Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 3.540-3.554


ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. <Thus he spake, and the gods in their goodwill gave them a sign. A trembling dove in her flight from a mighty hawk fell from on high, terrified, into the lap of Aeson's son, and the hawk fell impaled on the stern-ornament. And quickly Mopsus with prophetic words spake among them all: "For you, friends, this sign has been wrought by the will of heaven; in no other way is it possible to interpret its meaning better, than to seek out the maiden and entreat her with manifold skill. And I think she will not reject our prayer, if in truth Phineus said that our return should be with the help of the Cyprian goddess. It was her gentle bird that escaped death; and as my heart within me foresees according to this omen, so may it prove! But, my friends, let us call on Cytherea to aid us, and now at once obey the counsels of Argus.
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

2 results
1. Apollonius of Rhodes, Argonautica, 3.169-3.178, 3.194-3.195, 3.302-3.448, 3.453-3.458, 3.475-3.483, 3.502-3.516, 3.541-3.554, 3.556-3.566 (3rd cent. BCE - 3rd cent. BCE)

3.302. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς 3.303. υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν· 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.347. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.453. προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα 3.454. αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο 3.455. οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζε 3.456. ἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα 3.457. ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρει 3.458. αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν. 3.502. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος 3.503. δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο 3.504. ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς 3.505. θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν· 3.506. ‘ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπα 3.507. βουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν. 3.508. εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο 3.509. ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο 3.510. ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο· 3.511. εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν 3.512. ἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλον 3.513. τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε 3.514. σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.’ 3.541. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς 3.542. ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις· 3.543. κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος 3.544. τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·
2. Valerius Flaccus Gaius, Argonautica, 1.562-1.563, 2.647, 3.553, 4.327, 4.572-4.573, 4.670-4.671, 5.1-5.62, 5.65-5.66, 5.68-5.69, 5.549-5.560, 5.562, 5.572, 5.581-5.606, 5.614, 6.736, 8.385-8.407 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
aeetes Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
amycus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
animal, divine Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 147, 153
apollonius rhodius, collective speech in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
apollonius rhodius, silence in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
apollonius rhodius Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 147, 153
argo, abandonment of Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
argus, builder of the argo Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
augeas Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
augury Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 147
bird Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 147, 153
castor Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91
colchis Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89
eagle Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 147, 153
golden fleece Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90
homer Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 153
idmon Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89
jason Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92; Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 153
juno Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 153
jupiter Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 147, 153
medea Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 92
mopsus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90; Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 153
mysia Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
omen Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 147, 153
pallas (goddess) Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 153
peleus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
phineus Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 153
phrixus, sons of Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
pollux Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
progress Mackay, Animal Encounters in Valerius Flaccus’ Argonautica (2022) 153
silence Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
speech, collective' Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89
speech, collective Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91, 92
telamon Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
tiphys Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89
valerius flaccus, collective speech in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
valerius flaccus, lament in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89
valerius flaccus, silence in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92