2. Apollonius of Rhodes, Argonautica, 4.1-4.5, 4.11-4.25, 4.32-4.33, 4.35-4.81, 4.99, 4.123-4.182, 4.184-4.186, 4.194-4.195, 4.198, 4.212-4.297, 4.303-4.316, 4.323-4.521, 4.982-4.1222 (3rd cent. BCE - 3rd cent. BCE)
4.1. αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης 4.2. Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε 4.3. ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι 4.4. ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγʼ ἐνίσπω 4.5. φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων. 4.11. τῇ δʼ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη· 4.12. τρέσσεν δʼ, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης 4.13. τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή. 4.14. αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγὴν 4.15. ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα. 4.16. τάρβει δʼ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσε 4.17. πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί. 4.18. πυκνὰ δὲ λευκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρὶξ 4.19. ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατʼ ἀνίῃ. 4.20. καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη 4.21. φάρμακα πασσαμένη, Ἥρης δʼ ἁλίωσε μενοινάς 4.22. εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι 4.23. ὦρσεν ἀτυζομένην· πτερόεις δέ οἱ ἐν φρεσὶ θυμὸς 4.24. ἰάνθη· μετὰ δʼ ἥγε παλίσσυτος ἀθρόα κόλπων 4.25. φάρμακα πάντʼ ἄμυδις κατεχεύατο φωριαμοῖο. 4.32. χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος 4.33. ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.’ 4.35. οἵη δʼ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο 4.36. ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα 4.37. οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο 4.38. ἀλλʼ ἔτʼ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα 4.39. εἶσιν ἀτυζομενη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης· 4.40. τοίη ἄρʼ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. 4.41. τῇ δὲ καὶ αὐτόματοι θυρέων ἱπόειξαν ὀχῆες 4.42. ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς. 4.43. γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους 4.44. λαιῇ μὲν χερὶ πέπλον ἐπʼ ὀφρύσιν ἀμφὶ μέτωπα 4.45. στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ 4.46. ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος. 4.47. καρπαλίμως δʼ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων 4.48. ἄστεος εὐρυχόροιο φόβῳ ἵκετʼ· οὐδέ τις ἔγνω 4.49. τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα. 4.50. ἔνθεν ἴμεν νηόνδε μάλʼ ἐφράσατʼ· οὐ γὰρ ἄιδρις 4.51. ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς 4.52. ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες 4.53. φαρμακίδες· τρομερῷ δʼ ὑπὸ δείματι πάλλετο θυμός. 4.54. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν 4.55. φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη 4.56. ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν· 4.57. ‘οὐκ ἄρʼ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω 4.58. οὐδʼ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι· 4.59. ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς 4.60. μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ 4.61. φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται. 4.62. νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης· 4.63. δῶκε δʼ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι 4.64. δαίμων ἀλγινόεις. ἀλλʼ ἔρχεο, τέτλαθι δʼ ἔμπης 4.65. καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.’ 4.66. ὦς ἄρʼ ἔφη· τὴν δʼ αἶψα πόδες φέρον ἐγκονέουσαν. 4.67. ἀσπασίως δʼ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο 4.68. ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τʼ ἀέθλου 4.69. παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον. 4.70. ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ 4.71. ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων 4.72. φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης 4.73. αὐτῷ τʼ Αἰσονίδῃ τεκμήρατο· σῖγα δʼ ἑταῖροι 4.74. θάμβεον, εὖτʼ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν. 4.75. τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλου 4.76. Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως 4.77. ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. 4.78. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης 4.79. βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων 4.80. ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος 4.81. υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε 4.99. ὧς ηὔδα, καὶ χεῖρα παρασχεδὸν ἤραρε χειρὶ 4.123. τὼ δὲ διʼ ἀτραπιτοῖο μεθʼ ἱερὸν ἄλσος ἵκοντο 4.124. φηγὸν ἀπειρεσίην διζημένω, ᾗ ἔπι κῶας 4.125. βέβλητο, νεφέλῃ ἐναλίγκιον, ἥ τʼ ἀνιόντος 4.126. ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν. 4.127. αὐτὰρ ὁ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν 4.128. ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν 4.129. νισσομένους, ῥοίζει δὲ πελώριον· ἀμφὶ δὲ μακραὶ 4.130. ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος. 4.131. ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης 4.132. Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Λύκοιο 4.133. ὅς τʼ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω 4.134. Φάσιδι συμφέρεται ἱερὸν ῥόον· οἱ δὲ συνάμφω 4.135. Καυκασίην ἅλαδʼ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν. 4.136. δείματι δʼ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν 4.137. νηπιάχοις, οἵ τέ σφιν ὑπʼ ἀγκαλίδεσσιν ἴαυον 4.138. ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι. 4.139. ὡς δʼ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι 4.140. καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται 4.141. ἄλλη δʼ αἶψʼ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ 4.142. νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα· 4.143. ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν 4.144. ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν. 4.145. τοῖο δʼ ἑλισσομένοιο κατʼ ὄμματα νίσσετο κούρη 4.146. ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα 4.147. ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας· αὖε δʼ ἄνασσαν 4.148. νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν. 4.149. εἵπετο δʼ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγʼ ἤδη 4.150. οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετʼ ἄκανθαν 4.151. γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα 4.152. οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν 4.153. κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον· ἀλλὰ καὶ ἔμπης 4.154. ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας 4.155. ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν. 4.156. ἡ δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ 4.157. βάπτουσʼ ἐκ κυκεῶνος ἀκήρατα φάρμακʼ ἀοιδαῖς 4.158. ῥαῖνε κατʼ ὀφθαλμῶν· περί τʼ ἀμφί τε νήριτος ὀδμὴ 4.159. φαρμάκου ὕπνον ἔβαλλε· γένυν δʼ αὐτῇ ἐνὶ χώρῃ 4.160. θῆκεν ἐρεισάμενος· τὰ δʼ ἀπείρονα πολλὸν ὀπίσσω 4.161. κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο. 4.162. ἔνθα δʼ ὁ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας 4.163. κούρης κεκλομένης· ἡ δʼ ἔμπεδον ἑστηυῖα 4.164. φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν 4.165. αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων 4.166. ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος. 4.167. ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην 4.168. ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο 4.169. λεπταλέῳ ἑανῷ ὑποΐσχεται· ἐν δέ οἱ ἦτορ 4.170. χαίρει δερκομένης καλὸν σέλας· ὧς τότʼ Ἰήσων 4.171. γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν· 4.172. καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ 4.173. μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος. 4.174. ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἢ ἐλάφοιο 4.175. γίγνεται, ἥν τʼ ἀγρῶσται ἀχαιινέην καλέουσιν 4.176. τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον. 4.177. βεβρίθει λήνεσσιν ἐπηρεφές· ἤλιθα δὲ χθὼν 4.178. αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο. 4.179. ἤιε δʼ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ 4.180. αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δʼ αὖτε 4.181. εἴλει ἀφασσόμενος· περὶ γὰρ δίεν, ὄφρα ἓ μή τις 4.182. ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας. 4.184. ἷξον· θάμβησαν δὲ νέοι μέγα κῶας ἰδόντες 4.185. λαμπόμενον στεροπῇ ἴκελον Διός. ὦρτο δʼ ἕκαστος 4.186. ψαῦσαι ἐελδόμενος δέχθαι τʼ ἐνὶ χερσὶν ἑῇσιν. 4.194. τὴν μὲν ἐγὼν ἐθέλουσαν ἀνάξομαι οἴκαδʼ ἄκοιτιν 4.195. κουριδίην· ἀτὰρ ὔμμες Ἀχαιίδος οἷά τε πάσης 4.198. Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο. 4.212. ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις 4.213. Μηδείης περίπυστος ἔρως καὶ ἔργʼ ἐτέτυκτο. 4.214. ἐς δʼ ἀγορὴν ἀγέροντʼ ἐνὶ τεύχεσιν· ὅσσα δέ πόντου 4.215. κύματα χειμερίοιο κορύσσεται ἐξ ἀνέμοιο 4.216. ἢ ὅσα φύλλα χαμᾶζε περικλαδέος πέσεν ὕλης 4.217. φυλλοχόῳ ἐνὶ μηνί--τίς ἂν τάδε τεκμήραιτο; 4.218. ὧς οἱ ἀπειρέσιοι ποταμοῦ παρεμέτρεον ὄχθας 4.219. κλαγγῇ μαιμώοντες· ὁ δʼ εὐτύκτῳ ἐνὶ δίφρῳ 4.220. Αἰήτης ἵπποισι μετέπρεπεν, οὕς οἱ ὄπασσεν 4.221. ἠέλιος πνοιῇσιν ἐειδομένους ἀνέμοιο 4.222. σκαιῇ μέν ῥ̓ ἐνὶ χειρὶ σάκος δινωτὸν ἀείρων 4.223. τῇ δʼ ἑτέρῃ πεύκην περιμήκεα· πὰρ δέ οἱ ἔγχος 4.224. ἀντικρὺ τετάνυστο πελώριον. ἡνία δʼ ἵππων 4.225. γέντο χεροῖν Ἄψυρτος. υπεκπρὸ δὲ πόντον ἔταμνεν 4.226. νηῦς ἤδη κρατεροῖσιν ἐπειγομένη ἐρέτῃσιν 4.227. καὶ μεγάλου ποταμοῖο καταβλώσκοντι ῥεέθρῳ. 4.228. αὐτὰρ ἄναξ ἄτῃ πολυπήμονι χεῖρας ἀείρας 4.229. ἠέλιον καὶ Ζῆνα κακῶν ἐπιμάρτυρας ἔργων 4.230. κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ 4.231. εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν 4.232. ἢ πλωτῆς εὑρόντες ἔτʼ εἰν ἁλὸς οἴδματι νῆα 4.233. ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων 4.234. τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν 4.235. πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην. 4.236. ὧς ἔφατʼ Αἰήτης· αὐτῷ δʼ ἐνὶ ἤματι Κόλχοι 4.237. νῆάς τʼ εἰρύσσαντο, καὶ ἄρμενα νηυσὶ βάλοντο 4.238. αὐτῷ δʼ ἤματι πόντον ἀνήιον· οὐδέ κε φαίης 4.239. τόσσον νηίτην στόλον ἔμμεναι, ἀλλʼ οἰωνῶν 4.240. ἰλαδὸν ἄσπετον ἔθνος ἐπιβρομέειν πελάγεσσιν. 4.241. οἱ δʼ ἀνέμου λαιψηρὰ θεᾶς βουλῇσιν ἀέντος 4.242. Ἥρης, ὄφρʼ ὤκιστα κακὸν Πελίαο δόμοισιν 4.243. Αἰαίη Μήδεια Πελασγίδα γαῖαν ἵκηται 4.244. ἠοῖ ἐνὶ τριτάτῃ πρυμνήσια νηὸς ἔδησαν 4.245. Παφλαγόνων ἀκτῇσι, πάροιθʼ Ἅλυος ποταμοῖο. 4.246. ἡ γάρ σφʼ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν 4.247. ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν 4.248. κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ 4.249. εἴη, μήτʼ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. 4.250. ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου 4.251. ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν 4.252. ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. 4.253. αὐτίκα δʼ Αἰσονίδης ἐμνήσατο, σὺν δὲ καὶ ὧλλοι 4.254. ἥρωες, Φινῆος, ὃ δὴ πλόον ἄλλον ἔειπεν 4.255. ἐξ Αἴης ἔσσεσθαι· ἀνώιστος δʼ ἐτέτυκτο 4.256. πᾶσιν ὁμῶς. Ἄργος δὲ λιλαιομένοις ἀγόρευσεν· 4.257. ‘Νισσόμεθʼ Ὀρχομενὸν τὴν ἔχραεν ὔμμι περῆσαι 4.258. νημερτὴς ὅδε μάντις, ὅτῳ ξυνέβητε πάροιθεν. 4.259. ἔστιν γὰρ πλόος ἄλλος, ὃν ἀθανάτων ἱερῆες 4.260. πέφραδον, οἳ Θήβης Τριτωνίδος ἐκγεγάασιν. 4.261. οὔπω τείρεα πάντα, τά τʼ οὐρανῷ εἱλίσσονται 4.262. οὐδέ τί πω Δαναῶν ἱερὸν γένος ἦεν ἀκοῦσαι 4.263. πευθομένοις· οἶοι δʼ ἔσαν Ἀρκάδες Ἀπιδανῆες 4.264. Ἀρκάδες, οἳ καὶ πρόσθε σεληναίης ὑδέονται 4.265. ζώειν, φηγὸν ἔδοντες ἐν οὔρεσιν. οὐδὲ Πελασγὶς 4.266. χθὼν τότε κυδαλίμοισιν ἀνάσσετο Δευκαλίδῃσιν 4.267. ἦμος ὅτʼ Ἠερίη πολυλήιος ἐκλήιστο 4.268. μήτηρ Αἴγυπτος προτερηγενέων αἰζηῶν 4.269. καὶ ποταμὸς Τρίτων ἠύρροος, ᾧ ὕπο πᾶσα 4.270. ἄρδεται Ἠερίη· Διόθεν δέ μιν οὔποτε δεύει 4.271. ὄμβρος· ἅλις προχοῇσι δʼ ἀνασταχύουσιν ἄρουραι. 4.272. ἔνθεν δή τινά φασι πέριξ διὰ πᾶσαν ὁδεῦσαι 4.273. Εὐρώπην Ἀσίην τε βίῃ καὶ κάρτεϊ λαῶν 4.274. σφωιτέρων θάρσει τε πεποιθότα· μυρία δʼ ἄστη 4.275. νάσσατʼ ἐποιχόμενος, τὰ μὲν ἤ ποθι ναιετάουσιν 4.276. ἠὲ καὶ οὔ· πουλὺς γὰρ ἄδην ἐπενήνοθεν αἰών. 4.277. αἶά γε μὴν ἔτι νῦν μένει ἔμπεδον υἱωνοί τε 4.278. τῶνδʼ ἀνδρῶν, οὓς ὅσγε καθίσσατο ναιέμεν Αἶαν 4.279. οἳ δή τοι γραπτῦς πατέρων ἕθεν εἰρύονται 4.280. κύρβιας, οἷς ἔνι πᾶσαι ὁδοὶ καὶ πείρατʼ ἔασιν 4.281. ὑγρῆς τε τραφερῆς τε πέριξ ἐπινισσομένοισιν. 4.282. ἔστι δέ τις ποταμός, ὕπατον κέρας Ὠκεανοῖο 4.283. εὐρύς τε προβαθής τε καὶ ὁλκάδι νηὶ περῆσαι· 4.284. Ἴστρον μιν καλέοντες ἑκὰς διετεκμήραντο· 4.285. ὅς δή τοι τείως μὲν ἀπείρονα τέμνετʼ ἄρουραν 4.286. εἷς οἶος· πηγαὶ γὰρ ὑπὲρ πνοιῆς βορέαο 4.287. Ῥιπαίοις ἐν ὄρεσσιν ἀπόπροθι μορμύρουσιν. 4.288. ἀλλʼ ὁπόταν Θρῃκῶν Σκυθέων τʼ ἐπιβήσεται οὔρους 4.289. ἔνθα διχῆ τὸ μὲν ἔνθα μετʼ ἠῴην ἅλα βάλλει 4.290. τῇδʼ ὕδωρ, τὸ δʼ ὄπισθε βαθὺν διὰ κόλπον ἵησιν 4.291. σχιζόμενος πόντου Τρινακρίου εἰσανέχοντα 4.292. γαίῃ ὃς ὑμετέρῃ παρακέκλιται, εἰ ἐτεὸν δὴ 4.293. ὑμετέρης γαίης Ἀχελώιος ἐξανίησιν.’ 4.294. ὧς ἄρʼ ἔφη· τοῖσιν δὲ θεὰ τέρας ἐγγυάλιξεν 4.295. αἴσιον, ᾧ καὶ πάντες ἐπευφήμησαν ἰδόντες 4.296. στέλλεσθαι τήνδʼ οἶμον. ἐπιπρὸ γὰρ ὁλκὸς ἐτύχθη 4.297. οὐρανίης ἀκτῖνος, ὅπῃ καὶ ἀμεύσιμον ἦεν. 4.303. Κόλχοι δʼ αὖτʼ ἄλλοι μέν, ἐτώσια μαστεύοντες 4.304. Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν· 4.305. ἄλλοι δʼ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν 4.306. Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς. 4.307. τῶ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης 4.308. κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο. 4.309. Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη 4.310. τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα 4.311. στεινὸν δʼ αὖτʼ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαὶ 4.312. σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος· 4.313. τὴν δʼ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρὸ 4.314. Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν· 4.315. οἱ δʼ ὑψοῦ νήσοιο κατʼ ἀκροτάτης ἐνέοντο 4.316. τηλόθεν. εἱαμενῇσι δʼ ἐν ἄσπετα πώεα λεῖπον 4.323. αὐτὰρ ἐπεί τʼ Ἄγγουρον ὄρος, καὶ ἄπωθεν ἐόντα 4.324. Ἀγγούρου ὄρεος σκόπελον πάρα Καυλιακοῖο 4.325. ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα 4.326. βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο 4.327. δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδʼ ἐκπρομολόντες 4.328. πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους. 4.329. οἱ δʼ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δʼ ἐπέρησαν 4.330. δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους. 4.331. τῶν δʼ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον· 4.332. ἐν??δʼ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο 4.333. βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους 4.334. αὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι 4.335. στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης. 4.336. ὧς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσων 4.337. μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης. 4.338. ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι 4.339. παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν 4.340. συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο 4.341. κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη 4.342. Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους 4.343. ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν 4.344. εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων· 4.345. αὐτὰρ Μήδειάν γε--τὸ γὰρ πέλεν ἀμφήριστον-- 4.346. παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου 4.347. εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων 4.348. εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν 4.349. εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι. 4.350. ἔνθα δʼ ἐπεὶ τὰ ἕκαστα νόῳ πεμπάσσατο κούρη 4.351. δή ῥά μιν ὀξεῖαι κραδίην ἐλέλιξαν ἀνῖαι 4.352. νωλεμές· αἶψα δὲ νόσφιν Ἰήσονα μοῦνον ἑταίρων 4.353. ἐκπροκαλεσσαμένη ἄγεν ἄλλυδις, ὄφρʼ ἐλίασθεν 4.354. πολλὸν ἑκάς, στονόεντα δʼ ἐνωπαδὶς ἔκφατο μῦθον· 4.355. ‘Αἰσονίδη, τίνα τήνδε συναρτύνασθε μενοινὴν 4.356. ἀμφʼ ἐμοί; ἦέ σε πάγχυ λαθιφροσύναις ἐνέηκαν 4.357. ἀγλαΐαι, τῶν δʼ οὔτι μετατρέπῃ, ὅσσʼ ἀγόρευες 4.358. χρειοῖ ἐνισχόμενος; ποῦ τοι Διὸς Ἱκεσίοιο 4.359. ὅρκια, ποῦ δὲ μελιχραὶ ὑποσχεσίαι βεβάασιν; 4.360. ᾗς ἐγὼ οὐ κατὰ κόσμον ἀναιδήτῳ ἰότητι 4.361. πάτρην τε κλέα τε μεγάρων αὐτούς τε τοκῆας 4.362. νοσφισάμην, τά μοι ἦεν ὑπέρτατα· τηλόθι δʼ οἴη 4.363. λυγρῇσιν κατὰ πόντον ἅμʼ ἀλκυόνεσσι φορεῦμαι 4.364. σῶν ἕνεκεν καμάτων, ἵνα μοι σόος ἀμφί τε βουσὶν 4.365. ἀμφί τε γηγενέεσσιν ἀναπλήσειας ἀέθλους. 4.366. ὕστατον αὖ καὶ κῶας, ἐπεί τʼ ἐπαϊστὸν ἐτύχθη 4.367. εἷλες ἐμῇ ματίῃ· κατὰ δʼ οὐλοὸν αἶσχος ἔχευα 4.368. θηλυτέραις. τῶ φημὶ τεὴ κούρη τε δάμαρ τε 4.369. αὐτοκασιγνήτη τε μεθʼ Ἑλλάδα γαῖαν ἕπεσθαι. 4.370. πάντῃ νυν πρόφρων ὑπερίστασο, μηδέ με μούνην 4.371. σεῖο λίπῃς ἀπάνευθεν, ἐποιχόμενος βασιλῆας. 4.372. ἀλλʼ αὔτως εἴρυσο· δίκη δέ τοι ἔμπεδος ἔστω 4.373. καὶ θέμις, ἣν ἄμφω συναρέσσαμεν· ἢ σύγʼ ἔπειτα 4.374. φασγάνῳ αὐτίκα τόνδε μέσον διὰ λαιμὸν ἀμῆσαι 4.375. ὄφρʼ ἐπίηρα φέρωμαι ἐοικότα μαργοσύνῃσιν. 4.376. σχετλίη, εἴ κεν δή με κασιγνήτοιο δικάσσῃ 4.377. ἔμμεναι οὗτος ἄναξ, τῷ ἐπίσχετε τάσδʼ ἀλεγεινὰς 4.378. ἄμφω συνθεσίας. πῶς ἵξομαι ὄμματα πατρός; 4.379. ἦ μάλʼ ἐυκλειής; τίνα δʼ οὐ τίσιν, ἠὲ βαρεῖαν 4.380. ἄτην οὐ σμυγερῶς δεινῶν ὕπερ, οἷα ἔοργα 4.381. ὀτλήσω; σὺ δέ κεν θυμηδέα νόστον ἕλοιο; 4.382. μὴ τόγε παμβασίλεια Διὸς τελέσειεν ἄκοιτις 4.383. ᾗ ἐπικυδιάεις. μνήσαιο δέ καί ποτʼ ἐμεῖο 4.384. στρευγόμενος καμάτοισι· δέρος δέ τοι ἶσον ὀνείροις 4.385. οἴχοιτʼ εἰς ἔρεβος μεταμώνιον. ἐκ δέ σε πάτρης 4.386. αὐτίκʼ ἐμαί σʼ ἐλάσειαν Ἐρινύες· οἷα καὶ αὐτὴ 4.387. σῇ πάθον ἀτροπίῃ. τὰ μὲν οὐ θέμις ἀκράαντα 4.388. ἐν γαίῃ πεσέειν. μάλα γὰρ μέγαν ἤλιτες ὅρκον 4.389. νηλεές· ἀλλʼ οὔ θήν μοι ἐπιλλίζοντες ὀπίσσω 4.390. δὴν ἔσσεσθʼ εὔκηλοι ἕκητί γε συνθεσιάων.’ 4.391. ὧς φάτʼ ἀναζείουσα βαρὺν χόλον· ἵετο δʼ ἥγε 4.392. νῆα καταφλέξαι, διά τʼ ἔμπεδα πάντα κεάσσαι 4.393. ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δʼ Ἰήσων 4.394. μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν· 4.395. ‘ἴσχεο, δαιμονίη· τὰ μὲν ἁνδάνει οὐδʼ ἐμοὶ αὐτῷ. 4.396. ἀλλά τινʼ ἀμβολίην διζήμεθα δηιοτῆτος 4.397. ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν 4.398. εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται 4.399. Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί 4.400. οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδʼ ἄγοιντο. 4.401. αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ 4.402. μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος 4.403. ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν. 4.404. ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην 4.405. βήσομεν. οὐδʼ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν 4.406. Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος 4.407. ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται· 4.408. οὐδʼ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν 4.409. ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.’ 4.410. Ἴσκεν ὑποσσαίνων· ἡ δʼ οὐλοὸν ἔκφατο μῦθον· 4.411. ‘φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπʼ ἔργοις 4.412. καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην 4.413. ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς. 4.414. τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων· 4.415. αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι 4.416. μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις. 4.417. εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι 4.418. οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν 4.419. ἔνθʼ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω 4.420. κτεῖνέ τε, καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.’ 4.421. ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο 4.422. Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα 4.423. οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης 4.424. πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ 4.425. δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶ 4.426. δῶκε Θόαντι μεταῦτις· ὁ δʼ αὖ λίπεν Ὑψιπυλείῃ· 4.427. ἡ δʼ ἔπορʼ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι 4.428. γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων 4.429. οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας. 4.430. τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου 4.431. ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατελεκτο 4.432. ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς 4.433. στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς 4.434. Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ. 4.435. ἡ δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους 4.436. θελγέμεν, εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται 4.437. συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν 4.438. ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα 4.439. χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω 4.440. βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ 4.441. υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι· 4.442. τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεν 4.443. αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα 4.444. ἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα. 4.445. σχέτλιʼ Ἔρως, μέγα πῆμα, μέγα στύγος ἀνθρώποισιν 4.446. ἐκ σέθεν οὐλόμεναί τʼ ἔριδες στοναχαί τε γόοι τε 4.447. ἄλγεά τʼ ἄλλʼ ἐπὶ τοῖσιν ἀπείρονα τετρήχασιν. 4.448. δυσμενέων ἐπὶ παισὶ κορύσσεο, δαῖμον, ἀερθείς 4.449. οἷος Μηδείῃ στυγερὴν φρεσὶν ἔμβαλες ἄτην. 4.450. πῶς γὰρ δὴ μετιόντα κακῷ ἐδάμασσεν ὀλέθρῳ 4.451. Ἄψυρτον; τὸ γὰρ ἧμιν ἐπισχερὼ ἦεν ἀοιδῆς. 4.452. ἦμος ὅτʼ Ἀρτέμιδος νήσῳ ἔνι τήνγʼ ἐλίποντο 4.453. συνθεσίῃ. τοὶ μέν ῥα διάνδιχα νηυσὶν ἔκελσαν 4.454. σφωιτέραις κρινθέντες· ὁ δʼ ἐς λόχον ᾖεν Ἰήσων 4.455. δέγμενος Ἄψυρτόν τε καὶ οὓς ἐξαῦτις ἑταίρους. 4.456. αὐτὰρ ὅγʼ αἰνοτάτῃσιν ὑποσχεσίῃσι δολωθεὶς 4.457. καρπαλίμως ᾗ νηὶ διὲξ ἁλὸς οἶδμα περήσας 4.458. νύχθʼ ὕπο λυγαίην ἱερῆς ἐπεβήσατο νήσου· 4.459. οἰόθι δʼ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις 4.460. εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης 4.461. χειμερίης, ἣν οὐδὲ διʼ αἰζηοὶ περόωσιν. 4.462. εἴ κε δόλον ξείνοισιν ἐπʼ ἀνδράσι τεχνήσαιτο. 4.463. καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν· 4.464. αὐτίκα δʼ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο 4.465. γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη 4.466. ἔμπαλιν ὄμματʼ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν 4.467. μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος. 4.468. τὸν δʼ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον 4.469. πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτʼ ἔδειμαν 4.470. Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν. 4.471. τοῦ ὅγʼ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δʼ ἥρως 4.472. θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν 4.473. αἷμα κατʼ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην 4.474. ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν. 4.475. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν 4.476. ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς. 4.477. ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος 4.478. τρὶς δʼ ἀπέλειξε φόνου, τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων 4.479. ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. 4.480. ὑγρὸν δʼ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθʼ ἔτι νῦν περ 4.481. κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν. 4.482. οἱ δʼ ἄμυδις πυρσοῖο σέλας προπάροιθεν ἰδόντες 4.483. τό σφιν παρθενικὴ τέκμαρ μετιοῦσιν ἄειρεν 4.484. Κολχίδος ἀγχόθι νηὸς ἑὴν παρὰ νῆʼ ἐβάλοντο 4.485. ἥρωες· Κόλχον δʼ ὄλεκον στόλον, ἠύτε κίρκοι 4.486. φῦλα πελειάων, ἠὲ μέγα πῶυ λέοντες 4.487. ἀγρότεροι κλονέουσιν ἐνὶ σταθμοῖσι θορόντες. 4.488. οὐδʼ ἄρα τις κείνων θάνατον φύγε, πάντα δʼ ὅμιλον 4.489. πῦρ ἅ τε δηιόωντες ἐπέδραμον· ὀψὲ δʼ Ἰήσων 4.490. ἤντησεν, μεμαὼς ἐπαμυνέμεν οὐ μάλʼ ἀρωγῆς 4.491. δευομένοις· ἤδη δὲ καὶ ἀμφʼ αὐτοῖο μέλοντο. 4.492. ἔνθα δὲ ναυτιλίης πυκινὴν περὶ μητιάασκον 4.493. ἑζόμενοι βουλήν· ἐπὶ δέ σφισιν ἤλυθε κούρη 4.494. φραζομένοις· Πηλεὺς δὲ παροίτατος ἔκφατο μῦθον· 4.495. ‘ἤδη νῦν κέλομαι νύκτωρ ἔτι νῆʼ ἐπιβάντας 4.496. εἰρεσίῃ περάαν πλόον ἀντίον, ᾧ ἐπέχουσιν 4.497. δήιοι· ἠῶθεν γὰρ ἐπαθρήσαντας ἕκαστα 4.498. ἔλπομαι οὐχ ἕνα μῦθον, ὅτις προτέρωσε δίεσθαι 4.499. ἡμέας ὀτρυνέει, τοὺς πεισέμεν· οἷα δʼ ἄνακτος 4.500. εὔνιδες, ἀργαλέῃσι διχοστασίῃς κεδόωνται. 4.501. ῥηιδίη δέ κεν ἄμμι, κεδασθέντων δίχα λαῶν 4.502. ἤ τʼ εἴη μετέπειτα κατερχομένοισι κέλευθος.’ 4.503. ὧς ἔφατʼ· ᾔνησαν δὲ νέοι ἔπος Λἰακίδαο. 4.504. ῥίμφα δὲ νῆʼ ἐπιβάντες ἐπερρώοντʼ ἐλάτῃσιν 4.505. νωλεμές, ὄφρʼ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο 4.506. ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο. 4.507. Κόλχοι δʼ ὁππότʼ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος 4.508. ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης 4.509. Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλʼ ἀπέρυκεν 4.510. Ἥρη σμερδαλέῃσι κατʼ αἰθέρος ἀστεροπῇσιν. 4.511. ὕστατον αὐτοὶ δʼ αὖτε Κυταιίδος ἤθεα γαίης 4.512. στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο 4.513. ἔμπεδα δʼ ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν. 4.514. οἱ μὲν ἐπʼ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον 4.515. ἥρωες, ναίουσι δʼ ἐπώνυμοι Ἀψύρτοιο· 4.516. οἱ δʼ ἄρʼ ἐπʼ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο 4.517. τύμβος ἵνʼ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν 4.518. ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἱ δʼ ἐν ὄρεσσιν 4.519. ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται 4.520. ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοὶ 4.521. νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι. 4.982. ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο 4.983. ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος 4.984. ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις--ἵλατε Μοῦσαι 4.985. οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος--ᾧ ἀπὸ πατρὸς 4.986. μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς 4.987. κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην. 4.988. Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ 4.989. Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι 4.990. Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται 4.991. οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ 4.992. αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν. 4.993. τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν 4.994. Θρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσιν 4.995. Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας 4.996. δειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν 4.997. πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι. 4.998. καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο 4.999. τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες 4.1000. Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι· 4.1001. ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη 4.1002. Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας 4.1003. Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν. 4.1004. Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι 4.1005. ἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν 4.1006. νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν 4.1007. αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ. 4.1008. ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο 4.1009. κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν 4.1010. δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι. 4.1011. κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς 4.1012. Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν 4.1013. Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο· 4.1014. ‘γουνοῦμαι, βασίλεια· σὺ δʼ ἵλαθι, μηδέ με Κόλχοις 4.1015. ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ 4.1016. ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην 4.1017. ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν. 4.1018. ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι 4.1019. μαργοσύνης. ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο 4.1020. ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης 4.1021. μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν 4.1022. κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν 4.1023. τῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλη 4.1024. μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς 4.1025. δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε 4.1026. πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειαν 4.1027. ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε 4.1028. καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.’ 4.1029. τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα· 4.1030. τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον· 4.1031. ‘ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοις 4.1032. ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι 4.1033. ταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν 4.1034. κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε 4.1035. χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. 4.1036. ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας 4.1037. ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο· 4.1038. ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις 4.1039. ἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας 4.1040. ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων 4.1041. ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι. 4.1042. δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ Ἐρινὺν 4.1043. Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν 4.1044. Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι. 4.1045. οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν 4.1046. ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτους. 4.1047. σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδʼ ἐνὶ θυμῷ 4.1048. αἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσης 4.1049. δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν 4.1050. κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις 4.1051. αὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι· νῦν δʼ ἐλάθεσθε 4.1052. ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.’ 4.1053. ὧς φάτο λισσομένη· τῶν δʼ ὅντινα γουνάζοιτο 4.1054. ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν. 4.1055. σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν 4.1056. φάσγανά τʼ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς 4.1057. ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν. 4.1058. στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα 4.1059. νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν 4.1060. γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος 4.1061. ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός. 4.1062. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει 4.1063. ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα 4.1064. χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς 4.1065. μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· 4.1066. ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ 4.1067. ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν. 4.1068. τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν 4.1069. κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο 4.1070. Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον 4.1071. οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην 4.1072. κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις· 4.1073. ‘ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων 4.1074. παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργος 4.1075. ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες· 4.1076. Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν 4.1077. Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη 4.1078. αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα. 4.1079. μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι. 4.1080. ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν 4.1081. φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ 4.1082. ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν 4.1083. πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων 4.1084. ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις 4.1085. κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν 4.1086. τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι 4.1087. θείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι 4.1088. παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο. 4.1089. λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες· 4.1090. οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς· 4.1091. οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη 4.1092. πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ 4.1093. ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα 4.1094. πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ 4.1095. ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.’ 4.1096. ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντυ 4.1097. ἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν· 4.1098. ‘Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι 4.1099. Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης. 4.1100. ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. 4.1101. οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις 4.1102. λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο. 4.1103. καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο. 4.1104. τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη 4.1105. ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω. 4.1106. παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι 4.1107. ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν 4.1108. οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην 4.1109. εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.’ 4.1110. ὧς ἄρʼ ἔφη· καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος. 4.1111. ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο 4.1112. ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες 4.1113. ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι. 4.1114. σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν 4.1115. ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι 4.1116. Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα 4.1117. λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει 4.1118. παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς 4.1119. ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν 4.1120. οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. 4.1121. ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο 4.1122. ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν 4.1123. Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο. 4.1124. τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας 4.1125. Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσαν 4.1126. πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου 4.1127. ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν. 4.1128. αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν 4.1129. ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες 4.1130. αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν 4.1131. ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν 4.1132. κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων 4.1133. ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης. 4.1134. κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα 4.1135. Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ 4.1136. δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν 4.1137. εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη 4.1138. καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου. 4.1139. ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ 4.1140. νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν. 4.1141. ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθεν 4.1142. χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο 4.1143. τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν 4.1144. νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις 4.1145. ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη· 4.1146. τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος. 4.1147. δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δʼ ἑκάστην 4.1148. αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι. 4.1149. αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες· 4.1150. αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο· 4.1151. αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ 4.1152. Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα. 4.1153. κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον 4.1154. Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν 4.1155. τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δʼ ἐνὶ χερσὶν 4.1156. δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν 4.1157. δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος 4.1158. κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν 4.1159. ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος 4.1160. νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον. 4.1161. οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι 4.1162. ἥρως Αἰσονίδης, μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο 4.1163. νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ 4.1164. Μήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι. 4.1165. ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων 4.1166. τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ 4.1167. πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη. 4.1168. τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι 4.1169. δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο. 4.1170. Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν 4.1171. λῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσαν 4.1172. ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν 4.1173. ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς· 4.1174. κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦ 4.1175. Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο. 4.1176. αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν 4.1177. ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶ 4.1178. σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ 4.1179. ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας. 4.1180. τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες 4.1181. Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο. 4.1182. ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων 4.1183. βαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶται 4.1184. ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν 4.1185. Ἥρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλων 4.1186. ἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρϝιν· 4.1187. ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου 4.1188. κίρνασθαι· θυέων δʼ ἀποϝηλόθι κήκιε λιγνύς. 4.1189. αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες 4.1190. μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν 4.1191. ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται· 4.1192. θάμβευν δʼ εἰσορόωσαι ἀριπρεπέων ἡρώων 4.1193. εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο 4.1194. υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς 4.1195. ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. 4.1196. νύμφαι δʼ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο 4.1197. ἱμερόενθʼ ὑμέναιον ἀνήπυον· ἄλλοτε δʼ αὖτε 4.1198. οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον 4.1199. Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας 4.1200. Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο. 4.1201. αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατʼ ἔειπεν 4.1202. ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο 4.1203. ἔμπεδον ὧς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος 4.1204. οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο 4.1205. μήνιες, ἀρρήκτοισι δʼ ἐνιζεύξας ἔχεν ὅρκοις. 4.1206. τῶ καὶ ὅτʼ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες 4.1207. καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν 4.1208. ἢ λιμένων γαίης τʼ ἀποτηλόθι νῆας ἐέργειν 4.1209. δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς 4.1210. δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ 4.1211. δὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι ναιετάασκον 4.1212. εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες 4.1213. ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην 4.1214. νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων 4.1215. οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι· 4.1216. ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη. 4.1217. Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται 4.1218. καὶ Νυμφέων Νομίοιο καθʼ ἱερὸν Λ̓πόλλωνος 4.1219. βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δʼ ἰοῦσιν 4.1220. Λ̓λκίνοος Μινύαις ξεινήια, πολλὰ δʼ ὄπασσεν 4.1221. Λ̓ρήτη· μετὰ δʼ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι 4.1222. Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο. | |
|