Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 3.475-3.483
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

3 results
1. Homer, Iliad, 6.329, 22.159-22.161 (8th cent. BCE - 7th cent. BCE)

6.329. /And at sight of him Hector rebuked him with words of shame:Strange man, thou dost not well to nurse this anger in thy heart. Thy people are perishing about the town and the steep wall in battle, and it is because of thee that the battle-cry and the war are ablaze about this city; thou wouldest thyself vent wrath on any other 22.159. /where the wives and fair daughters of the Trojans were wont to wash bright raiment of old in the time of peace, before the sons of the Achaeans came. Thereby they ran, one fleeing, and one pursuing. In front a good man fled, but one mightier far pursued him swiftly; for it was not for beast of sacrifice or for bull's hide 22.160. /that they strove, such as are men's prizes for swiftness of foot, but it was for the life of horse-taming Hector that they ran. And as when single-hooved horses that are winners of prizes course swiftly about the turning-points, and some — great prize is set forth, a tripod haply or a woman, in honour of a warrior that is dead; 22.161. /that they strove, such as are men's prizes for swiftness of foot, but it was for the life of horse-taming Hector that they ran. And as when single-hooved horses that are winners of prizes course swiftly about the turning-points, and some — great prize is set forth, a tripod haply or a woman, in honour of a warrior that is dead;
2. Apollonius of Rhodes, Argonautica, 1.462, 1.464-1.465, 1.1284-1.1344, 3.169-3.178, 3.194-3.195, 3.302-3.448, 3.453-3.458, 3.476-3.483, 3.502-3.516, 3.540-3.554, 3.556-3.566 (3rd cent. BCE - 3rd cent. BCE)

1.462. τὸν δʼ ἄρʼ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας· 1.464. αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷ 1.465. τάρβος ἐπιπλόμενον, τό τʼ ἀνάλκιδας ἄνδρας ἀτύζει; 1.1284. ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸς 1.1285. ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν 1.1286. σφωιτέρων ἑτάρων. ὁ δʼ ἀμηχανίῃσιν ἀτυχθεὶς 1.1287. οὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖον 1.1288. Αἰσονίδης· ἀλλʼ ἧστο βαρείῃ νειόθεν ἄτῃ 1.1289. θυμὸν ἔδων· Τελαμῶνα δʼ ἕλεν χόλος, ὧδέ τʼ ἔειπεν· 1.1290. ‘ἧσʼ αὔτως εὔκηλος, ἐπεί??ύ τοι ἄρμενον ἦεν 1.1291. Ἡρακλῆα λιπεῖν· σέο δʼ ἔκτοθι μῆτις ὄρωρεν 1.1292. ὄφρα τὸ κείνου κῦδος ἀνʼ Ἑλλάδα μή σε καλύψῃ 1.1293. αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον. 1.1294. ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων 1.1295. εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο.’ 1.1296. ἦ, καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε· τὼ δέ οἱ ὄσσε 1.1297. ὄστλιγγες μαλεροῖο πυρὸς ὣς ἰνδάλλοντο. 1.1298. καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο 1.1299. λαῖτμα βιησάμενοι ἀνέμου τʼ ἄλληκτον ἰωήν 1.1300. εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο 1.1301. Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν 1.1302. σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετʼ ὀπίσσω 1.1303. χερσὶν ὑφʼ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον. 1.1304. ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας 1.1305. τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν 1.1306. ἀμφʼ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν 1.1307. ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν 1.1308. κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο. 1.1309. καὶ τὰ μὲν ὧς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι. 1.1310. τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη 1.1311. Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης· 1.1312. ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθεʼ ἀείρας 1.1313. νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ 1.1314. νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν· 1.1315. ‘τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν 1.1316. Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα; 1.1317. Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι 1.1318. ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους 1.1319. ναίειν δʼ ἀθανάτοισι συνέστιον, εἴ κʼ ἔτι παύρους 1.1320. ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω. 1.1321. αὔτως δʼ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο 1.1322. πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα 1.1323. μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ. 1.1324. αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη 1.1325. ὃν πόσιν, οἷό περ οὕνεκʼ ἀποπλαγχθέντες ἔλειφθεν.’ 1.1326. ἦ, καὶ κῦμʼ ἀλίαστον ἐφέσσατο νειόθι δύψας· 1.1327. ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ 1.1328. πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα. 1.1329. γήθησαν δʼ ἥρωες· ὁ δʼ ἐσσυμένως ἐβεβήκει 1.1330. Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ 1.1331. ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε· 1.1332. ‘Αἰσονίδη, μή μοί τι χολώσεαι, ἀφραδίῃσιν 1.1333. εἴ τί περ ἀασάμην· πέρι γάρ μʼ ἄχος εἷλεν ἐνισπεῖν 1.1334. μῦθον ὑπερφίαλόν τε καὶ ἄσχετον, ἀλλʼ ἀνέμοισιν 1.1335. δώομεν ἀμπλακίην, ὡς καὶ πάρος εὐμενέοντες.’ 1.1336. τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως προσέειπεν· 1.1337. ‘ὦ πέπον, ἦ μάλα δή με κακῷ ἐκυδάσσαο μύθῳ 1.1338. φὰς ἐνὶ τοῖσιν ἅπασιν ἐνηέος ἀνδρὸς ἀλείτην 1.1339. ἔμμεναι. ἀλλʼ οὐ θήν τοι ἀδευκέα μῆνιν ἀέξω 1.1340. πρίν περ ἀνιηθείς· ἐπεὶ οὐ περὶ πώεσι μήλων 1.1341. οὐδὲ περὶ κτεάτεσσι χαλεψάμενος μενέηνας 1.1342. ἀλλʼ ἑτάρου περὶ φωτός. ἔολπα δέ τοι σὲ καὶ ἄλλῳ 1.1343. ἀμφʼ ἐμεῦ, εἰ τοιόνδε πέλοι ποτέ, δηρίσασθαι.’ 1.1344. ἦ ῥα, καὶ ἀρθμηθέντες, ὅπῃ πάρος, ἑδριόωντο. 3.302. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς 3.303. υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν· 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.347. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.453. προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα 3.454. αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο 3.455. οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζε 3.456. ἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα 3.457. ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρει 3.458. αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν. 3.502. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος 3.503. δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο 3.504. ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς 3.505. θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν· 3.506. ‘ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπα 3.507. βουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν. 3.508. εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο 3.509. ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο 3.510. ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο· 3.511. εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν 3.512. ἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλον 3.513. τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε 3.514. σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.’ 3.540. ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. 3.541. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς 3.542. ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις· 3.543. κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος 3.544. τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·
3. Valerius Flaccus Gaius, Argonautica, 1.562-1.563, 2.647, 3.553, 4.327, 5.1-5.62, 5.65-5.66, 5.68-5.69, 5.549-5.560, 5.562, 5.572, 5.581-5.606, 5.614, 6.736, 8.385-8.407 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
aeetes Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
amycus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
aphrodite de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
apollonius rhodius, collective speech in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
apollonius rhodius, silence in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
apollonius rhodius de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
argo, abandonment of Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
argus, builder of the argo Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
augeas Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
castor Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91
colchis Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89
emotions, anger/rage de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
golden fleece Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90
hector de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
heracles/hercules, greek heracles de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
idas de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
idmon Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89
intertextuality, allusion de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
intertextuality de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
jason Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92; de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
medea Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 92
mopsus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
mysia Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
paris/alexander of troy de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
peleus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
phrixus, sons of Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
pollux Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
silence Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
speech, collective Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
speech de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
telamon Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91; de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
thersites' de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 488
tiphys Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89
valerius flaccus, collective speech in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92
valerius flaccus, lament in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89
valerius flaccus, silence in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 89, 90, 91, 92