Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 4.1051
NaN


Intertexts (texts cited often on the same page as the searched text):

5 results
1. Homer, Odyssey, 9.225-9.227, 9.253-9.255, 9.279 (8th cent. BCE - 7th cent. BCE)

2. Herodotus, Histories, 3.1, 3.31, 3.35 (5th cent. BCE - 5th cent. BCE)

3.1. Cyrus' son Cambyses was leading an army of his subjects, Ionian and Aeolian Greeks among them, against this Amasis for the following reason. Cambyses had sent a herald to Egypt asking Amasis for his daughter; he asked on the advice of an Egyptian, who advised it out of resentment against Amasis, that out of all the Egyptian physicians Amasis had dragged him away from his wife and children and sent him up to Persia when Cyrus sent to Amasis asking for the best eye-doctor in Egypt . ,Out of resentment, the Egyptian by his advice induced Cambyses to ask Amasis for his daughter, so that Amasis would either be wretched if he gave her, or hated by Cambyses if he did not. Amasis, intimidated by the power of Persia and frightened, could neither give his daughter nor refuse her; for he knew well that Cambyses was not going to take her as his wife but as his concubine. ,After considering the matter, he did as follows. There was a daughter of the former king Apries, all that was left of that family, quite tall and pretty, and her name was Nitetis; this girl Amasis adorned with clothes and gold and sent to Cambyses as his own daughter. ,But after a time, as he embraced her addressing her as the daughter of Amasis, the girl said to him, “O King, you do not understand how you have been made a fool of by Amasis, who dressed me in finery and sent me to you as his own daughter, when I am in fact the daughter of Apries, the ruler Amasis revolted from with the Egyptians and killed.” ,This speech and this crime that occurred turned Cyrus' son Cambyses, furiously angry, against Egypt . So the Persians say. 3.31. This, they say, was the first of Cambyses' evil acts; next, he destroyed his full sister, who had come with him to Egypt, and whom he had taken to wife. ,He married her in this way (for before this, it had by no means been customary for Persians to marry their sisters): Cambyses was infatuated with one of his sisters and when he wanted to marry her, because his intention was contrary to usage, he summoned the royal judges and inquired whether there were any law enjoining one, that so desired, to marry his sister. ,These royal judges are men chosen out from the Persians to function until they die or are detected in some injustice; it is they who decide suits in Persia and interpret the laws of the land; all matters are referred to them. ,These then replied to Cambyses with an answer which was both just and prudent, namely, that they could find no law enjoining a brother to marry his sister; but that they had found a law permitting the King of Persia to do whatever he liked. ,Thus, although they feared Cambyses they did not break the law, and, to save themselves from death for keeping it, they found another law abetting one who wished to marry sisters. ,So Cambyses married the object of his desire; yet not long afterwards he took another sister as well. It was the younger of these who had come with him to Egypt, and whom he now killed. 3.35. Remembering this, then, he said to Prexaspes in his anger: “Judge then if the Persians speak the truth, or rather are themselves out of their minds when they speak of me so. ,Yonder stands your son in the porch; now if I shoot and pierce his heart, that will prove the Persians to be wrong; if I miss, then say that they are right and that I am out of my senses.” ,So saying, he strung his bow and hit the boy, and gave orders to open the fallen body and examine the wound: and the arrow being found in the heart, Cambyses laughed in great glee and said to the boy's father: ,“It is plain, Prexaspes, that I am in my right mind and the Persians mad; now tell me: what man in the world did you ever see that shot so true to the mark?” Prexaspes, it is said, replied (for he saw that Cambyses was mad, and he feared for his own life), “Master, I think that not even the god himself could shoot so true.” ,Thus did Cambyses then; at another time he took twelve Persians, equal to the noblest in the land, convicted them of some minor offense, and buried them alive up to the neck.
3. Apollonius of Rhodes, Argonautica, 1.17, 1.609-1.632, 3.304, 3.316, 3.332-3.336, 3.366-3.371, 3.377-3.381, 4.11, 4.15, 4.121, 4.212, 4.230-4.235, 4.421-4.444, 4.659-4.752, 4.982-4.1050, 4.1052-4.1222 (3rd cent. BCE - 3rd cent. BCE)

1.17. ἠὲ καὶ ἀλλοδαποῖσι μετʼ ἀνδράσι νόστον ὀλέσσῃ. 1.609. ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν 1.610. νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. 1.611. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας 1.612. ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιν 1.613. τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν 1.614. Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν 1.615. Κύπιδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. 1.616. ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι. 1.617. οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας 1.618. ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω 1.619. μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. 1.620. οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς 1.621. Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν· 1.622. λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι 1.623. αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο 1.624. πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν 1.625. νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι 1.626. νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα. 1.627. τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν 1.628. τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀροὔρας 1.629. ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων 1.630. οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης 1.631. ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον 1.632. δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν. 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 4.11. τῇ δʼ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη· 4.15. ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα. 4.121. Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθʼ ἄρα τούσγε 4.212. ἤδη δʼ Αἰήτῃ ὑπερήνορι πᾶσί τε Κόλχοις 4.230. κέκλετο· δεινὰ δὲ παντὶ παρασχεδὸν ἤπυε λαῷ 4.231. εἰ μή οἱ κούρην αὐτάγρετον, ἢ ἀνὰ γαῖαν 4.232. ἢ πλωτῆς εὑρόντες ἔτʼ εἰν ἁλὸς οἴδματι νῆα 4.233. ἄξουσιν, καὶ θυμὸν ἐνιπλήσει μενεαίνων 4.234. τίσασθαι τάδε πάντα, δαήσονται κεφαλῇσιν 4.235. πάντα χόλον καὶ πᾶσαν ἑὴν ὑποδέγμενοι ἄτην. 4.421. ὧς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύνοντο 4.422. Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα 4.423. οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης 4.424. πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταὶ 4.425. δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὁ παιδὶ 4.426. δῶκε Θόαντι μεταῦτις· ὁ δʼ αὖ λίπεν Ὑψιπυλείῃ· 4.427. ἡ δʼ ἔπορʼ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι 4.428. γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων 4.429. οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας. 4.430. τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου 4.431. ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατελεκτο 4.432. ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπὼς 4.433. στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεὺς 4.434. Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ. 4.435. ἡ δʼ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους 4.436. θελγέμεν, εὖτʼ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται 4.437. συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν 4.438. ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα 4.439. χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω 4.440. βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ 4.441. υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι· 4.442. τοῖα παραιφαμένη θελκτήρια φάρμακʼ ἔπασσεν 4.443. αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα 4.444. ἄγριον ἠλιβάτοιο κατʼ οὔρεος ἤγαγε θῆρα. 4.659. καρπαλίμως δʼ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο 4.660. Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες· 4.661. ἷξον δʼ Αἰαίης λιμένα κλυτόν· ἐκ δʼ ἄρα νηὸς 4.662. πείσματʼ ἐπʼ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην 4.663. εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν· 4.664. τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο. 4.665. αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο 4.666. μύρεσθαι δόκεον· φλὸξ δʼ ἀθρόα φάρμακʼ ἔδαπτεν 4.667. οἷσι πάρος ξείνους θέλγʼ ἀνέρας, ὅστις ἵκοιτο· 4.668. τὴν δʼ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν 4.669. χερσὶν ἀφυσσαμένη· λῆξεν δʼ ὀλοοῖο φόβοιο. 4.670. τῶ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης 4.671. ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν. 4.672. θῆρες δʼ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν 4.673. οὐδὲ μὲν οὐδʼ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δʼ ἀπʼ ἄλλων 4.674. συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα 4.675. ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι. 4.676. τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησε 4.677. χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν 4.678. οὔπω διψαλέῳ μάλʼ ὑπʼ ἠέρι πιληθεῖσα 4.679. οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο 4.680. ἰκμάδας αἰνυμένη· τὰ δʼ ἐπὶ στίχας ἤγαγεν αἰὼν 4.681. συγκρίνας· τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο. 4.682. ἥρωας δʼ ἕλε θάμβος ἀπείριτον· αἶψα δʼ ἕκαστος 4.683. Κίρκης εἴς τε φυήν, εἴς τʼ ὄμματα παπταίνοντες 4.684. ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο. 4.685. ἡ δʼ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων 4.686. αὐτίκʼ ἔπειτʼ ἄψορρον ἀπέστιχε· τοὺς δʼ ἅμʼ ἕπεσθαι 4.687. χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν. 4.688. ἔνθʼ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο 4.689. μίμνεν ἀπηλεγέως· ὁ δʼ ἐρύσσατο Κολχίδα κούρην. 4.690. ἄμφω δʼ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστʼ ἀφίκοντο 4.691. Κίρκης ἐς μέγαρον· τοὺς δʼ ἐν λιπαροῖσι κέλευεν 4.692. ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων. 4.693. τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφʼ ἑστίῃ ἀίξαντε 4.694. ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται 4.695. ἡ μὲν ἐπʼ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα 4.696. αὐτὰρ ὁ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας 4.697. ᾧπέρ τʼ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτʼ ὄσσε 4.698. ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δʼ ἔγνω 4.699. Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο. 4.700. τῶ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο 4.701. ὃς μέγα μὲν κοτέει, μέγα δʼ ἀνδροφόνοισιν ἀρήγει 4.702. ῥέζε θυηπολίην, οἵῃ τʼ ἀπολυμαίνονται 4.703. νηλειεῖς ἱκέται, ὅτʼ ἐφέστιοι ἀντιόωσιν. 4.704. πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο 4.705. τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοὶ 4.706. πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας 4.707. τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις 4.708. μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα 4.709. Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων. 4.710. καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματʼ ἔνεικαν 4.711. νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα. 4.712. ἡ δʼ εἴσω πελάνους μείλικτρά τε νηφαλίῃσιν 4.713. καῖεν ἐπʼ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο 4.714. σμερδαλέας παύσειεν Ἐρινύας, ἠδὲ καὶ αὐτὸς 4.715. εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν 4.716. εἴτʼ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας 4.717. εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν. 4.718. αὐτὰρ ἐπεὶ μάλα πάντα πονήσατο, δή τότʼ ἔπειτα 4.719. εἷσεν ἐπὶ ξεστοῖσιν ἀναστήσασα θρόνοισιν 4.720. καὶ δʼ αὐτὴ πέλας ἷζεν ἐνωπαδίς. αἶψα δὲ μύθῳ 4.721. χρειὼ ναυτιλίην τε διακριδὸν ἐξερέεινεν. 4.722. ἠδʼ ὁπόθεν μετὰ γαῖαν ἑὴν καὶ δώματʼ ἰόντες 4.723. αὔτως ἱδρύνθησαν ἐφέστιοι. ἦ γὰρ ὀνείρων 4.724. μνῆστις ἀεικελίη δῦνεν φρένας ὁρμαίνουσαν· 4.725. ἵετο δʼ αὖ κούρης ἐμφύλιον ἴδμεναι ὀμφήν 4.726. αὐτίχʼ ὅπως ἐνόησεν ἀπʼ οὔδεος ὄσσε βαλοῦσαν. 4.727. πᾶσα γὰρ Ἠελίου γενεὴ ἀρίδηλος ἰδέσθαι 4.728. ἦεν, ἐπεὶ βλεφάρων ἀποτηλόθι μαρμαρυγῇσιν 4.729. οἷόν τέ χρυσέην ἀντώπιον ἵεσαν αἴγλην. 4.730. ἡ δʼ ἄρα τῇ τὰ ἕκαστα διειρομένῃ κατελεξεν 4.731. Κολχίδα γῆρυν ἱεῖσα, βαρύφρονος Αἰήταο 4.732. κούρη μειλιχίως, ἠμὲν στόλον ἠδὲ κελεύθους 4.733. ἡρώων, ὅσα τʼ ἀμφὶ θοοῖς ἐμόγησαν ἀέθλοις 4.734. ὥς τε κασιγνήτης πολυκηδέος ἤλιτε βουλαῖς 4.735. ὥς τʼ ἀπονόσφιν ἄλυξεν ὑπέρβια δείματα πατρὸς 4.736. σὺν παισὶν Φρίξοιο· φόνον δʼ ἀλέεινεν ἐνισπεῖν 4.737. Ἀψύρτου. τὴν δʼ οὔτι νόῳ λάθεν· ἀλλὰ καὶ ἔμπης 4.738. μυρομένην ἐλέαιρεν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν· 4.739. ‘σχετλίη, ἦ ῥα κακὸν καὶ ἀεικέα μήσαο νόστον. 4.740. ἔλπομαι οὐκ ἐπὶ δήν σε βαρὺν χόλον Αἰήταο 4.741. ἐκφυγέειν· τάχα δʼ εἶσι καὶ Ἑλλάδος ἤθεα γαίης 4.742. τισόμενος φόνον υἷος, ὅτʼ ἄσχετα ἔργʼ ἐτέλεσσας. 4.743. ἀλλʼ ἐπεὶ οὖν ἱκέτις καὶ ὁμόγνιος ἔπλευ ἐμεῖο 4.744. ἄλλο μὲν οὔτι κακὸν μητίσομαι ἐνθάδʼ ἰούσῃ· 4.745. ἔρχεο δʼ ἐκ μεγάρων ξείνῳ συνοπηδὸς ἐοῦσα 4.746. ὅντινα τοῦτον ἄιστον ἀείραο πατρὸς ἄνευθεν· 4.747. μηδέ με γουνάσσηαι ἐφέστιος, οὐ γὰρ ἔγωγε 4.748. αἰνήσω βουλάς τε σέθεν καὶ ἀεικέα φύξιν.’ 4.749. ὧς φάτο· τὴν δʼ ἀμέγαρτον ἄχος λάβεν· ἀμφὶ δὲ πέπλον 4.750. ὀφθαλμοῖσι βαλοῦσα γόον χέεν, ὄφρα μιν ἥρως 4.751. χειρὸς ἐπισχόμενος μεγάρων ἐξῆγε θύραζε 4.752. δείματι παλλομένην· λεῖπον δʼ ἀπὸ δώματα Κίρκης. 4.982. ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο 4.983. ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος 4.984. ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις--ἵλατε Μοῦσαι 4.985. οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος--ᾧ ἀπὸ πατρὸς 4.986. μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς 4.987. κλείουσι χθονίης καλαμητόμον ἔμμεναι ἅρπην. 4.988. Δηὼ γὰρ κείνῃ ἐνὶ δή ποτε νάσσατο γαίῃ 4.989. Τιτῆνας δʼ ἔδαε στάχυν ὄμπνιον ἀμήσασθαι 4.990. Μάκριδα φιλαμένη. Δρεπάνη τόθεν ἐκλήισται 4.991. οὔνομα, Φαιήκων ἱερὴ τροφός· ὧς δὲ καὶ αὐτοὶ 4.992. αἵματος Οὐρανίοιο γένος Φαίηκες ἔασιν. 4.993. τοὺς Ἀργὼ πολέεσσιν ἐνισχομένη καμάτοισιν 4.994. Θρινακίης αὔρῃς ἵκετʼ ἐξ ἁλός· οἱ δʼ ἀγανῇσιν 4.995. Ἀλκίνοος λαοί τε θυηπολίῃσιν ἰόντας 4.996. δειδέχατʼ ἀσπασίως· ἐπὶ δέ σφισι καγχαλάασκεν 4.997. πᾶσα πόλις· φαίης κεν ἑοῖς ἐπὶ παισὶ γάνυσθαι. 4.998. καὶ δʼ αὐτοὶ ἥρωες ἀνὰ πληθὺν κεχάροντο 4.999. τῷ ἴκελοι, οἷόν τε μεσαιτάτῃ ἐμβεβαῶτες 4.1000. Αἱμονίῃ· μέλλον δὲ βοῇ ἔνι θωρήξεσθαι· 4.1001. ὧδε μάλʼ ἀγχίμολον στρατὸς ἄσπετος ἐξεφαάνθη 4.1002. Κόλχων, οἳ Πόντοιο κατὰ στόμα καὶ διὰ πέτρας 4.1003. Κυανέας μαστῆρες ἀριστήων ἐπέρησαν. 4.1004. Μήδειαν δʼ ἔξαιτον ἑοῦ ἐς πατρὸς ἄγεσθαι 4.1005. ἵεντʼ ἀπροφάτως, ἠὲ στονόεσσαν ἀυτὴν 4.1006. νωμήσειν χαλεπῇσιν ὁμόκλεον ἀτροπίῃσιν 4.1007. αὖθί τε καὶ μετέπειτα σὺν Αἰήταο κελεύθῳ. 4.1008. ἀλλά σφεας κατέρυκεν ἐπειγομένους πολέμοιο 4.1009. κρείων Ἀλκίνοος. λελίητο γὰρ ἀμφοτέροισιν 4.1010. δηιοτῆτος ἄνευθεν ὑπέρβια νείκεα λῦσαι. 4.1011. κούρη δʼ οὐλομένῳ ὑπὸ δείματι πολλὰ μὲν αὐτοὺς 4.1012. Αἰσονίδεω ἑτάρους μειλίσσετο, πολλὰ δὲ χερσὶν 4.1013. Ἀρήτης γούνων ἀλόχου θίγεν Ἀλκινόοιο· 4.1014. ‘γουνοῦμαι, βασίλεια· σὺ δʼ ἵλαθι, μηδέ με Κόλχοις 4.1015. ἐκδώῃς ᾧ πατρὶ κομιζέμεν, εἴ νυ καὶ αὐτὴ 4.1016. ἀνθρώπων γενεῆς μία φέρβεαι, οἷσιν ἐς ἄτην 4.1017. ὠκύτατος κούφῃσι θέει νόος ἀμπλακίῃσιν. 4.1018. ὡς ἐμοὶ ἐκ πυκιναὶ ἔπεσον φρένες, οὐ μὲν ἕκητι 4.1019. μαργοσύνης. ἴστω δʼ ἱερὸν φάος Ἠελίοιο 4.1020. ἴστω νυκτιπόλου Περσηίδος ὄργια κούρης 4.1021. μὴ μὲν ἐγὼν ἐθέλουσα σὺν ἀνδράσιν ἀλλοδαποῖσιν 4.1022. κεῖθεν ἀφωρμήθην· στυγερὸν δέ με τάρβος ἔπεισεν 4.1023. τῆσγε φυγῆς μνήσασθαι, ὅτʼ ἤλιτον· οὐδέ τις ἄλλη 4.1024. μῆτις ἔην. ἔτι μοι μίτρη μένει, ὡς ἐνὶ πατρὸς 4.1025. δώμασιν, ἄχραντος καὶ ἀκήρατος. ἀλλʼ ἐλέαιρε 4.1026. πότνα, τεόν τε πόσιν μειλίσσεο· σοὶ δʼ ὀπάσειαν 4.1027. ἀθάνατοι βίοτόν τε τελεσφόρον ἀγλαΐην τε 4.1028. καὶ παῖδας καὶ κῦδος ἀπορθήτοιο πόληος.’ 4.1029. τοῖα μὲν Ἀρήτην γουνάζετο δάκρυ χέουσα· 4.1030. τοῖα δʼ ἀριστήων ἐπαμοιβαδὶς ἄνδρα ἕκαστον· 4.1031. ‘ὑμέων, ὦ πέρι δὴ μέγα φέρτατοι, ἀμφί τʼ ἀέθλοις 4.1032. ὧν κάμον ὑμετέροισιν, ἀτύζομαι· ἧς ἰότητι 4.1033. ταύρους τʼ ἐζεύξασθε, καὶ ἐκ θέρος οὐλοὸν ἀνδρῶν 4.1034. κείρατε γηγενέων· ἧς εἵνεκεν Αἱμονίηνδε 4.1035. χρύσεον αὐτίκα κῶας ἀνάξετε νοστήσαντες. 4.1036. ἥδʼ ἐγώ, ἣ πάτρην τε καὶ οὓς ὤλεσσα τοκῆας 4.1037. ἣ δόμον, ἣ σύμπασαν ἐυφροσύνην βιότοιο· 4.1038. ὔμμι δὲ καὶ πάτρην καὶ δώματα ναιέμεν αὖτις 4.1039. ἤνυσα· καὶ γλυκεροῖσιν ἔτʼ εἰσόψεσθε τοκῆας 4.1040. ὄμμασιν· αὐτὰρ ἐμοὶ ἀπὸ δὴ βαρὺς εἵλετο δαίμων 4.1041. ἀγλαΐας· στυγερὴ δὲ σὺν ὀθνείοις ἀλάλημαι. 4.1042. δείσατε συνθεσίας τε καὶ ὅρκια, δείσατʼ Ἐρινὺν 4.1043. Ἱκεσίην, νέμεσίν τε θεῶν, ἐς χεῖρας ἰοῦσαν 4.1044. Αἰήτεω λώβῃ πολυπήμονι δῃωθῆναι. 4.1045. οὐ νηούς, οὐ πύργον ἐπίρροθον, οὐκ ἀλεωρὴν 4.1046. ἄλλην, οἰόθι δὲ προτιβάλλομαι ὑμέας αὐτους. 4.1047. σχέτλιοι ἀτροπίης καὶ ἀνηλέες· οὐδʼ ἐνὶ θυμῷ 4.1048. αἰδεῖσθε ξείνης μʼ ἐπὶ γούνατα χεῖρας ἀνάσσης 4.1049. δερκόμενοι τείνουσαν ἀμήχανον· ἀλλά κε πᾶσιν 4.1050. κῶας ἑλεῖν μεμαῶτες, ἐμίξατε δούρατα Κόλχοις 4.1052. ἠνορέης, ὅτε μοῦνοι ἀποτμηγέντες ἔασιν.’ 4.1053. ὧς φάτο λισσομένη· τῶν δʼ ὅντινα γουνάζοιτο 4.1054. ὅς μιν θαρσύνεσκεν ἐρητύων ἀχέουσαν. 4.1055. σεῖον δʼ ἐγχείας εὐήκεας ἐν παλάμῃσιν 4.1056. φάσγανά τʼ ἐκ κολεῶν. οὐδὲ σχήσεσθαι ἀρωγῆς 4.1057. ἔννεπον, εἴ κε δίκης ἀλιτήμονος ἀντιάσειεν. 4.1058. στρευγομένοις δʼ ἀνʼ ὅμιλον ἐπήλυθεν εὐνήτειρα 4.1059. νὺξ ἔργων ἄνδρεσσι, κατευκήλησε δὲ πᾶσαν 4.1060. γαῖαν ὁμῶς· τὴν δʼ οὔτι μίνυνθά περ εὔνασεν ὕπνος 4.1061. ἀλλά οἱ ἐν στέρνοις ἀχέων εἱλίσσετο θυμός. 4.1062. οἷον ὅτε κλωστῆρα γυνὴ ταλαεργὸς ἑλίσσει 4.1063. ἐννυχίη· τῇ δʼ ἀμφὶ κινύρεται ὀρφανὰ τέκνα 4.1064. χηροσύνῃ πόσιος· σταλάει δʼ ὑπὸ δάκρυ παρειὰς 4.1065. μνωομένης, οἵη μιν ἐπὶ σμυγερὴ λάβεν αἶσα· 4.1066. ὧς τῆς ἰκμαίνοντο παρηίδες· ἐν δέ οἱ ἦτορ 4.1067. ὀξείῃς εἰλεῖτο πεπαρμένον ἀμφʼ ὀδύνῃσιν. 4.1068. τὼ δʼ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν 4.1069. κρείων Ἀλκίνοος πολυπότνιά τʼ Ἀλκινόοιο 4.1070. Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον 4.1071. οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δʼ ἀκοίτην 4.1072. κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις· 4.1073. ‘ναὶ φίλος, εἰ δʼ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων 4.1074. παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι δʼ Ἄργος 4.1075. ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες· 4.1076. Αἰήτης δʼ οὔτʼ ἂρ ναίει σχεδόν, οὐδέ τι ἴδμεν 4.1077. Αἰήτην, ἀλλʼ οἶον ἀκούομεν· ἥδε δὲ κούρη 4.1078. αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα. 4.1079. μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι. 4.1080. ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν 4.1081. φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλὰ 4.1082. ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν 4.1083. πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων 4.1084. ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις 4.1085. κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν 4.1086. τῶ, φίλε, μήτʼ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι 4.1087. θείης Αἰσονίδην, μήτʼ ἄσχετα σεῖο ἕκητι 4.1088. παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο. 4.1089. λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες· 4.1090. οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς· 4.1091. οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματʼ ἀνέτλη 4.1092. πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδʼ ἀποτηλοῦ 4.1093. ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα 4.1094. πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ 4.1095. ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.’ 4.1096. ὧς ἔφατʼ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντυ 4.1097. ἧς ἀλόχου μύθοισιν, ἔπος δʼ ἐπὶ τοῖον ἔειπεν· 4.1098. ‘Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι 4.1099. Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης. 4.1100. ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι. 4.1101. οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις 4.1102. λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο. 4.1103. καί κʼ ἐθέλων, ἕκαθέν περ, ἐφʼ Ἑλλάδι νεῖκος ἄγοιτο. 4.1104. τῶ μʼ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη 4.1105. ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω. 4.1106. παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι 4.1107. ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν 4.1108. οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην 4.1109. εἴ τινʼ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.’ 4.1110. ὧς ἄρʼ ἔφη· καὶ τὸν μέν ἐπισχεδὸν εὔνασεν ὕπνος. 4.1111. ἡ δʼ ἔπος ἐν θυμῷ πυκινὸν βάλετʼ· αὐτίκα δʼ ὦρτο 4.1112. ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες 4.1113. ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι. 4.1114. σῖγα δʼ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν 4.1115. ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι 4.1116. Αἰσονίδην κούρῃ, μηδʼ Ἀλκίνοον βασιλῆα 4.1117. λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει 4.1118. παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρὸς 4.1119. ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν 4.1120. οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος. 4.1121. ὧς ἄρʼ ἔφη· τὸν δʼ αἶψα πόδες φέρον ἐκ μεγάροιο 4.1122. ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν 4.1123. Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο. 4.1124. τοὺς δʼ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας 4.1125. Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δʼ ἄρα πᾶσαν 4.1126. πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου 4.1127. ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν. 4.1128. αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν 4.1129. ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλʼ ἐρύσαντες 4.1130. αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνὴν 4.1131. ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν 4.1132. κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων 4.1133. ἔργα πολυκμήτοιό τʼ ἀνεύρατο πῖαρ ἐλαίης. 4.1134. κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα 4.1135. Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ 4.1136. δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν 4.1137. εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δʼ Ἥρη 4.1138. καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου. 4.1139. ἡ δʼ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ 4.1140. νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν. 4.1141. ἔνθα τότʼ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δʼ ὕπερθεν 4.1142. χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο 4.1143. τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν 4.1144. νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις 4.1145. ἐσφόρεον· πάσας δὲ πυρὸς ὣς ἄμφεπεν αἴγλη· 4.1146. τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος. 4.1147. δαῖε δʼ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δʼ ἑκάστην 4.1148. αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι. 4.1149. αἱ μέν τʼ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες· 4.1150. αἱ δʼ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο· 4.1151. αἱ δʼ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτὴ 4.1152. Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα. 4.1153. κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον 4.1154. Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν 4.1155. τεινάμεναι ἑανοὺς εὐώδεας. οἱ δʼ ἐνὶ χερσὶν 4.1156. δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκὴν 4.1157. δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος 4.1158. κράατα δʼ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν 4.1159. ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος 4.1160. νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον. 4.1161. οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι 4.1162. ἥρως Αἰσονίδης, μεγάροις δʼ ἐνὶ πατρὸς ἑοῖο 4.1163. νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὧς δὲ καὶ αὐτὴ 4.1164. Μήδεια φρονέεσκε· τότʼ αὖ χρεὼ ἦγε μιγῆναι. 4.1165. ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων 4.1166. τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεὶ 4.1167. πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη. 4.1168. τῶ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι 4.1169. δεῖμʼ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο. 4.1170. Ἠὼς δʼ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν 4.1171. λῦε κελαινὴν νύκτα διʼ ἠέρος· αἱ δʼ ἐγέλασσαν 4.1172. ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν 4.1173. ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς· 4.1174. κίνυντʼ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δʼ ἀποτηλοῦ 4.1175. Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο. 4.1176. αὐτίκα δʼ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν 4.1177. ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δʼ ὅγε χειρὶ 4.1178. σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοὶ 4.1179. ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας. 4.1180. τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες 4.1181. Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο. 4.1182. ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων 4.1183. βαῖνον ἐποψόμεναι· σὺν δʼ ἀνέρες ἀγροιῶται 4.1184. ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν 4.1185. Ἥρη ἐπιπροέηκεν. ἄγεν δʼ ὁ μὲν ἔκκριτον ἄλλων 4.1186. ἀρνειὸν μήλων, ὁ δʼ ἀεργηλὴν ἔτι πόρϝιν· 4.1187. ἄλλοι δʼ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου 4.1188. κίρνασθαι· θυέων δʼ ἀποϝηλόθι κήκιε λιγνύς. 4.1189. αἱ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες 4.1190. μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν 4.1191. ἀγλαΐην, οἵην τε νεόζυγες ἐντύνονται· 4.1192. θάμβευν δʼ εἰσορόωσαι ἀριπρεπέων ἡρώων 4.1193. εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο 4.1194. υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς 4.1195. ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. 4.1196. νύμφαι δʼ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο 4.1197. ἱμερόενθʼ ὑμέναιον ἀνήπυον· ἄλλοτε δʼ αὖτε 4.1198. οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον 4.1199. Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας 4.1200. Ἀρήτῃ, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο. 4.1201. αὐτὰρ ὅγʼ ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατʼ ἔειπεν 4.1202. ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο 4.1203. ἔμπεδον ὧς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος 4.1204. οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο 4.1205. μήνιες, ἀρρήκτοισι δʼ ἐνιζεύξας ἔχεν ὅρκοις. 4.1206. τῶ καὶ ὅτʼ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες 4.1207. καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν 4.1208. ἢ λιμένων γαίης τʼ ἀποτηλόθι νῆας ἐέργειν 4.1209. δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντας ἐνιπὰς 4.1210. δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ 4.1211. δὴν μάλα Φαιήκεσσι μετʼ ἀνδράσι ναιετάασκον 4.1212. εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες 4.1213. ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἱ δὲ περαίην 4.1214. νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων 4.1215. οὔρεα, Νεσταίους τε καὶ Ὤρικον εἰσαφικέσθαι· 4.1216. ἀλλὰ τὰ μὲν στείχοντος ἄδην αἰῶνος ἐτύχθη. 4.1217. Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται 4.1218. καὶ Νυμφέων Νομίοιο καθʼ ἱερὸν Λ̓πόλλωνος 4.1219. βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δʼ ἰοῦσιν 4.1220. Λ̓λκίνοος Μινύαις ξεινήια, πολλὰ δʼ ὄπασσεν 4.1221. Λ̓ρήτη· μετὰ δʼ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι 4.1222. Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.
4. Statius, Thebais, 5.28-5.498 (1st cent. CE - 1st cent. CE)

5. Valerius Flaccus Gaius, Argonautica, 2.78-2.310, 2.408-2.417, 2.497-2.550, 3.81-3.82, 3.300-3.301, 3.306-3.308, 3.581-3.593 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 366
actaeon Bernabe et al., Redefining Dionysos (2013) 210
aeetes Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
agave Bernabe et al., Redefining Dionysos (2013) 210
aietes Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
alcinous Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 366; Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
amasis Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
amazons Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
amphion Bernabe et al., Redefining Dionysos (2013) 210
amycus Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
antiope Bernabe et al., Redefining Dionysos (2013) 210
apollonius of rhodes, argonautica, intertextual aspects, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
apollonius of rhodes, argonautica Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
apollonius rhodius Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118, 366
archaic Bernabe et al., Redefining Dionysos (2013) 210
arete, queen of scheria Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
arete (queen) Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
argos, son of phrixus Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
atamante Bernabe et al., Redefining Dionysos (2013) 210
autonoe Bernabe et al., Redefining Dionysos (2013) 210
bacchiadae Bernabe et al., Redefining Dionysos (2013) 210
cambyses Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
cave Bernabe et al., Redefining Dionysos (2013) 210
circe Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118; Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
civil war Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118, 366
colchis, colchians Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
colchis, colchoi Bernabe et al., Redefining Dionysos (2013) 210
colchis Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118, 366
corcyra Bernabe et al., Redefining Dionysos (2013) 210
corinth, corinthian Bernabe et al., Redefining Dionysos (2013) 210
corinth Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
cult, cultic acts for specific cults, the corresponding god or place Bernabe et al., Redefining Dionysos (2013) 210
cyclops, cyclopes Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
cyzicus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118, 366; Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
dionysos Bernabe et al., Redefining Dionysos (2013) 210
doliones Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
drepane Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
dryope Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
ekphrasis Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 366
ephyra Bernabe et al., Redefining Dionysos (2013) 210
epimetheus Bernabe et al., Redefining Dionysos (2013) 210
epopeus Bernabe et al., Redefining Dionysos (2013) 210
europa character Bernabe et al., Redefining Dionysos (2013) 210
exile Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
glaucus Bernabe et al., Redefining Dionysos (2013) 210
golden fleece Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 366
harmonia Bernabe et al., Redefining Dionysos (2013) 210
hera Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
hercules Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
hesione Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
hylas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
hypsipyle Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118, 366
ino Bernabe et al., Redefining Dionysos (2013) 210
intertextuality, allusion, two-tier intertextuality, model Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality, allusion Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality, future reflexive mode Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
intertextuality, imitation Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
ixion Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
jason Bernabe et al., Redefining Dionysos (2013) 210; Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
juno (see also hera) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
kadmos, kadmeian Bernabe et al., Redefining Dionysos (2013) 210
katapontismos' Bernabe et al., Redefining Dionysos (2013) 210
kings Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
learchus Bernabe et al., Redefining Dionysos (2013) 210
leda Bernabe et al., Redefining Dionysos (2013) 210
lemnos Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
lycurgus Bernabe et al., Redefining Dionysos (2013) 210
macris Bernabe et al., Redefining Dionysos (2013) 210
marriage Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
mars Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
medea Bernabe et al., Redefining Dionysos (2013) 210; Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137; Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118, 366; Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200; Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
melikertes Bernabe et al., Redefining Dionysos (2013) 210
melissus Bernabe et al., Redefining Dionysos (2013) 210
monarchy Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
mopsus Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
nausicaa Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
oceanos Bernabe et al., Redefining Dionysos (2013) 210
odysseus, narrator Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
odysseus Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
pelias Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
pentheus Bernabe et al., Redefining Dionysos (2013) 210
persia, persians Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
phaeacians Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
phrixus Morrison, Apollonius Rhodius, Herodotus and Historiography (2020) 200
pio, giovan battista (johannes baptista pius)\u2003 Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 366
plots Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
polydoros Bernabe et al., Redefining Dionysos (2013) 210
purification Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
reception Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 366
ritual Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
semele Bernabe et al., Redefining Dionysos (2013) 210
statius Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
story Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
thestius Bernabe et al., Redefining Dionysos (2013) 210
thetis Bernabe et al., Redefining Dionysos (2013) 210
third ways Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
transcendence Roumpou, Ritual and the Poetics of Closure in Flavian Literature (2023) 177
troy Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
venus (see also aphrodite) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
vergil, aeneid, intertextual identity, argonautic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
vergil, aeneid, intertextual identity, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 137
vulcan Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 118
zethus Bernabe et al., Redefining Dionysos (2013) 210
zeus Bernabe et al., Redefining Dionysos (2013) 210