Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 4.15
NaN


Intertexts (texts cited often on the same page as the searched text):

4 results
1. Homer, Odyssey, 9.225-9.227, 9.253-9.255, 9.279 (8th cent. BCE - 7th cent. BCE)

2. Pindar, Pythian Odes, 4.221-4.223 (6th cent. BCE - 5th cent. BCE)

3. Herodotus, Histories, 3.1, 3.31, 3.35 (5th cent. BCE - 5th cent. BCE)

3.1. Cyrus' son Cambyses was leading an army of his subjects, Ionian and Aeolian Greeks among them, against this Amasis for the following reason. Cambyses had sent a herald to Egypt asking Amasis for his daughter; he asked on the advice of an Egyptian, who advised it out of resentment against Amasis, that out of all the Egyptian physicians Amasis had dragged him away from his wife and children and sent him up to Persia when Cyrus sent to Amasis asking for the best eye-doctor in Egypt . ,Out of resentment, the Egyptian by his advice induced Cambyses to ask Amasis for his daughter, so that Amasis would either be wretched if he gave her, or hated by Cambyses if he did not. Amasis, intimidated by the power of Persia and frightened, could neither give his daughter nor refuse her; for he knew well that Cambyses was not going to take her as his wife but as his concubine. ,After considering the matter, he did as follows. There was a daughter of the former king Apries, all that was left of that family, quite tall and pretty, and her name was Nitetis; this girl Amasis adorned with clothes and gold and sent to Cambyses as his own daughter. ,But after a time, as he embraced her addressing her as the daughter of Amasis, the girl said to him, “O King, you do not understand how you have been made a fool of by Amasis, who dressed me in finery and sent me to you as his own daughter, when I am in fact the daughter of Apries, the ruler Amasis revolted from with the Egyptians and killed.” ,This speech and this crime that occurred turned Cyrus' son Cambyses, furiously angry, against Egypt . So the Persians say. 3.31. This, they say, was the first of Cambyses' evil acts; next, he destroyed his full sister, who had come with him to Egypt, and whom he had taken to wife. ,He married her in this way (for before this, it had by no means been customary for Persians to marry their sisters): Cambyses was infatuated with one of his sisters and when he wanted to marry her, because his intention was contrary to usage, he summoned the royal judges and inquired whether there were any law enjoining one, that so desired, to marry his sister. ,These royal judges are men chosen out from the Persians to function until they die or are detected in some injustice; it is they who decide suits in Persia and interpret the laws of the land; all matters are referred to them. ,These then replied to Cambyses with an answer which was both just and prudent, namely, that they could find no law enjoining a brother to marry his sister; but that they had found a law permitting the King of Persia to do whatever he liked. ,Thus, although they feared Cambyses they did not break the law, and, to save themselves from death for keeping it, they found another law abetting one who wished to marry sisters. ,So Cambyses married the object of his desire; yet not long afterwards he took another sister as well. It was the younger of these who had come with him to Egypt, and whom he now killed. 3.35. Remembering this, then, he said to Prexaspes in his anger: “Judge then if the Persians speak the truth, or rather are themselves out of their minds when they speak of me so. ,Yonder stands your son in the porch; now if I shoot and pierce his heart, that will prove the Persians to be wrong; if I miss, then say that they are right and that I am out of my senses.” ,So saying, he strung his bow and hit the boy, and gave orders to open the fallen body and examine the wound: and the arrow being found in the heart, Cambyses laughed in great glee and said to the boy's father: ,“It is plain, Prexaspes, that I am in my right mind and the Persians mad; now tell me: what man in the world did you ever see that shot so true to the mark?” Prexaspes, it is said, replied (for he saw that Cambyses was mad, and he feared for his own life), “Master, I think that not even the god himself could shoot so true.” ,Thus did Cambyses then; at another time he took twelve Persians, equal to the noblest in the land, convicted them of some minor offense, and buried them alive up to the neck.
4. Apollonius of Rhodes, Argonautica, 1.17, 3.304, 3.316, 3.332-3.336, 3.366-3.371, 3.377-3.381, 4.1-4.5, 4.11-4.14, 4.16-4.25, 4.32-4.33, 4.35-4.81, 4.99, 4.121, 4.123-4.182, 4.184-4.186, 4.194-4.195, 4.198, 4.212-4.297, 4.303-4.316, 4.323-4.521, 4.1051, 4.1209 (3rd cent. BCE - 3rd cent. BCE)

1.17. ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ. 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 4.1. αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης 4.2. Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε 4.3. ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι 4.4. ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγʼ ἐνίσπω 4.5. φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων. 4.11. τῇ δʼ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη· 4.12. τρέσσεν δʼ, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης 4.13. τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή. 4.14. αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν 4.16. τάρβει δʼ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσε 4.17. πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί. 4.18. πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ 4.19. ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατʼ ἀνίῃ. 4.20. καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη 4.21. φάρμακα πασσαμένη, Ἥρης δʼ ἁλίωσε μενοινάς 4.22. εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι 4.23. ὦρσεν ἀτυζομένην· πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς 4.24. ἰάνθη· μετὰ δʼ ἥγε παλίσσυτος ἀθρόα κόλπων 4.25. φάρμακα πάντʼ ἄμυδις κατεχεύατο φωριαμοῖο. 4.32. χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος 4.33. ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.’ 4.35. οἵη δʼ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο 4.36. ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα 4.37. οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο 4.38. ἀλλʼ ἔτʼ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα 4.39. εἶσιν ἀτυζομενη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης· 4.40. τοίη ἄρʼ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. 4.41. τῇ δὲ καὶ αὐτόματοι θυρέων ἱπόειξαν ὀχῆες 4.42. ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς. 4.43. γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους 4.44. λαιῇ μὲν χερὶ πέπλον ἐπʼ ὀφρύσιν ἀμφὶ μέτωπα 4.45. στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ 4.46. ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος. 4.47. καρπαλίμως δʼ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων 4.48. ἄστεος εὐρυχόροιο φόβῳ ἵκετʼ· οὐδέ τις ἔγνω 4.49. τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα. 4.50. ἔνθεν ἴμεν νηόνδε μάλʼ ἐφράσατʼ· οὐ γὰρ ἄιδρις 4.51. ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς 4.52. ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες 4.53. φαρμακίδες· τρομερῷ δʼ ὑπὸ δείματι πάλλετο θυμός. 4.54. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν 4.55. φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη 4.56. ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν· 4.57. ‘οὐκ ἄρʼ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω 4.58. οὐδʼ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι· 4.59. ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς 4.60. μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ 4.61. φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται. 4.62. νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης· 4.63. δῶκε δʼ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι 4.64. δαίμων ἀλγινόεις. ἀλλʼ ἔρχεο, τέτλαθι δʼ ἔμπης 4.65. καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.’ 4.66. ὦς ἄρʼ ἔφη· τὴν δʼ αἶψα πόδες φέρον ἐγκονέουσαν. 4.67. ἀσπασίως δʼ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο 4.68. ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τʼ ἀέθλου 4.69. παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον. 4.70. ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ 4.71. ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων 4.72. φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης 4.73. αὐτῷ τʼ Αἰσονίδῃ τεκμήρατο· σῖγα δʼ ἑταῖροι 4.74. θάμβεον, εὖτʼ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν. 4.75. τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλου 4.76. Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως 4.77. ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. 4.78. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης 4.79. βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων 4.80. ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος 4.81. υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε 4.99. ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ 4.121. Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγε 4.123. τὼ δὲ διʼ ἀτραπιτοῖο μεθʼ ἱερὸν ἄλσος ἵκοντο 4.124. φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας 4.125. βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τʼ ἀνιόντος 4.126. ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν. 4.127. αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν 4.128. ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν 4.129. νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ 4.130. ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος. 4.131. ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης 4.132. Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο 4.133. ὅς τʼ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω 4.134. Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω 4.135. Καυκασίην ἅλαδʼ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν. 4.136. δείματι δʼ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν 4.137. νηπιάχοις, οἵ τέ σφιν ὑπʼ ἀγκαλίδεσσιν ἴαυον 4.138. ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι. 4.139. ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι 4.140. καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται 4.141. ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ 4.142. νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· 4.143. ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν 4.144. ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν. 4.145. τοῖο δʼ ἑλισσομένοιο κατʼ ὄμματα νίσσετο κούρη 4.146. ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα 4.147. ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δʼ ἄνασσαν 4.148. νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. 4.149. εἵπετο δʼ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγʼ ἤδη 4.150. οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετʼ ἄκανθαν 4.151. γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα 4.152. οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν 4.153. κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης 4.154. ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας 4.155. ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν. 4.156. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ 4.157. βάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς 4.158. ῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴ 4.159. φαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃ 4.160. θῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω 4.161. κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο. 4.162. ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας 4.163. κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖα 4.164. φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν 4.165. αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων 4.166. ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος. 4.167. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην 4.168. ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο 4.169. λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ 4.170. χαίρει δερκομένης καλὸν σέλας· ὧς τότʼ Ἰήσων 4.171. γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν· 4.172. καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ 4.173. μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος. 4.174. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο 4.175. γίγνεται, ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν 4.176. τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον. 4.177. βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν 4.178. αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο. 4.179. ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ 4.180. αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτε 4.181. εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις 4.182. ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας. 4.184. ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες 4.185. λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστος 4.186. ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν. 4.194. τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν 4.195. κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης 4.198. Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο. 4.212. ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις 4.213. Μηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο. 4.214. ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν· ὅσσα δέ πόντου 4.215. κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο 4.216. ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης 4.217. φυλλοχόῳ ἐνὶ μηνί--τίς ἂν τάδε τεκμήραιτο; 4.218. ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας 4.219. κλαγγῇ μαιμώοντες· ὁ δʼ εὐτύκτῳ ἐνὶ δίφρῳ 4.220. Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν 4.221. ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο 4.222. σκαιῇ μέν ῥ̓ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων 4.223. τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος 4.224. ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δʼ ἵππων 4.225. γέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεν 4.226. νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν 4.227. καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ. 4.228. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας 4.229. ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων 4.230. κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ 4.231. εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν 4.232. ἢ πλωτῆς εὑρόντες ἔτʼ εἰν ἁλὸς οἴδματι νῆα 4.233. ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων 4.234. τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν 4.235. πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην. 4.236. ὧς ἔφατʼ Αἰήτης· αὐτῷ δʼ ἐνὶ ἤματι Κόλχοι 4.237. νῆάς τʼ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο 4.238. αὐτῷ δʼ ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίης 4.239. τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλʼ οἰωνῶν 4.240. ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν. 4.241. οἱ δʼ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος 4.242. Ἥρης, ὄφρʼ ὤκιστα κακὸν Πελίαο δόμοισιν 4.243. Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται 4.244. ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν 4.245. Παφλαγόνων ἀκτῇσι, πάροιθʼ Ἅλυος ποταμοῖο. 4.246. ἡ γάρ σφʼ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν 4.247. ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν 4.248. κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ 4.249. εἴη, μήτʼ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. 4.250. ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου 4.251. ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν 4.252. ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. 4.253. αὐτίκα δʼ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι 4.254. ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν 4.255. ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δʼ ἐτέτυκτο 4.256. πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν· 4.257. ‘Νισσόμεθʼ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι 4.258. νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν. 4.259. ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες 4.260. πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν. 4.261. οὔπω τείρεα πάντα, τά τʼ οὐρανῷ εἱλίσσονται 4.262. οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι 4.263. πευθομένοις· οἶοι δʼ ἔσαν Ἀρκάδες Ἀπιδανῆες 4.264. Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται 4.265. ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐδὲ Πελασγὶς 4.266. χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν 4.267. ἦμος ὅτʼ Ἠερίη πολυλήιος ἐκλήιστο 4.268. μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν 4.269. καὶ ποταμὸς Τρίτων ἠύρροος, ᾧ ὕπο πᾶσα 4.270. ἄρδεται Ἠερίη· Διόθεν δέ μιν οὔποτε δεύει 4.271. ὄμβρος· ἅλις προχοῇσι δʼ ἀνασταχύουσιν ἄρουραι. 4.272. ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι 4.273. Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν 4.274. σφωιτέρων θάρσει τε πεποιθότα· μυρία δʼ ἄστη 4.275. νάσσατʼ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν 4.276. ἠὲ καὶ οὔ· πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών. 4.277. αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε 4.278. τῶνδʼ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν 4.279. οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται 4.280. κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατʼ ἔασιν 4.281. ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν. 4.282. ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο 4.283. εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι· 4.284. Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο· 4.285. ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετʼ ἄρουραν 4.286. εἷς οἶος· πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο 4.287. Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν. 4.288. ἀλλʼ ὁπόταν Θρῃκῶν Σκυθέων τʼ ἐπιβήσεται οὔρους 4.289. ἔνθα διχῆ τὸ μὲν ἔνθα μετʼ ἠῴην ἅλα βάλλει 4.290. τῇδʼ ὕδωρ, τὸ δʼ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν 4.291. σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα 4.292. γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ 4.293. ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.’ 4.294. ὧς ἄρʼ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν 4.295. αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες 4.296. στέλλεσθαι τήνδʼ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη 4.297. οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν. 4.303. Κόλχοι δʼ αὖτʼ ἄλλοι μέν, ἐτώσια μαστεύοντες 4.304. Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν· 4.305. ἄλλοι δʼ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν 4.306. Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς. 4.307. τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης 4.308. κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο. 4.309. Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη 4.310. τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα 4.311. στεινὸν δʼ αὖτʼ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ 4.312. σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος· 4.313. τὴν δʼ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ 4.314. Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν· 4.315. οἱ δʼ ὑψοῦ νήσοιο κατʼ ἀκροτάτης ἐνέοντο 4.316. τηλόθεν. εἱαμενῇσι δʼ ἐν ἄσπετα πώεα λεῖπον 4.323. αὐτὰρ ἐπεί τʼ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα 4.324. Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο 4.325. ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα 4.326. βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο 4.327. δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδʼ ἐκπρομολόντες 4.328. πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους. 4.329. οἱ δʼ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δʼ ἐπέρησαν 4.330. δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους. 4.331. τῶν δʼ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον· 4.332. ἐν??δʼ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο 4.333. βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους 4.334. αὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι 4.335. στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης. 4.336. ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσων 4.337. μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης. 4.338. ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι 4.339. παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν 4.340. συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο 4.341. κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη 4.342. Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους 4.343. ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν 4.344. εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων· 4.345. αὐτὰρ Μήδειάν γε--τὸ γὰρ πέλεν ἀμφήριστον-- 4.346. παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου 4.347. εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων 4.348. εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν 4.349. εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι. 4.350. ἔνθα δʼ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη 4.351. δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι 4.352. νωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων 4.353. ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρʼ ἐλίασθεν 4.354. πολλὸν ἑκάς, στονόεντα δʼ ἐνωπαδὶς ἔκφατο μῦθον· 4.355. ‘Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν 4.356. ἀμφʼ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν 4.357. ἀγλαΐαι, τῶν δʼ οὔτι μετατρέπῃ, ὅσσʼ ἀγόρευες 4.358. χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο 4.359. ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν; 4.360. ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι 4.361. πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας 4.362. νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δʼ οἴη 4.363. λυγρῇσιν κατὰ πόντον ἅμʼ ἀλκυόνεσσι φορεῦμαι 4.364. σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν 4.365. ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους. 4.366. ὕστατον αὖ καὶ κῶας, ἐπεί τʼ ἐπαϊστὸν ἐτύχθη 4.367. εἷλες ἐμῇ ματίῃ· κατὰ δʼ οὐλοὸν αἶσχος ἔχευα 4.368. θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε 4.369. αὐτοκασιγνήτη τε μεθʼ Ἑλλάδα γαῖαν ἕπεσθαι. 4.370. πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην 4.371. σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας. 4.372. ἀλλʼ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω 4.373. καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγʼ ἔπειτα 4.374. φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι 4.375. ὄφρʼ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν. 4.376. σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ 4.377. ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδʼ ἀλεγεινὰς 4.378. ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός; 4.379. ἦ μάλʼ ἐυκλειής; τίνα δʼ οὐ τίσιν, ἠὲ βαρεῖαν 4.380. ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα 4.381. ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο; 4.382. μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις 4.383. ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτʼ ἐμεῖο 4.384. στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις 4.385. οἴχοιτʼ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης 4.386. αὐτίκʼ ἐμαί σʼ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ 4.387. σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα 4.388. ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον 4.389. νηλεές· ἀλλʼ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω 4.390. δὴν ἔσσεσθʼ εὔκηλοι ἕκητί γε συνθεσιάων.’ 4.391. ὧς φάτʼ ἀναζείουσα βαρὺν χόλον· ἵετο δʼ ἥγε 4.392. νῆα καταφλέξαι, διά τʼ ἔμπεδα πάντα κεάσσαι 4.393. ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δʼ Ἰήσων 4.394. μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν· 4.395. ‘ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδʼ ἐμοὶ αὐτῷ. 4.396. ἀλλά τινʼ ἀμβολίην διζήμεθα δηιοτῆτος 4.397. ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν 4.398. εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται 4.399. Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί 4.400. οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδʼ ἄγοιντο. 4.401. αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ 4.402. μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος 4.403. ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν. 4.404. ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην 4.405. βήσομεν. οὐδʼ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν 4.406. Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος 4.407. ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται· 4.408. οὐδʼ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν 4.409. ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.’ 4.410. Ἴσκεν ὑποσσαίνων· ἡ δʼ οὐλοὸν ἔκφατο μῦθον· 4.411. ‘φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπʼ ἔργοις 4.412. καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην 4.413. ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς. 4.414. τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων· 4.415. αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι 4.416. μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις. 4.417. εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι 4.418. οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν 4.419. ἔνθʼ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω 4.420. κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.’ 4.421. ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο 4.422. Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα 4.423. οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης 4.424. πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ 4.425. δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶ 4.426. δῶκε Θόαντι μεταῦτις· ὁ δʼ αὖ λίπεν Ὑψιπυλείῃ· 4.427. ἡ δʼ ἔπορʼ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι 4.428. γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων 4.429. οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας. 4.430. τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου 4.431. ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατελεκτο 4.432. ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς 4.433. στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς 4.434. Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ. 4.435. ἡ δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους 4.436. θελγέμεν, εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται 4.437. συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν 4.438. ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα 4.439. χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω 4.440. βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ 4.441. υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι· 4.442. τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεν 4.443. αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα 4.444. ἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα. 4.445. σχέτλιʼ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν 4.446. ἐκ σέθεν οὐλόμεναί τʼ ἔριδες στοναχαί τε γόοι τε 4.447. ἄλγεά τʼ ἄλλʼ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν. 4.448. δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς 4.449. οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην. 4.450. πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ 4.451. Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς. 4.452. ἦμος ὅτʼ Ἀρτέμιδος νήσῳ ἔνι τήνγʼ ἐλίποντο 4.453. συνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν 4.454. σφωιτέραις κρινθέντες· ὁ δʼ ἐς λόχον ᾖεν Ἰήσων 4.455. δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους. 4.456. αὐτὰρ ὅγʼ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς 4.457. καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας 4.458. νύχθʼ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου· 4.459. οἰόθι δʼ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις 4.460. εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης 4.461. χειμερίης, ἣν οὐδὲ διʼ αἰζηοὶ περόωσιν. 4.462. εἴ κε δόλον ξείνοισιν ἐπʼ ἀνδράσι τεχνήσαιτο. 4.463. καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν· 4.464. αὐτίκα δʼ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο 4.465. γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη 4.466. ἔμπαλιν ὄμματʼ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν 4.467. μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος. 4.468. τὸν δʼ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον 4.469. πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτʼ ἔδειμαν 4.470. Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν. 4.471. τοῦ ὅγʼ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δʼ ἥρως 4.472. θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν 4.473. αἷμα κατʼ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην 4.474. ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν. 4.475. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν 4.476. ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς. 4.477. ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος 4.478. τρὶς δʼ ἀπέλειξε φόνου, τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων 4.479. ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. 4.480. ὑγρὸν δʼ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθʼ ἔτι νῦν περ 4.481. κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν. 4.482. οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες 4.483. τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν 4.484. Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντο 4.485. ἥρωες· Κόλχον δʼ ὄλεκον στόλον, ἠύτε κίρκοι 4.486. φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες 4.487. ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες. 4.488. οὐδʼ ἄρα τις κείνων θάνατον φύγε, πάντα δʼ ὅμιλον 4.489. πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δʼ Ἰήσων 4.490. ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆς 4.491. δευομένοις· ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο. 4.492. ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον 4.493. ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη 4.494. φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον· 4.495. ‘ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάντας 4.496. εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν 4.497. δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα 4.498. ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι 4.499. ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δʼ ἄνακτος 4.500. εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται. 4.501. ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν 4.502. ἤ τʼ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.’ 4.503. ὧς ἔφατʼ· ᾔνησαν δὲ νέοι ἔπος Λἰακίδαο. 4.504. ῥίμφα δὲ νῆʼ ἐπιβάντες ἐπερρώοντʼ ἐλάτῃσιν 4.505. νωλεμές, ὄφρʼ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο 4.506. ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο. 4.507. Κόλχοι δʼ ὁππότʼ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος 4.508. ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης 4.509. Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλʼ ἀπέρυκεν 4.510. Ἥρη σμερδαλέῃσι κατʼ αἰθέρος ἀστεροπῇσιν. 4.511. ὕστατον αὐτοὶ δʼ αὖτε Κυταιίδος ἤθεα γαίης 4.512. στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο 4.513. ἔμπεδα δʼ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν. 4.514. οἱ μὲν ἐπʼ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον 4.515. ἥρωες, ναίουσι δʼ ἐπώνυμοι Ἀψύρτοιο· 4.516. οἱ δʼ ἄρʼ ἐπʼ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο 4.517. τύμβος ἵνʼ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν 4.518. ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δʼ ἐν ὄρεσσιν 4.519. ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται 4.520. ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ 4.521. νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι. 4.1051. αὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι· νῦν δʼ ἐλάθεσθε 4.1209. δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς


Subjects of this text:

subject book bibliographic info
aietes Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200; Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
alcinous Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
amasis Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
amycus Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
aphrodite Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
argonauts Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
argos, son of phrixus Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
athena Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
cambyses Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
cedalion (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
clytemnestra (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
colchis, colchians Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
colchis Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
cyclops, cyclopes Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
drepane Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
filiation Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
fragments, of sophocles works Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
golden fleece Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
helen Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
hera, angry Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
hera Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
jason, and medea Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
jason Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
juno Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
kedalion satsurikos (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
klutaimnestra (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
kolchides (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
lucian, on cedalion Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
medea Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575; Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200; Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
monarchy' Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
odysseus Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
oedipus Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
orion Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
painting, and sophocles Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
paris Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
pelias Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
persia, persians Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
phrixus Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
pindar, and the women of colchis (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
plays, lost Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
royalty, talisman Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
sacrifices Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
sandal Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
sea-voyage Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
sophocles, lost plays and fragments of Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575
sovereignty Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
sparta Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 314
women of colchis, the (sophocles) Jouanna, Sophocles: A Study of His Theater in Its Political and Social Context (2018) 575