Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 3.915-3.946
NaN
NaN
NaN
NaN


ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν, <Never yet had there been such a man in the days of old, neither of all the heroes of the lineage of Zeus himself, nor of those who sprung from the blood of the other gods, as on that day the bride of Zeus made Jason, both to look upon and to hold converse with. Even his comrades wondered as they gazed upon him, radiant with manifold Graces; and the son of Ampycus rejoiced in their journey, already foreboding how all would end.
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ <Now by the path along the plain there stands near the shrine a poplar with its crown of countless leaves, whereon often chattering crows would roost. One of them meantime as she clapped her wings aloft in the branches uttered the counsels of Hera: "What a pitiful seer is this, that has not the wit to conceive even what children know, how that no maiden will say a word of sweetness or love to a youth when strangers be near. Begone, sorry prophet, witless one; on thee neither Cypris nor the gentle Loves breathe in their kindness.
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας <She spake chiding, and Mopsus smiled to hear the god-sent voice of the bird, and thus addressed them: "Do thou, son of Aeson, pass on to the temple, where thou wilt find the maiden; and very kind will her greeting be to thee through the prompting of Cypris, who will be thy helpmate in the contest, even as Phineus, Agenor's son, foretold. But we two, Argus and I, will await thy return, apart in this very spot; do thou all alone be a suppliant and win her over with prudent words.
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

6 results
1. Homer, Odyssey, 6.102-6.108 (8th cent. BCE - 7th cent. BCE)

2. Euripides, Medea, 1379 (5th cent. BCE - 5th cent. BCE)

3. Apollonius of Rhodes, Argonautica, 3.304-3.448, 3.869-3.886, 3.916-3.946, 3.956-3.1145, 3.1194-3.1224, 3.1248-3.1255, 3.1268-3.1277, 3.1347-3.1348, 4.75-4.81, 4.338-4.349 (3rd cent. BCE - 3rd cent. BCE)

3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.347. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.874. τρώχων εὐρεῖαν κατʼ ἀμαξιτόν· ἂν δὲ χιτῶνας 3.875. λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον. 3.876. οἵη δὲ λιαροῖσιν ἐφʼ ὕδασι Παρθενίοιο 3.877. ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο 3.878. χρυσείοις Λητωὶς ἐφʼ ἅρμασιν ἑστηυῖα 3.879. ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας 3.880. τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης· 3.881. τῇ δʼ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπʼ αὐτῆς 3.882. ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι 3.883. ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες 3.884. κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν· 3.885. ὧς αἵγʼ ἐσσεύοντο διʼ ἄστεος· ἀμφὶ δὲ λαοὶ 3.886. εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης. 3.916. ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος 3.917. Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν 3.918. οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν. 3.919. ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν 3.920. οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων 3.921. ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν 3.922. οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ 3.923. ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι. 3.924. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι 3.925. λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ 3.926. Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα. 3.927. ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ 3.928. αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα 3.929. τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι. 3.930. τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα 3.931. ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς· 3.932. ‘Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν 3.933. οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν 3.934. οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο 3.935. ἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. 3.936. ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις 3.937. οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.’ 3.938. Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας 3.939. ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν· 3.940. ‘τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην 3.941. δήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσεις 3.942. Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων 3.943. ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς. 3.944. νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι 3.945. τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸς 3.946. λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.’ 3.956. αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἐελδομένῃ ἐφαάνθη 3.957. ὑψόσʼ ἀναθρώσκων ἅ τε Σείριος Ὠκεανοῖο 3.958. ὃς δή τοι καλὸς μὲν ἀρίζηλός τʼ ἐσιδέσθαι 3.959. ἀντέλλει, μήλοισι δʼ ἐν ἄσπετον ἧκεν ὀιζύν· 3.960. ὧς ἄρα τῇ καλὸς μὲν ἐπήλυθεν εἰσοράασθαι 3.961. Αἰσονίδης, κάματον δὲ δυσίμερον ὦρσε φαανθείς. 3.962. ἐκ δʼ ἄρα οἱ κραδίη στηθέων πέσεν, ὄμματα δʼ αὔτως 3.963. ἤχλυσαν· θερμὸν δὲ παρηίδας εἷλεν ἔρευθος. 3.964. γούνατα δʼ οὔτʼ ὀπίσω οὔτε προπάροιθεν ἀεῖραι 3.965. ἔσθενεν, ἀλλʼ ὑπένερθε πάγη πόδας. αἱ δʼ ἄρα τείως 3.966. ἀμφίπολοι μάλα πᾶσαι ἀπὸ σφείων ἐλίασθεν. 3.967. τὼ δʼ ἄνεῳ καὶ ἄναυδοι ἐφέστασαν ἀλλήλοισιν 3.968. ἢ δρυσίν, ἢ μακρῇσιν ἐειδόμενοι ἐλάτῃσιν 3.969. αἵ τε παρᾶσσον ἕκηλοι ἐν οὔρεσιν ἐρρίζωνται 3.970. νηνεμίῃ· μετὰ δʼ αὖτις ὑπὸ ῥιπῆς ἀνέμοιο 3.971. κινύμεναι ὁμάδησαν ἀπείριτον· ὧς ἄρα τώγε 3.972. μέλλον ἅλις φθέγξασθαι ὑπὸ πνοιῇσιν Ἔρωτος. 3.973. γνῶ δέ μιν Αἰσονίδης ἄτῃ ἐνιπεπτηυῖαν 3.974. θευμορίῃ, καὶ τοῖον ὑποσσαίνων φάτο μῦθον· 3.975. ‘τίπτε με, παρθενική, τόσον ἅζεαι, οἶον ἐόντα; 3.976. οὔ τοι ἐγών, οἷοί τε δυσαυχέες ἄλλοι ἔασιν 3.977. ἀνέρες, οὐδʼ ὅτε περ πάτρῃ ἔνι ναιετάασκον 3.978. ἦα πάρος. τῶ μή με λίην ὑπεραίδεο, κούρη 3.979. ἤ τι παρεξερέεσθαι, ὅ τοι φίλον, ἠέ τι φάσθαι. 3.980. ἀλλʼ ἐπεὶ ἀλλήλοισιν ἱκάνομεν εὐμενέοντες 3.981. χώρῳ ἐν ἠγαθέῳ, ἵνα τʼ οὐ θέμις ἔστʼ ἀλιτέσθαι 3.982. ἀμφαδίην ἀγόρευε καὶ εἴρεο· μηδέ με τερπνοῖς 3.983. φηλώσῃς ἐπέεσσιν, ἐπεὶ τὸ πρῶτον ὑπέστης 3.984. αὐτοκασιγνήτῃ μενοεικέα φάρμακα δώσειν. 3.985. πρός σʼ αὐτῆς Ἑκάτης μειλίσσομαι ἠδὲ τοκήων 3.986. καὶ Διός, ὃς ξείνοις ἱκέτῃσί τε χεῖρʼ ὑπερίσχει· 3.987. ἀμφότερον δʼ, ἱκέτης ξεῖνός τέ τοι ἐνθάδʼ ἱκάνω 3.988. χρειοῖ ἀναγκαίῃ γουνούμενος. οὐ γὰρ ἄνευθεν 3.989. ὑμείων στονόεντος ὑπέρτερος ἔσσομʼ ἀέθλου. 3.990. σοὶ δʼ ἂν ἐγὼ τίσαιμι χάριν μετόπισθεν ἀρωγῆς 3.991. ἣ θέμις, ὡς ἐπέοικε διάνδιχα ναιετάοντας 3.992. οὔνομα καὶ καλὸν τεύχων κλέος· ὧς δὲ καὶ ὧλλοι 3.993. ἥρωες κλῄσουσιν ἐς Ἑλλάδα νοστήσαντες 3.994. ἡρώων τʼ ἄλοχοι καὶ μητέρες, αἵ νύ που ἤδη 3.995. ἡμέας ἠιόνεσσιν ἐφεζόμεναι γοάουσιν· 3.996. τάων ἀργαλέας κεν ἀποσκεδάσειας ἀνίας. 3.997. δή ποτε καὶ Θησῆα κακῶν ὑπελύσατʼ ἀέθλων 3.998. παρθενικὴ Μινωὶς ἐυφρονέουσʼ Ἀριάδνη 3.999. ἥν ῥά τε Πασιφάη κούρη τέκεν Ἠελίοιο. 3.1000. ἀλλʼ ἡ μὲν καὶ νηός, ἐπεὶ χόλον εὔνασε Μίνως 3.1001. σὺν τῷ ἐφεζομένη πάτρην λίπε· τὴν δὲ καὶ αὐτοὶ 3.1002. ἀθάνατοι φίλαντο, μέσῳ δέ οἱ αἰθέρι τέκμαρ 3.1003. ἀστερόεις στέφανος, τόν τε κλείουσʼ Ἀριάδνης 3.1004. πάννυχος οὐρανίοισιν ἑλίσσεται εἰδώλοισιν. 3.1005. ὧς καὶ σοὶ θεόθεν χάρις ἔσσεται, εἴ κε σαώσῃς 3.1006. τόσσον ἀριστήων ἀνδρῶν στόλον. ἦ γὰρ ἔοικας 3.1007. ἐκ μορφῆς ἀγανῇσιν ἐπητείῃσι κεκάσθαι.’ 3.1008. ὧς φάτο κυδαίνων· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα 3.1009. νεκτάρεον μείδησʼ ἐχύθη δέ οἱ ἔνδοθι θυμὸς 3.1010. αἴνῳ ἀειρομένης, καὶ ἀνέδρακεν ὄμμασιν ἄντην· 3.1011. οὐδʼ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο 3.1012. ἀλλʼ ἄμυδις μενέαινεν ἀολλέα πάντʼ ἀγορεῦσαι. 3.1013. προπρὸ δʼ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης 3.1014. φάρμακον· αὐτὰρ ὅγʼ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς. 3.1015. καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα 3.1016. ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι· 3.1017. τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο 3.1018. στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δʼ ἀμαρυγὰς 3.1019. ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω 3.1020. τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση 3.1021. τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν. 3.1022. ἄμφω δʼ ἄλλοτε μέν τε κατʼ οὔδεος ὄμματʼ ἔρειδον 3.1023. αἰδόμενοι, ὁτὲ δʼ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς 3.1024. ἱμερόεν φαιδρῇσιν ὑπʼ ὀφρύσι μειδιόωντες. 3.1025. ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη· 3.1026. ‘φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομʼ ἀρωγήν. 3.1027. εὖτʼ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ 3.1028. ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας 3.1029. δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας 3.1030. ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο 3.1031. οἶος ἄνευθʼ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν 3.1032. βόθρον ὀρύξασθαι περιηγέα· τῷ δʼ ἔνι θῆλυν 3.1033. ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι 3.1034. αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ. 3.1035. μουνογενῆ δʼ Ἑκάτην Περσηίδα μειλίσσοιο 3.1036. λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων. 3.1037. ἔνθα δʼ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι 3.1038. ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος 3.1039. ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω 3.1040. ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας 3.1041. οὐδʼ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς. 3.1042. ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτʼ ἀλοιφῇ 3.1043. γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ 3.1044. ἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης 3.1045. ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. 3.1046. πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω 3.1047. καὶ ξίφος. ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ 3.1048. γηγενέων ἀνδρῶν, οὐδʼ ἄσχετος ἀίσσουσα 3.1049. φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν 3.1050. ἔσσεαι, ἀλλʼ αὐτῆμαρ· ὅμως σύγε μή ποτʼ ἀέθλου 3.1051. χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομʼ ὄνειαρ. 3.1052. αὐτίκʼ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν 3.1053. χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς 3.1054. οἱ δʼ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες 3.1055. σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων 3.1056. αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς 3.1057. λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δʼ ἂν ἐπʼ αὐτῷ 3.1058. καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν 3.1059. ἀλλήλους· καὶ δʼ αὐτὸς ἐπείγεο δηιοτῆτος 3.1060. ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γʼ ἕκητι 3.1061. οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δʼ ἔμπης 3.1062. ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.’ 3.1063. ὧς ἄρʼ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα 3.1064. θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν 3.1065. μυρομένη, ὅ τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο 3.1066. πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντην 3.1067. ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς 3.1068. δεξιτερῆς· δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς· 3.1069. ‘μνώεο δʼ, ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι 3.1070. οὔνομα Μηδείης· ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος 3.1071. μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν 3.1072. δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις· 3.1073. ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο 3.1074. ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην 3.1075. ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν 3.1076. Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο.’ 3.1077. ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης 3.1078. οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα· 3.1079. ‘καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτʼ ἦμαρ 3.1080. σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε 3.1081. φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τινʼ ἄλλον 3.1082. Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον. 3.1083. εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην 3.1084. ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει. 3.1085. ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα 3.1086. πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς 3.1087. Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα 3.1088. ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς 3.1089. ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν. 3.1090. Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν. 3.1091. ἐν δʼ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι 3.1092. πολλαὶ ναιετάουσιν, ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι 3.1093. Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα 3.1094. Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο 3.1095. δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. 3.1096. ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω 3.1097. ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην 3.1098. κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην 3.1099. παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μʼ ἐρεείνεις; 3.1100. αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως 3.1101. ἀμφʼ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη.’ 3.1102. ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν. 3.1103. τῆς δʼ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι 3.1104. καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ· 3.1105. ‘Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν. 3.1106. Αἰήτης δʼ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας 3.1107. Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδʼ Ἀριάδνῃ 3.1108. ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε. 3.1109. ἀλλʼ οἶον τύνη μὲν ἐμεῦ, ὅτʼ Ἰωλκὸν ἵκηαι 3.1110. μνώεο· σεῖο δʼ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων 3.1111. μνήσομαι. ἔλθοι δʼ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα 3.1112. ἠέ τις ἄγγελος ὄρνις, ὅτʼ ἐκλελάθοιο ἐμεῖο· 3.1113. ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν 3.1114. ἐνθένδʼ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι 3.1115. ὄφρα σʼ, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα 3.1116. μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην 3.1117. ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.’ 3.1118. ὧς ἄρʼ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν 3.1119. δάκρυα· τὴν δʼ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν· 3.1120. ‘δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας 3.1121. ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις. 3.1122. εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι 3.1123. τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε 3.1124. ἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν 3.1125. οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδʼ ἵκοντο 3.1126. σῇ βουλῇ, τῶν δʼ αὖτε κασίγνητοί τε ἔται τε 3.1127. καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται. 3.1128. ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν 3.1129. πορσυνέεις· οὐδʼ ἄμμε διακρινέει φιλότητος 3.1130. ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.’ 3.1131. ὧς φάτο· τῇ δʼ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ 3.1132. ἔμπης δʼ ἔργʼ ἀίδηλα κατερρίγησεν ἰδέσθαι. 3.1133. σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν 3.1134. Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη 3.1135. ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο 3.1136. Αἰαίη Μήδεια, λιποῦσʼ ἄπο πατρίδα γαῖαν. 3.1137. ἤδη δʼ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν 3.1138. σιγῇ ἀνιάζεσκον· ἐδεύετο δʼ ἤματος ὥρη 3.1139. ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην. 3.1140. ἡ δʼ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ 3.1141. θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν 3.1142. εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα· 3.1143. ‘ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο 3.1144. δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ 3.1145. ὀθνείων· αὖτις δʼ ἀβολήσομεν ἐνθάδʼ ἰόντες.’ 3.1194. ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων 3.1195. αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου 3.1196. ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ 3.1197. βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ 3.1198. σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα 3.1199. ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης 3.1200. Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός. 3.1201. ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν 3.1202. ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν 3.1203. ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο 3.1204. εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος 3.1205. ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν 3.1206. Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. 3.1207. πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας 3.1208. νήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν 3.1209. αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρους 3.1210. πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς 3.1211. Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων. 3.1212. καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσα 3.1213. κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν 3.1214. ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο 3.1215. σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες. 3.1216. στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε 3.1217. ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. 3.1218. πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαν 3.1219. νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην 3.1220. Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. 3.1221. Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧς 3.1222. ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισιν 3.1223. μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν 3.1224. Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα. 3.1248. ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι 3.1249. πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο 3.1250. κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως 3.1251. ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν. 3.1252. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας 3.1253. κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ 3.1254. ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν 3.1255. γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου. 3.1268. καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων 3.1269. μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες 3.1270. ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. 3.1271. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν 3.1272. ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα 3.1273. γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος 3.1274. κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. 3.1275. τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων 3.1276. τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν 3.1277. τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο. 3.1347. γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι 3.1348. θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων 4.75. τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλου 4.76. Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως 4.77. ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. 4.78. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης 4.79. βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων 4.80. ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος 4.81. υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε 4.338. ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι 4.339. παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν 4.340. συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο 4.341. κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη 4.342. Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους 4.343. ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν 4.344. εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων· 4.345. αὐτὰρ Μήδειάν γε--τὸ γὰρ πέλεν ἀμφήριστον-- 4.346. παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου 4.347. εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων 4.348. εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν 4.349. εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.
4. Ovid, Metamorphoses, 7.74-7.99, 8.213-8.215 (1st cent. BCE - 1st cent. CE)

5. Vergil, Aeneis, 1.498-1.504 (1st cent. BCE - 1st cent. BCE)

1.498. Dido, assembling her few trusted friends 1.499. prepared her flight. There rallied to her cause 1.500. all who did hate and scorn the tyrant king 1.501. or feared his cruelty. They seized his ships 1.502. which haply rode at anchor in the bay 1.503. and loaded them with gold; the hoarded wealth 1.504. of vile and covetous Pygmalion
6. Valerius Flaccus Gaius, Argonautica, 1.704-1.708, 3.517-3.525, 3.545-3.564, 3.567, 4.674-4.675, 4.704-4.705, 7.26-7.27, 7.32-7.100, 7.323-7.325, 7.375-7.379, 7.388, 7.593, 7.614-7.615, 8.20-8.23, 8.385-8.404 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
acropolis, in the aeneid Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 121
aeetes Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
aeneas, as jason Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 121
aeneas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180, 227
apollonius of rhodes, on medea Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 121
apollonius rhodius Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180
argus (argonaut) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203, 227
artemis Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 121
carthaginians, in the aeneid Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 121
carthaginians, portrait of Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 121
colchis Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180
daedalus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203
dido Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
euripides Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203
golden fleece Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
hecate Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203
hera (see also juno) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203, 227
hercules Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180
homer Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180
hylas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180
icarus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203
ino Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203
iris Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203
juno (see also hera) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180, 203, 227
medea Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180, 203, 227
mopsus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203, 227
nausicaa Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
ovid Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180, 203
pentheus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203
pharsalus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
pompey Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
simile' Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203
simile Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180
symplegades (cyanaean rocks) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180
telamon Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
turnus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
venus (see also aphrodite) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 203
virgil Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 180