Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 4.1194-4.1195
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

3 results
1. Apollonius of Rhodes, Argonautica, 1.26-1.31, 1.471-1.473, 1.537, 1.916-1.917, 1.1135-1.1137, 2.686-2.694, 2.927-2.929, 4.121, 4.982-4.1193, 4.1195-4.1222, 4.1411-4.1422, 4.1548-4.1549 (3rd cent. BCE - 3rd cent. BCE)

1.26. αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας 1.27. θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. 1.28. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς 1.29. ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι 1.30. ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ 1.31. θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. 1.471. τοῖόν μʼ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.’ 1.472. ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν 1.473. πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δʼ οἴνῳ 1.537. ᾔ που ἐν Ὀρτυγίῃ, ἢ ἐφʼ ὕδασιν Ἰσμηνοῖο 1.916. νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες 1.917. ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας 1.1135. σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο 1.1136. καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ 1.1137. δύσφημος πλάζοιτο διʼ ἠέρος, ἣν ἔτι λαοὶ 2.686. ‘εἰ δʼ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος 2.687. τήνδʼ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη 2.688. ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστιν 2.689. βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δʼ ἂν ὀπίσσω 2.690. γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ 2.691. δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν. 2.692. νῦν δʼ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι 2.693. κέκλομαι. ἀλλʼ ἵληθι ἄναξ, ἵληθι φαανθείς.’ 2.694. ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο 2.927. ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι 2.928. βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς 2.929. θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. 4.121. Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγε 4.982. ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο 4.983. ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος 4.984. ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις--ἵλατε Μοῦσαι 4.985. οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος--ᾧ ἀπὸ πατρὸς 4.986. μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς 4.987. κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην. 4.988. Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ 4.989. Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι 4.990. Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται 4.991. οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ 4.992. αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν. 4.993. τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν 4.994. Θρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσιν 4.995. Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας 4.996. δειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν 4.997. πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι. 4.998. καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο 4.999. τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες 4.1000. Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι· 4.1001. ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη 4.1002. Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας 4.1003. Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν. 4.1004. Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι 4.1005. ἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν 4.1006. νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν 4.1007. αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ. 4.1008. ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο 4.1009. κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν 4.1010. δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι. 4.1011. κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς 4.1012. Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν 4.1013. Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο· 4.1014. ‘γουνοῦμαι, βασίλεια· σὺ δʼ ἵλαθι, μηδέ με Κόλχοις 4.1015. ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ 4.1016. ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην 4.1017. ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν. 4.1018. ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι 4.1019. μαργοσύνης. ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο 4.1020. ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης 4.1021. μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν 4.1022. κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν 4.1023. τῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλη 4.1024. μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς 4.1025. δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε 4.1026. πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειαν 4.1027. ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε 4.1028. καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.’ 4.1029. τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα· 4.1030. τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον· 4.1031. ‘ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοις 4.1032. ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι 4.1033. ταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν 4.1034. κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε 4.1035. χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. 4.1036. ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας 4.1037. ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο· 4.1038. ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις 4.1039. ἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας 4.1040. ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων 4.1041. ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι. 4.1042. δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ Ἐρινὺν 4.1043. Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν 4.1044. Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι. 4.1045. οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν 4.1046. ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτους. 4.1047. σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδʼ ἐνὶ θυμῷ 4.1048. αἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσης 4.1049. δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν 4.1050. κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις 4.1051. αὐτῷ τʼ Αἰήτῃ ὑπερήνορι· νῦν δʼ ἐλάθεσθε 4.1052. ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.’ 4.1053. ὧς φάτο λισσομένη· τῶν δʼ ὅντινα γουνάζοιτο 4.1054. ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν. 4.1055. σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν 4.1056. φάσγανά τʼ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς 4.1057. ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν. 4.1058. στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα 4.1059. νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν 4.1060. γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος 4.1061. ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός. 4.1062. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει 4.1063. ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα 4.1064. χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς 4.1065. μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· 4.1066. ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ 4.1067. ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν. 4.1068. τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν 4.1069. κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο 4.1070. Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον 4.1071. οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην 4.1072. κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις· 4.1073. ‘ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων 4.1074. παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργος 4.1075. ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες· 4.1076. Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν 4.1077. Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη 4.1078. αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα. 4.1079. μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι. 4.1080. ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν 4.1081. φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ 4.1082. ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν 4.1083. πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων 4.1084. ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις 4.1085. κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν 4.1086. τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι 4.1087. θείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι 4.1088. παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο. 4.1089. λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες· 4.1090. οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς· 4.1091. οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη 4.1092. πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ 4.1093. ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα 4.1094. πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ 4.1095. ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.’ 4.1096. ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντυ 4.1097. ἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν· 4.1098. ‘Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι 4.1099. Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης. 4.1100. ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. 4.1101. οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις 4.1102. λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο. 4.1103. καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο. 4.1104. τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη 4.1105. ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω. 4.1106. παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι 4.1107. ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν 4.1108. οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην 4.1109. εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.’ 4.1110. ὧς ἄρʼ ἔφη· καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος. 4.1111. ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο 4.1112. ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες 4.1113. ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι. 4.1114. σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν 4.1115. ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι 4.1116. Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα 4.1117. λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει 4.1118. παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς 4.1119. ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν 4.1120. οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. 4.1121. ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο 4.1122. ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν 4.1123. Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο. 4.1124. τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας 4.1125. Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσαν 4.1126. πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου 4.1127. ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν. 4.1128. αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν 4.1129. ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες 4.1130. αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν 4.1131. ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν 4.1132. κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων 4.1133. ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης. 4.1134. κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα 4.1135. Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ 4.1136. δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν 4.1137. εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη 4.1138. καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου. 4.1139. ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ 4.1140. νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν. 4.1141. ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθεν 4.1142. χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο 4.1143. τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν 4.1144. νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις 4.1145. ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη· 4.1146. τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος. 4.1147. δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δʼ ἑκάστην 4.1148. αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι. 4.1149. αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες· 4.1150. αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο· 4.1151. αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ 4.1152. Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα. 4.1153. κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον 4.1154. Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν 4.1155. τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δʼ ἐνὶ χερσὶν 4.1156. δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν 4.1157. δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος 4.1158. κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν 4.1159. ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος 4.1160. νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον. 4.1161. οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι 4.1162. ἥρως Αἰσονίδης, μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο 4.1163. νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ 4.1164. Μήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι. 4.1165. ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων 4.1166. τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ 4.1167. πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη. 4.1168. τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι 4.1169. δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο. 4.1170. Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν 4.1171. λῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσαν 4.1172. ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν 4.1173. ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς· 4.1174. κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦ 4.1175. Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο. 4.1176. αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν 4.1177. ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶ 4.1178. σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ 4.1179. ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας. 4.1180. τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες 4.1181. Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο. 4.1182. ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων 4.1183. βαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶται 4.1184. ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν 4.1185. Ἥρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλων 4.1186. ἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρϝιν· 4.1187. ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου 4.1188. κίρνασθαι· θυέων δʼ ἀποϝηλόθι κήκιε λιγνύς. 4.1189. αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες 4.1190. μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν 4.1191. ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται· 4.1192. θάμβευν δʼ εἰσορόωσαι ἀριπρεπέων ἡρώων 4.1193. εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο 4.1195. ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. 4.1196. νύμφαι δʼ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο 4.1197. ἱμερόενθʼ ὑμέναιον ἀνήπυον· ἄλλοτε δʼ αὖτε 4.1198. οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον 4.1199. Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας 4.1200. Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο. 4.1201. αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατʼ ἔειπεν 4.1202. ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο 4.1203. ἔμπεδον ὧς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος 4.1204. οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο 4.1205. μήνιες, ἀρρήκτοισι δʼ ἐνιζεύξας ἔχεν ὅρκοις. 4.1206. τῶ καὶ ὅτʼ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες 4.1207. καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν 4.1208. ἢ λιμένων γαίης τʼ ἀποτηλόθι νῆας ἐέργειν 4.1209. δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς 4.1210. δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ 4.1211. δὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι ναιετάασκον 4.1212. εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες 4.1213. ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην 4.1214. νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων 4.1215. οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι· 4.1216. ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη. 4.1217. Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται 4.1218. καὶ Νυμφέων Νομίοιο καθʼ ἱερὸν Λ̓πόλλωνος 4.1219. βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δʼ ἰοῦσιν 4.1220. Λ̓λκίνοος Μινύαις ξεινήια, πολλὰ δʼ ὄπασσεν 4.1221. Λ̓ρήτη· μετὰ δʼ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι 4.1222. Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο. 4.1411. ‘δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατʼ, ἄνασσαι 4.1412. εἴτʼ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν 4.1413. εἴτε καταχθονίαις, εἴτʼ οἰοπόλοι καλέεσθε 4.1414. νύμφαι· ἴτʼ ὦ νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο 4.1415. δείξατʼ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι 4.1416. ἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίης 4.1417. ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαν 4.1418. αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις 4.1419. δή ποτʼ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν 4.1420. δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων 4.1421. λοιβάς τʼ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες.’ 4.1422. ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί· ταὶ δʼ ἐλέαιρον 4.1548. κέκλετʼ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς 4.1549. δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
2. Plutarch, Moralia, None (1st cent. CE - 2nd cent. CE)

3. Valerius Flaccus Gaius, Argonautica, 1.471-1.473, 4.85, 4.88-4.89 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
acrocorinth Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
actaeon Bernabe et al., Redefining Dionysos (2013) 210
aeetes Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
agave Bernabe et al., Redefining Dionysos (2013) 210
aietes Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
alcinous Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
amphion Bernabe et al., Redefining Dionysos (2013) 210
antiope Bernabe et al., Redefining Dionysos (2013) 210
aphrodite Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
apollo de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
apollonius of rhodes, argonautica, intertextual aspects, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
apollonius of rhodes, argonautica Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
archaic Bernabe et al., Redefining Dionysos (2013) 210
arete, queen of scheria Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
argonauts de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
atamante Bernabe et al., Redefining Dionysos (2013) 210
autonoe Bernabe et al., Redefining Dionysos (2013) 210
bacchiadae Bernabe et al., Redefining Dionysos (2013) 210
cave Bernabe et al., Redefining Dionysos (2013) 210; Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
colchis, colchoi Bernabe et al., Redefining Dionysos (2013) 210
colchis Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
corcyra Bernabe et al., Redefining Dionysos (2013) 210; Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
corinth, corinthian Bernabe et al., Redefining Dionysos (2013) 210
corinth Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
cosmogony de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
cult, cultic acts for specific cults, the corresponding god or place Bernabe et al., Redefining Dionysos (2013) 210
dance de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
dionysos, childhood Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
dionysos Bernabe et al., Redefining Dionysos (2013) 210
electra de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
ephyra Bernabe et al., Redefining Dionysos (2013) 210
epimetheus Bernabe et al., Redefining Dionysos (2013) 210
epopeus Bernabe et al., Redefining Dionysos (2013) 210
euboea Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
eumelos Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
europa character Bernabe et al., Redefining Dionysos (2013) 210
glaucus Bernabe et al., Redefining Dionysos (2013) 210
golden fleece Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
harmonia Bernabe et al., Redefining Dionysos (2013) 210
hera, akraia Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
heraion, corcyra Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
hermes Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
ino Bernabe et al., Redefining Dionysos (2013) 210
intertextuality, allusion, two-tier intertextuality, model Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality, allusion Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality, future reflexive mode Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality, imitation Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
jason Bernabe et al., Redefining Dionysos (2013) 210; Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
kadmos, kadmeian Bernabe et al., Redefining Dionysos (2013) 210
katapontismos' Bernabe et al., Redefining Dionysos (2013) 210
kings Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
kithara de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
learchus Bernabe et al., Redefining Dionysos (2013) 210
leda Bernabe et al., Redefining Dionysos (2013) 210
lycurgus Bernabe et al., Redefining Dionysos (2013) 210
lyra de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
macris Bernabe et al., Redefining Dionysos (2013) 210; Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
marriage, jason and medea Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
marriage Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
medea Bernabe et al., Redefining Dionysos (2013) 210; Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
melikertes Bernabe et al., Redefining Dionysos (2013) 210
melissus Bernabe et al., Redefining Dionysos (2013) 210
music de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
nausicaa Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
nurse Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
oceanos Bernabe et al., Redefining Dionysos (2013) 210
odysseus, narrator Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
odysseus Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
offerings Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
orpheus, literary author de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
orpheus, musician de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
pentheus Bernabe et al., Redefining Dionysos (2013) 210
phaeacians Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
plots Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
polydoros Bernabe et al., Redefining Dionysos (2013) 210
promontory Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
rhodes Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
sea-voyage Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
semele Bernabe et al., Redefining Dionysos (2013) 210
song de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
stars de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
story Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
supplication de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
thestius Bernabe et al., Redefining Dionysos (2013) 210
thetis Bernabe et al., Redefining Dionysos (2013) 210; Pirenne-Delforge and Pironti, The Hera of Zeus: Intimate Enemy, Ultimate Spouse (2022) 209
third ways Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
vergil, aeneid, intertextual identity, argonautic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
vergil, aeneid, intertextual identity, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
zethus Bernabe et al., Redefining Dionysos (2013) 210
zeus Bernabe et al., Redefining Dionysos (2013) 210