.73. αὐτῷ τʼ Αἰσονίδῃ τεκμήρατο· σῖγα δʼ ἑταῖροι 4.74. θάμβεον, εὖτʼ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν. 4.76. Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως 4.77. ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. 4.78. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης 4.79. βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων 4.80. ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος 4.81. υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε 4.99. ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ 4.121. Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγε 4.123. τὼ δὲ διʼ ἀτραπιτοῖο μεθʼ ἱερὸν ἄλσος ἵκοντο 4.124. φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας 4.125. βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τʼ ἀνιόντος 4.126. ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν. 4.127. αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν 4.128. ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν 4.129. νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ 4.130. ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος. 4.131. ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης 4.132. Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο 4.133. ὅς τʼ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω 4.134. Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω 4.135. Καυκασίην ἅλαδʼ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν. 4.136. δείματι δʼ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν 4.137. νηπιάχοις, οἵ τέ σφιν ὑπʼ ἀγκαλίδεσσιν ἴαυον 4.138. ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι. 4.139. ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι 4.140. καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται 4.141. ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ 4.142. νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· 4.143. ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν 4.144. ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν. 4.145. τοῖο δʼ ἑλισσομένοιο κατʼ ὄμματα νίσσετο κούρη 4.146. ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα 4.147. ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δʼ ἄνασσαν 4.148. νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. 4.149. εἵπετο δʼ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγʼ ἤδη 4.150. οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετʼ ἄκανθαν 4.151. γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα 4.152. οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν 4.153. κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης 4.154. ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας 4.155. ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν. 4.156. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ 4.157. βάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς 4.158. ῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴ 4.159. φαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃ 4.160. θῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω 4.161. κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο. 4.162. ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας 4.163. κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖα 4.164. φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν 4.165. αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων 4.166. ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος. 4.167. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην 4.168. ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο 4.169. λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ 4.170. χαίρει δερκομένης καλὸν σέλας· ὧς τότʼ Ἰήσων 4.171. γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν· 4.172. καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ 4.173. μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος. 4.174. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο 4.175. γίγνεται, ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν 4.176. τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον. 4.177. βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν 4.178. αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο. 4.179. ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ 4.180. αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτε 4.181. εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις 4.182. ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας. 4.184. ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες 4.185. λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστος 4.186. ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν. 4.194. τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν 4.195. κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης 4.198. Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο. 4.212. ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις 4.213. Μηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο. 4.214. ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν· ὅσσα δέ πόντου 4.215. κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο 4.216. ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης 4.217. φυλλοχόῳ ἐνὶ μηνί--τίς ἂν τάδε τεκμήραιτο; 4.218. ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας 4.219. κλαγγῇ μαιμώοντες· ὁ δʼ εὐτύκτῳ ἐνὶ δίφρῳ 4.220. Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν 4.221. ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο 4.222. σκαιῇ μέν ῥ̓ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων 4.223. τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος 4.224. ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δʼ ἵππων 4.225. γέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεν 4.226. νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν 4.227. καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ. 4.228. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας 4.229. ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων 4.230. κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ 4.231. εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν 4.232. ἢ πλωτῆς εὑρόντες ἔτʼ εἰν ἁλὸς οἴδματι νῆα 4.233. ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων 4.234. τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν 4.235. πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην. 4.236. ὧς ἔφατʼ Αἰήτης· αὐτῷ δʼ ἐνὶ ἤματι Κόλχοι 4.237. νῆάς τʼ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο 4.238. αὐτῷ δʼ ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίης 4.239. τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλʼ οἰωνῶν 4.240. ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν. 4.241. οἱ δʼ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος 4.242. Ἥρης, ὄφρʼ ὤκιστα κακὸν Πελίαο δόμοισιν 4.243. Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται 4.244. ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν 4.245. Παφλαγόνων ἀκτῇσι, πάροιθʼ Ἅλυος ποταμοῖο. 4.246. ἡ γάρ σφʼ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν 4.247. ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν 4.248. κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ 4.249. εἴη, μήτʼ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. 4.250. ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου 4.251. ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν 4.252. ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. 4.253. αὐτίκα δʼ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι 4.254. ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν 4.255. ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δʼ ἐτέτυκτο 4.256. πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν· 4.257. ‘Νισσόμεθʼ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι 4.258. νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν. 4.259. ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες 4.260. πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν. 4.261. οὔπω τείρεα πάντα, τά τʼ οὐρανῷ εἱλίσσονται 4.262. οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι 4.263. πευθομένοις· οἶοι δʼ ἔσαν Ἀρκάδες Ἀπιδανῆες 4.264. Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται 4.265. ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐδὲ Πελασγὶς 4.266. χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν 4.267. ἦμος ὅτʼ Ἠερίη πολυλήιος ἐκλήιστο 4.268. μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν 4.269. καὶ ποταμὸς Τρίτων ἠύρροος, ᾧ ὕπο πᾶσα 4.270. ἄρδεται Ἠερίη· Διόθεν δέ μιν οὔποτε δεύει 4.271. ὄμβρος· ἅλις προχοῇσι δʼ ἀνασταχύουσιν ἄρουραι. 4.272. ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι 4.273. Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν 4.274. σφωιτέρων θάρσει τε πεποιθότα· μυρία δʼ ἄστη 4.275. νάσσατʼ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν 4.276. ἠὲ καὶ οὔ· πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών. 4.277. αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε 4.278. τῶνδʼ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν 4.279. οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται 4.280. κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατʼ ἔασιν 4.281. ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν. 4.282. ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο 4.283. εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι· 4.284. Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο· 4.285. ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετʼ ἄρουραν 4.286. εἷς οἶος· πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο 4.287. Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν. 4.288. ἀλλʼ ὁπόταν Θρῃκῶν Σκυθέων τʼ ἐπιβήσεται οὔρους 4.289. ἔνθα διχῆ τὸ μὲν ἔνθα μετʼ ἠῴην ἅλα βάλλει 4.290. τῇδʼ ὕδωρ, τὸ δʼ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν 4.291. σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα 4.292. γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ 4.293. ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.’ 4.294. ὧς ἄρʼ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν 4.295. αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες 4.296. στέλλεσθαι τήνδʼ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη 4.297. οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν. 4.303. Κόλχοι δʼ αὖτʼ ἄλλοι μέν, ἐτώσια μαστεύοντες 4.304. Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν· 4.305. ἄλλοι δʼ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν 4.306. Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς. 4.307. τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης 4.308. κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο. 4.309. Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη 4.310. τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα 4.311. στεινὸν δʼ αὖτʼ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ 4.312. σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος· 4.313. τὴν δʼ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ 4.314. Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν· 4.315. οἱ δʼ ὑψοῦ νήσοιο κατʼ ἀκροτάτης ἐνέοντο 4.316. τηλόθεν. εἱαμενῇσι δʼ ἐν ἄσπετα πώεα λεῖπον 4.323. αὐτὰρ ἐπεί τʼ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα 4.324. Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο 4.325. ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα 4.326. βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο 4.327. δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδʼ ἐκπρομολόντες 4.328. πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους. 4.329. οἱ δʼ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δʼ ἐπέρησαν 4.330. δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους. 4.331. τῶν δʼ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον· 4.332. ἐν??δʼ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο 4.333. βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους 4.334. αὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι 4.335. στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης. 4.336. ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσων 4.337. μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης. 4.338. ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι 4.339. παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν 4.340. συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο 4.341. κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη 4.342. Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους 4.343. ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν 4.344. εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων· 4.345. αὐτὰρ Μήδειάν γε--τὸ γὰρ πέλεν ἀμφήριστον-- 4.346. παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου 4.347. εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων 4.348. εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν 4.349. εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι. 4.350. ἔνθα δʼ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη 4.351. δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι 4.352. νωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων 4.353. ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρʼ ἐλίασθεν 4.354. πολλὸν ἑκάς, στονόεντα δʼ ἐνωπαδὶς ἔκφατο μῦθον· 4.355. ‘Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν 4.356. ἀμφʼ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν 4.357. ἀγλαΐαι, τῶν δʼ οὔτι μετατρέπῃ, ὅσσʼ ἀγόρευες 4.358. χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο 4.359. ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν; 4.360. ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι 4.361. πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας 4.362. νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δʼ οἴη 4.363. λυγρῇσιν κατὰ πόντον ἅμʼ ἀλκυόνεσσι φορεῦμαι 4.364. σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν 4.365. ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους. 4.366. ὕστατον αὖ καὶ κῶας, ἐπεί τʼ ἐπαϊστὸν ἐτύχθη 4.367. εἷλες ἐμῇ ματίῃ· κατὰ δʼ οὐλοὸν αἶσχος ἔχευα 4.368. θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε 4.369. αὐτοκασιγνήτη τε μεθʼ Ἑλλάδα γαῖαν ἕπεσθαι. 4.370. πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην 4.371. σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας. 4.372. ἀλλʼ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω 4.373. καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγʼ ἔπειτα 4.374. φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι 4.375. ὄφρʼ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν. 4.376. σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ 4.377. ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδʼ ἀλεγεινὰς 4.378. ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός; 4.379. ἦ μάλʼ ἐυκλειής; τίνα δʼ οὐ τίσιν, ἠὲ βαρεῖαν 4.380. ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα 4.381. ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο; 4.382. μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις 4.383. ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτʼ ἐμεῖο 4.384. στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις 4.385. οἴχοιτʼ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης 4.386. αὐτίκʼ ἐμαί σʼ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ 4.387. σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα 4.388. ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον 4.389. νηλεές· ἀλλʼ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω 4.390. δὴν ἔσσεσθʼ εὔκηλοι ἕκητί γε συνθεσιάων.’ 4.391. ὧς φάτʼ ἀναζείουσα βαρὺν χόλον· ἵετο δʼ ἥγε 4.392. νῆα καταφλέξαι, διά τʼ ἔμπεδα πάντα κεάσσαι 4.393. ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δʼ Ἰήσων 4.394. μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν· 4.395. ‘ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδʼ ἐμοὶ αὐτῷ. 4.396. ἀλλά τινʼ ἀμβολίην διζήμεθα δηιοτῆτος 4.397. ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν 4.398. εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται 4.399. Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί 4.400. οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδʼ ἄγοιντο. 4.401. αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ 4.402. μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος 4.403. ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν. 4.404. ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην 4.405. βήσομεν. οὐδʼ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν 4.406. Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος 4.407. ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται· 4.408. οὐδʼ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν 4.409. ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.’ 4.410. Ἴσκεν ὑποσσαίνων· ἡ δʼ οὐλοὸν ἔκφατο μῦθον· 4.411. ‘φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπʼ ἔργοις 4.412. καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην 4.413. ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς. 4.414. τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων· 4.415. αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι 4.416. μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις. 4.417. εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι 4.418. οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν 4.419. ἔνθʼ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω 4.420. κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.’ 4.421. ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο 4.422. Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα 4.423. οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης 4.424. πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ 4.425. δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶ 4.426. δῶκε Θόαντι μεταῦτις· ὁ δʼ αὖ λίπεν Ὑψιπυλείῃ· 4.427. ἡ δʼ ἔπορʼ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι 4.428. γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων 4.429. οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας. 4.430. τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου 4.431. ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατελεκτο 4.432. ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς 4.433. στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς 4.434. Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ. 4.435. ἡ δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους 4.436. θελγέμεν, εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται 4.437. συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν 4.438. ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα 4.439. χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω 4.440. βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ 4.441. υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι· 4.442. τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεν 4.443. αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα 4.444. ἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα. 4.445. σχέτλιʼ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν 4.446. ἐκ σέθεν οὐλόμεναί τʼ ἔριδες στοναχαί τε γόοι τε 4.447. ἄλγεά τʼ ἄλλʼ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν. 4.448. δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς 4.449. οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην. 4.450. πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ 4.451. Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς. 4.452. ἦμος ὅτʼ Ἀρτέμιδος νήσῳ ἔνι τήνγʼ ἐλίποντο 4.453. συνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν 4.454. σφωιτέραις κρινθέντες· ὁ δʼ ἐς λόχον ᾖεν Ἰήσων 4.455. δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους. 4.456. αὐτὰρ ὅγʼ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς 4.457. καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας 4.458. νύχθʼ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου· 4.459. οἰόθι δʼ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις 4.460. εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης 4.461. χειμερίης, ἣν οὐδὲ διʼ αἰζηοὶ περόωσιν. 4.462. εἴ κε δόλον ξείνοισιν ἐπʼ ἀνδράσι τεχνήσαιτο. 4.463. καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν· 4.464. αὐτίκα δʼ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο 4.465. γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη 4.466. ἔμπαλιν ὄμματʼ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν 4.467. μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος. 4.468. τὸν δʼ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον 4.469. πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτʼ ἔδειμαν 4.470. Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν. 4.471. τοῦ ὅγʼ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δʼ ἥρως 4.472. θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν 4.473. αἷμα κατʼ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην 4.474. ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν. 4.475. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν 4.476. ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς. 4.477. ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος 4.478. τρὶς δʼ ἀπέλειξε φόνου, τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων 4.479. ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. 4.480. ὑγρὸν δʼ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθʼ ἔτι νῦν περ 4.481. κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν. 4.482. οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες 4.483. τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν 4.484. Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντο 4.485. ἥρωες· Κόλχον δʼ ὄλεκον στόλον, ἠύτε κίρκοι 4.486. φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες 4.487. ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες. 4.488. οὐδʼ ἄρα τις κείνων θάνατον φύγε, πάντα δʼ ὅμιλον 4.489. πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δʼ Ἰήσων 4.490. ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆς 4.491. δευομένοις· ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο. 4.492. ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον 4.493. ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη 4.494. φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον· 4.495. ‘ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάντας 4.496. εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν 4.497. δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα 4.498. ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι 4.499. ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δʼ ἄνακτος 4.500. εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται. 4.501. ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν 4.502. ἤ τʼ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.’ 4.503. ὧς ἔφατʼ· ᾔνησαν δὲ νέοι ἔπος Λἰακίδαο. 4.504. ῥίμφα δὲ νῆʼ ἐπιβάντες ἐπερρώοντʼ ἐλάτῃσιν 4.505. νωλεμές, ὄφρʼ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο 4.506. ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο. 4.507. Κόλχοι δʼ ὁππότʼ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος 4.508. ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης 4.509. Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλʼ ἀπέρυκεν 4.510. Ἥρη σμερδαλέῃσι κατʼ αἰθέρος ἀστεροπῇσιν. 4.511. ὕστατον αὐτοὶ δʼ αὖτε Κυταιίδος ἤθεα γαίης 4.512. στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο 4.513. ἔμπεδα δʼ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν. 4.514. οἱ μὲν ἐπʼ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον 4.515. ἥρωες, ναίουσι δʼ ἐπώνυμοι Ἀψύρτοιο· 4.516. οἱ δʼ ἄρʼ ἐπʼ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο 4.517. τύμβος ἵνʼ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν 4.518. ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δʼ ἐν ὄρεσσιν 4.519. ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται 4.520. ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ 4.521. νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.
3. Valerius Flaccus Gaius, Argonautica, 3.517-3.525, 3.545-3.564, 3.567, 7.26-7.27, 7.32-7.100, 7.593, 7.614-7.615, 8.385-8.404 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
aeetes Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
aeneas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
argonauts Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
argus (argonaut) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
black sea Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
cedalion (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
circe/kirke Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
clytemnestra (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
colchis Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
cyzicus Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
death Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
dido Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
fragments, of sophocles works Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
golden fleece Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
hades Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
hera (see also juno) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
heterotopia Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
jason, and medea Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
journey Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
juno (see also hera) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
kedalion satsurikos (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
klutaimnestra (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
kolchides (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
landscapes, idyllic Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
landscapes Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
lucian, on cedalion Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
medea Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227; Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575; Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
mopsus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
nausicaa Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
orion Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
painting, and sophocles Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
pharsalus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
pindar, and the women of colchis (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
plays, lost Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
pompey Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
portal Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
quest Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
sea Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
see also death, of remembrance Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
sophocles, lost plays and fragments of Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
sthenelus/sthenelos Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
telamon Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
tombs Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
topography Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
turnus' Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
underworld Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
women of colchis, the (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575