Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 4.539-4.541
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

3 results
1. Apollonius of Rhodes, Argonautica, 1.1, 1.463-1.495, 4.475-4.521, 4.527-4.532, 4.540-4.541, 4.552-4.555, 4.557-4.561, 4.566-4.576, 4.595-4.644, 4.646, 4.659-4.717, 4.1779-4.1780 (3rd cent. BCE - 3rd cent. BCE)

1.1. ἀρχόμενος σέο, Φοῖβε, παλαιγενέων κλέα φωτῶν 1.463. ‘Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις; 1.464. αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷ 1.465. τάρβος ἐπιπλόμενον, τό τʼ ἀνάλκιδας ἄνδρας ἀτύζει; 1.466. ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλων 1.467. κῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μʼ ὀφέλλει 1.468. Ζεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμα 1.469. λοίγιον ἔσσεσθαι, μηδʼ ἀκράαντον ἄεθλον 1.470. Ἴδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο. 1.471. τοῖόν μʼ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.’ 1.472. ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν 1.473. πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δʼ οἴνῳ 1.474. χείλεα, κυάνεαί τε γενειάδες· οἱ δʼ ὁμάδησαν 1.475. πάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν· 1.476. ‘δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ. 1.477. ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆρ 1.478. οἰδάνει ἐν στήθεσσι, θεοὺς δʼ ἀνέηκεν ἀτίζειν; 1.479. ἄλλοι μῦθοι ἔασι παρήγοροι, οἷσί περ ἀνὴρ 1.480. θαρσύνοι ἕταρον· σὺ δʼ ἀτάσθαλα πάμπαν ἔειπας 1.481. τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσιν 1.482. υἷας Ἀλωιάδας, οἷς οὐδʼ ὅσον ἰσοφαρίζεις 1.483. ἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖς 1.484. ἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες.’ 1.485. ὧς ἔφατʼ· ἐκ δʼ ἐγέλασσεν ἄδην Ἀφαρήιος Ἴδας 1.486. καί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν· 1.487. ‘ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες 1.488. εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον 1.489. οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν. 1.490. φράζεο δʼ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο 1.491. χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης.’ 1.492. Χώετʼ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη 1.493. εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροι 1.494. αὐτός τʼ Αἰσονίδης κατερήτυεν· ἂν δὲ καὶ Ὀρφεὺς 1.495. λαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς. 4.475. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν 4.476. ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς. 4.477. ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος 4.478. τρὶς δʼ ἀπέλειξε φόνου, τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων 4.479. ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. 4.480. ὑγρὸν δʼ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθʼ ἔτι νῦν περ 4.481. κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν. 4.482. οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες 4.483. τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν 4.484. Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντο 4.485. ἥρωες· Κόλχον δʼ ὄλεκον στόλον, ἠύτε κίρκοι 4.486. φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες 4.487. ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες. 4.488. οὐδʼ ἄρα τις κείνων θάνατον φύγε, πάντα δʼ ὅμιλον 4.489. πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δʼ Ἰήσων 4.490. ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆς 4.491. δευομένοις· ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο. 4.492. ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον 4.493. ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη 4.494. φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον· 4.495. ‘ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάντας 4.496. εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν 4.497. δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα 4.498. ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι 4.499. ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δʼ ἄνακτος 4.500. εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται. 4.501. ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν 4.502. ἤ τʼ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.’ 4.503. ὧς ἔφατʼ· ᾔνησαν δὲ νέοι ἔπος Λἰακίδαο. 4.504. ῥίμφα δὲ νῆʼ ἐπιβάντες ἐπερρώοντʼ ἐλάτῃσιν 4.505. νωλεμές, ὄφρʼ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο 4.506. ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο. 4.507. Κόλχοι δʼ ὁππότʼ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος 4.508. ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης 4.509. Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλʼ ἀπέρυκεν 4.510. Ἥρη σμερδαλέῃσι κατʼ αἰθέρος ἀστεροπῇσιν. 4.511. ὕστατον αὐτοὶ δʼ αὖτε Κυταιίδος ἤθεα γαίης 4.512. στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο 4.513. ἔμπεδα δʼ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν. 4.514. οἱ μὲν ἐπʼ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον 4.515. ἥρωες, ναίουσι δʼ ἐπώνυμοι Ἀψύρτοιο· 4.516. οἱ δʼ ἄρʼ ἐπʼ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο 4.517. τύμβος ἵνʼ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν 4.518. ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δʼ ἐν ὄρεσσιν 4.519. ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται 4.520. ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ 4.521. νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι. 4.527. Ὑλλῆες· πρὸς δʼ αὐτοὶ ἐμηχανόωντο κέλευθον 4.528. μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος. 4.529. δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι 4.530. Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθὼ 4.531. ἱρὴν πευσόμενος μετεκίαθε τῆσδʼ ὑπὲρ αὐτῆς 4.532. ναυτιλίης· πέπρωτο δʼ, ὅπῃ χθονὸς ἱδρυνθεῖεν 4.540. Μάκριν τʼ εἰσαφίκανε, Διωνύσοιο τιθήνην 4.541. νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθʼ ὅγε κούρην 4.552. ἀλλά, θεαί, πῶς τῆσδε παρὲξ ἁλός, ἀμφί τε γαῖαν 4.553. Αὐσονίην νήσους τε Λιγυστίδας, αἳ καλέονται 4.554. Στοιχάδες, Ἀργῴης περιώσια σήματα νηὸς 4.555. νημερτὲς πέφαται; τίς ἀπόπροθι τόσσον ἀνάγκη 4.557. αὐτόν που μεγαλωστὶ δεδουπότος Ἀψύρτοιο 4.558. Ζῆνα, θεῶν βασιλῆα, χόλος λάβεν, οἷον ἔρεξαν. 4.559. Αἰαίης δʼ ὀλοὸν τεκμήρατο δήνεσι Κίρκης 4.560. αἷμʼ ἀπονιψαμένους, πρό τε μυρία πημανθέντας 4.561. νοστήσειν. τὸ μὲν οὔτις ἀριστήων ἐνόησεν· 4.566. αὐτὰρ ἔπειτʼ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο 4.567. ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην 4.568. ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης 4.569. ἁρπάξας ὑπʼ ἔρωτι· μελαινομένην δέ μιν ἄνδρες 4.570. ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ 4.571. δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν. 4.572. τῇ δʼ ἐπὶ καὶ Μελίτην, λιαρῷ περιγηθέες οὔρῳ 4.573. αἰπεινήν τε Κερωσσόν, ὕπερθε δὲ πολλὸν ἐοῦσαν 4.574. Νυμφαίην παράμειβον, ἵνα κρείουσα Καλυψὼ 4.575. Ἀτλαντὶς ναίεσκε· τὰ δʼ ἠεροειδέα λεύσσειν 4.576. οὔρεα δοιάζοντο Κεραύνια. καὶ τότε βουλὰς 4.595. ἥρωας Μινύας. ἡ δʼ ἔσσυτο πολλὸν ἐπιπρὸ 4.596. λαίφεσιν, ἐς δʼ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο· 4.597. ἔνθα ποτʼ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ 4.598. ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο 4.599. λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δʼ ἔτι νῦν περ 4.600. τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν. 4.601. οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας 4.602. οἰωνὸς δύναται βαλέειν ὕπερ· ἀλλὰ μεσηγὺς 4.603. φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι 4.604. Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν 4.605. μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς 4.606. ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε 4.607. αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται· 4.608. εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης 4.609. ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο 4.610. δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα 4.611. κυμαίνοντι ῥόῳ. Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο 4.612. ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο 4.613. ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν 4.614. ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν 4.615. οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς 4.616. χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ 4.617. δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο. 4.618. καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται. 4.619. τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο 4.620. οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλʼ ἄρα τοίγε 4.621. ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες 4.622. ὀδμῇ λευγαλέῃ, τήν ῥʼ ἄσχετον ἐξανίεσκον 4.623. τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο· 4.624. νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον 4.625. Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν 4.626. οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο. 4.627. ἐκ δὲ τόθεν Ῥοδανοῖο βαθὺν ῥόον εἰσαπέβησαν 4.628. ὅς τʼ εἰς Ἠριδανὸν μετανίσσεται· ἄμμιγα δʼ ὕδωρ 4.629. ἐν ξυνοχῇ βέβρυκε κυκώμενον. αὐτὰρ ὁ γαίης 4.630. ἐκ μυχάτης, ἵνα τʼ εἰσὶ πύλαι καὶ ἐδέθλια Νυκτός 4.631. ἔνθεν ἀπορνύμενος τῇ μέν τʼ ἐπερεύγεται ἀκτὰς 4.632. Ὠκεανοῦ, τῇ δʼ αὖτε μετʼ Ἰονίην ἅλα βάλλει 4.633. τῇ δʼ ἐπὶ Σαρδόνιον πέλαγος καὶ ἀπείρονα κόλπον 4.634. ἑπτὰ διὰ στομάτων ἵει ῥόον. ἐκ δʼ ἄρα τοῖο 4.635. λίμνας εἰσέλασαν δυσχείμονας, αἵ τʼ ἀνὰ Κελτῶν 4.636. ἤπειρον πέπτανται ἀθέσφατον· ἔνθα κεν οἵγε 4.637. ἄτῃ ἀεικελίῃ πέλασαν. φέρε γάρ τις ἀπορρὼξ 4.638. κόλπον ἐς Ὠκεανοῖο, τὸν οὐ προδαέντες ἔμελλον 4.639. εἰσβαλέειν, τόθεν οὔ κεν ὑπότροποι ἐξεσάωθεν. 4.640. ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν 4.641. οὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς 4.642. πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ. 4.643. ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαν 4.644. τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν. 4.646. Ἥρης ἐννεσίῃσι, διʼ ἔθνεα μυρία Κελτῶν 4.659. καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο 4.660. Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες· 4.661. ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸς 4.662. πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην 4.663. εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν· 4.664. τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο. 4.665. αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο 4.666. μύρεσθαι δόκεον· φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν 4.667. οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο· 4.668. τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν 4.669. χερσὶν ἀφυσσαμένη· λῆξεν δʼ ὀλοοῖο φόβοιο. 4.670. τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης 4.671. ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν. 4.672. θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν 4.673. οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δʼ ἀπʼ ἄλλων 4.674. συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα 4.675. ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι. 4.676. τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε 4.677. χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν 4.678. οὔπω διψαλέῳ μάλʼ ὑπʼ ἠέρι πιληθεῖσα 4.679. οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο 4.680. ἰκμάδας αἰνυμένη· τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼν 4.681. συγκρίνας· τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο. 4.682. ἥρωας δʼ ἕλε θάμβος ἀπείριτον· αἶψα δʼ ἕκαστος 4.683. Κίρκης εἴς τε φυήν, εἴς τʼ ὄμματα παπταίνοντες 4.684. ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο. 4.685. ἡ δʼ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων 4.686. αὐτίκʼ ἔπειτʼ ἄψορρον ἀπέστιχε· τοὺς δʼ ἅμʼ ἕπεσθαι 4.687. χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν. 4.688. ἔνθʼ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο 4.689. μίμνεν ἀπηλεγέως· ὁ δʼ ἐρύσσατο Κολχίδα κούρην. 4.690. ἄμφω δʼ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστʼ ἀφίκοντο 4.691. Κίρκης ἐς μέγαρον· τοὺς δʼ ἐν λιπαροῖσι κέλευεν 4.692. ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων. 4.693. τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφʼ ἑστίῃ ἀίξαντε 4.694. ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται 4.695. ἡ μὲν ἐπʼ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα 4.696. αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας 4.697. ᾧπέρ τʼ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτʼ ὄσσε 4.698. ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δʼ ἔγνω 4.699. Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο. 4.700. τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο 4.701. ὃς μέγα μὲν κοτέει, μέγα δʼ ἀνδροφόνοισιν ἀρήγει 4.702. ῥέζε θυηπολίην, οἵῃ τʼ ἀπολυμαίνονται 4.703. νηλειεῖς ἱκέται, ὅτʼ ἐφέστιοι ἀντιόωσιν. 4.704. πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο 4.705. τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ 4.706. πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας 4.707. τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις 4.708. μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα 4.709. Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων. 4.710. καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαν 4.711. νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα. 4.712. ἡ δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν 4.713. καῖεν ἐπʼ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο 4.714. σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς 4.715. εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν 4.716. εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας 4.717. εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν. 4.1779. γαῖαν Κεκροπίην παρά τʼ Αὐλίδα μετρήσαντες 4.1780. Εὐβοίης ἔντοσθεν Ὀπούντιά τʼ ἄστεα Λοκρῶν
2. Apollodorus, Bibliotheca, 2.4.12, 2.7.7 (1st cent. CE - 2nd cent. CE)

2.4.12. μετὰ δὲ τὴν πρὸς Μινύας μάχην συνέβη αὐτῷ κατὰ ζῆλον Ἥρας μανῆναι, καὶ τούς τε ἰδίους παῖδας, οὓς ἐκ Μεγάρας εἶχεν, εἰς πῦρ ἐμβαλεῖν καὶ τῶν Ἰφικλέους 3 -- δύο· διὸ καταδικάσας ἑαυτοῦ φυγὴν καθαίρεται μὲν ὑπὸ Θεσπίου, 4 -- παραγενόμενος δὲ εἰς Δελφοὺς πυνθάνεται τοῦ θεοῦ ποῦ κατοικήσει. ἡ δὲ Πυθία τότε πρῶτον Ἡρακλέα αὐτὸν προσηγόρευσε· τὸ δὲ πρώην 5 -- Ἀλκείδης προσηγορεύετο. κατοικεῖν δὲ αὐτὸν εἶπεν ἐν Τίρυνθι, Εὐρυσθεῖ λατρεύοντα ἔτη δώδεκα, καὶ τοὺς ἐπιτασσομένους ἄθλους δέκα 1 -- ἐπιτελεῖν, καὶ οὕτως ἔφη, τῶν ἄθλων συντελεσθέντων, ἀθάνατον αὐτὸν ἔσεσθαι. 2.7.7. διεξιὼν δὲ Ἡρακλῆς τὴν Δρυόπων χώραν, ἀπορῶν τροφῆς, 6 -- ἀπαντήσαντος 7 -- Θειοδάμαντος βοηλατοῦντος τὸν ἕτερον τῶν ταύρων λύσας καὶ σφάξας 1 -- εὐωχήσατο. 2 -- ὡς δὲ ἦλθεν 3 -- εἰς Τραχῖνα πρὸς Κήυκα, ὑποδεχθεὶς ὑπʼ αὐτοῦ Δρύοπας κατεπολέμησεν. αὖθις δὲ ἐκεῖθεν ὁρμηθεὶς Αἰγιμίῳ βασιλεῖ Δωριέων συνεμάχησε· Λαπίθαι γὰρ περὶ γῆς ὅρων ἐπολέμουν αὐτῷ Κορώνου στρατηγοῦντος, ὁ δὲ πολιορκούμενος ἐπεκαλέσατο τὸν Ἡρακλέα βοηθὸν ἐπὶ μέρει τῆς γῆς. βοηθήσας δὲ Ἡρακλῆς ἀπέκτεινε Κόρωνον μετὰ καὶ ἄλλων, καὶ τὴν γῆν ἅπασαν παρέδωκεν ἐλευθέραν αὐτῷ. ἀπέκτεινε δὲ καὶ Λαογόραν 4 -- μετὰ τῶν τέκνων, βασιλέα Δρυόπων, ἐν Ἀπόλλωνος τεμένει δαινύμενον, ὑβριστὴν ὄντα καὶ Λαπιθῶν σύμμαχον. παριόντα δὲ Ἴτωνον 5 -- εἰς μονομαχίαν προεκαλέσατο αὐτὸν Κύκνος Ἄρεος καὶ Πελοπίας· συστὰς δὲ καὶ τοῦτον ἀπέκτεινεν. ὡς δὲ εἰς Ὀρμένιον 1 -- ἧκεν, Ἀμύντωρ αὐτὸν ὁ βασιλεὺς μεθʼ ὅπλων 2 -- οὐκ εἴα διέρχεσθαι· κωλυόμενος δὲ παριέναι καὶ τοῦτον ἀπέκτεινεν. ἀφικόμενος δὲ εἰς Τραχῖνα στρατιὰν ἐπʼ Οἰχαλίαν συνήθροισεν, 3 -- Εὔρυτον τιμωρήσασθαι θέλων. συμμαχούντων δὲ αὐτῷ Ἀρκάδων καὶ Μηλιέων 4 -- τῶν ἐκ Τραχῖνος καὶ Λοκρῶν τῶν Ἐπικνημιδίων, κτείνας μετὰ τῶν παίδων Εὔρυτον αἱρεῖ τὴν πόλιν. καὶ θάψας τῶν σὺν αὐτῷ στρατευσαμένων 1 -- τοὺς ἀποθανόντας, Ἵππασόν τε τὸν Κήυκος καὶ Ἀργεῖον καὶ Μέλανα τοὺς Λικυμνίου παῖδας, καὶ λαφυραγωγήσας τὴν πόλιν, ἦγεν Ἰόλην αἰχμάλωτον. καὶ προσορμισθεὶς 2 -- Κηναίῳ τῆς Εὐβοίας ἀκρωτηρίῳ 3 -- Διὸς Κηναίου βωμὸν ἱδρύσατο. μέλλων δὲ ἱερουργεῖν εἰς Τραχῖνα Λίχαν τὸν κήρυκα 4 -- ἔπεμψε λαμπρὰν ἐσθῆτα οἴσοντα. παρὰ δὲ τούτου τὰ περὶ τὴν Ἰόλην Δηιάνειρα πυθομένη, 1 -- καὶ δείσασα μὴ ἐκείνην μᾶλλον ἀγαπήσῃ, 2 -- νομίσασα ταῖς ἀληθείαις 3 -- φίλτρον εἶναι τὸ ῥυὲν αἷμα Νέσσου, τούτῳ τὸν χιτῶνα ἔχρισεν. ἐνδὺς δὲ Ἡρακλῆς ἔθυεν. ὡς δὲ θερμανθέντος τοῦ χιτῶνος ὁ τῆς ὕδρας ἰὸς τὸν χρῶτα ἔσηπε, τὸν μὲν Λίχαν τῶν ποδῶν ἀράμενος κατηκόντισεν ἀπὸ τῆς †Βοιωτίας, 4 -- τὸν δὲ χιτῶνα ἀπέσπα προσπεφυκότα τῷ σώματι· συναπεσπῶντο δὲ καὶ αἱ σάρκες αὐτοῦ. τοιαύτῃ συμφορᾷ κατασχεθεὶς εἰς Τραχῖνα ἐπὶ νεὼς κομίζεται. Δηιάνειρα δὲ αἰσθομένη τὸ γεγονὸς ἑαυτὴν ἀνήρτησεν. Ἡρακλῆς δὲ ἐντειλάμενος Ὕλλῳ, ὃς ἐκ Δηιανείρας ἦν αὐτῷ παῖς πρεσβύτερος, Ἰόλην ἀνδρωθέντα γῆμαι, παραγενόμενος εἰς Οἴτην ὄρος (ἔστι δὲ τοῦτο Τραχινίων), ἐκεῖ πυρὰν ποιήσας ἐκέλευσεν 1 -- ἐπιβὰς 2 -- ὑφάπτειν. μηδενὸς δὲ τοῦτο πράττειν ἐθέλοντος, Ποίας παριὼν κατὰ ζήτησιν ποιμνίων ὑφῆψε. τούτῳ καὶ τὰ τόξα ἐδωρήσατο Ἡρακλῆς. καιομένης δὲ τῆς πυρᾶς λέγεται νέφος ὑποστὰν μετὰ βροντῆς αὐτὸν εἰς οὐρανὸν ἀναπέμψαι. ἐκεῖθεν 3 -- δὲ τυχὼν ἀθανασίας καὶ διαλλαγεὶς Ἥρᾳ τὴν ἐκείνης θυγατέρα Ἥβην ἔγημεν, ἐξ ἧς αὐτῷ παῖδες Ἀλεξιάρης καὶ Ἀνίκητος ἐγένοντο.
3. Plutarch, Cimon, 6.4-6.6 (1st cent. CE - 2nd cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 183
aequi Naiden,Ancient Suppliation (2006)" 142
alexander the great Naiden,Ancient Suppliation (2006)" 142
antonius, m. Naiden,Ancient Suppliation (2006)" 142
apollo Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 183
artemis Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 183
aulis Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 183
byzantium, zeus of Naiden,Ancient Suppliation (2006)" 142
homicide Naiden,Ancient Suppliation (2006)" 142
maschalismos Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 183
medea Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 183
nostos' Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 183
pelasgians Naiden,Ancient Suppliation (2006)" 142
purification Naiden,Ancient Suppliation (2006)" 142
quinctius cincinnatus, l. Naiden,Ancient Suppliation (2006)" 142
syria, kings of Naiden,Ancient Suppliation (2006)" 142
tydeus Naiden,Ancient Suppliation (2006)" 142
xenia Naiden,Ancient Suppliation (2006)" 142
zeus Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 183