2. Apollonius of Rhodes, Argonautica, 1.1140-1.1141, 3.1-3.9, 3.11-3.167, 3.169-3.178, 3.182, 3.190-3.195, 3.200-3.266, 3.275-3.303, 3.648-3.664, 3.681-3.692, 3.802-3.824 (3rd cent. BCE - 3rd cent. BCE)
1.1140. ἡ δέ που εὐαγέεσσιν ἐπὶ φρένα θῆκε θυηλαῖς 1.1141. ἀνταίη δαίμων· τὰ δʼ ἐοικότα σήματʼ ἔγεντο. 3.1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε 3.7. μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν 3.8. Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων 3.9. ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι 3.11. ‘αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς. 3.12. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες 3.13. χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο 3.14. ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν 3.15. μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς. 3.16. ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.’ 3.17. ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν· 3.18. ‘καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν 3.19. Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω 3.20. φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει 3.21. θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.’ 3.22. ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν 3.23. ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη 3.24. τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον· 3.25. ‘δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω 3.26. παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται 3.27. κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν 3.28. θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω 3.29. κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.’ 3.30. ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ 3.31. καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν· 3.32. ‘Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων 3.33. οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. 3.34. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε 3.35. ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.’ 3.36. ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο 3.37. Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις 3.38. ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. 3.39. ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο 3.40. ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. 3.41. ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει 3.42. νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα 3.43. δαίδαλα χάλκευεν ῥιπῇ πυρόσʼ ἡ δʼ ἄρα μούνη 3.44. ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. 3.45. λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις 3.46. κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς 3.47. πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα 3.48. ἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο 3.49. εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ 3.50. ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. 3.51. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν· 3.52. ‘Ἠθεῖαι, τίς δεῦρο νόος χρειω τε κομίζει 3.53. δηναιὰς αὔτως; τί δʼ ἱκάνετον, οὔτι πάρος γε 3.54. λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;’ 3.55. τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν· 3.56. ‘Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. 3.57. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει 3.58. Αἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται. 3.59. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν 3.60. δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα. 3.61. τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται 3.62. λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν 3.63. ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις 3.64. ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας 3.65. ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. 3.66. καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων 3.67. ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου 3.68. ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν 3.69. θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα 3.70. οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν 3.71. χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. 3.72. γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείρας 3.73. αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ. 3.74. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην 3.75. τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.’ 3.76. ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων. 3.77. ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα 3.78. καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν· 3.79. ‘πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο 3.80. Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω 3.81. ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν 3.82. ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.’ 3.83. ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγορευσεν· 3.84. ‘οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν. 3.85. ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ 3.86. παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο. 3.87. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα 3.88. ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω 3.89. νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.’ 3.90. ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν· 3.91. ‘Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα 3.92. ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι 3.93. τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο 3.94. οὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει. 3.95. καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι 3.96. αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς 3.97. ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς 3.98. εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει 3.99. ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ.’ 3.100. ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην 3.101. ἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν· 3.102. ‘ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ 3.103. μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή. 3.104. νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν 3.105. πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει.’ 3.106. ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός 3.107. ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν· 3.108. ‘οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις 3.109. ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινε 3.110. χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.’ 3.111. ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη· 3.112. ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ 3.113. βῆ ῥ̓ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. 3.114. εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ 3.115. οὐκ οἶον, μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς 3.116. οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν 3.117. κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε 3.118. χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. 3.119. καί ῥ̓ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ 3.120. μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν 3.121. ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς 3.122. χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο 3.123. σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως 3.124. ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. 3.125. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας 3.126. βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν 3.127. Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός 3.128. καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν· 3.129. ‘τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως 3.130. ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα; 3.131. εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω· 3.132. καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα 3.133. κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια 3.134. ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι 3.135. σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο 3.136. χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον. 3.137. χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳ 3.138. διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται· 3.139. κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαις 3.140. κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο 3.141. ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν. 3.142. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο 3.143. θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστω 3.144. ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.’ 3.145. ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι. 3.146. μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος 3.147. νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. 3.148. λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσιν 3.149. ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς 3.150. κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα· 3.151. ‘ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς 3.152. ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω 3.153. εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.’ 3.154. φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ 3.155. μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. 3.156. αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ 3.157. πρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον. 3.158. βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. 3.159. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο 3.160. αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος 3.161. οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα 3.162. οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς 3.163. ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. 3.164. νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν 3.165. φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε 3.166. ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι. 3.167. ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς 3.190. πρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο 3.191. μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. 3.192. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν 3.193. ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει.’ 3.200. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ 3.201. ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν 3.202. τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται 3.203. δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν 3.204. ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃ 3.205. ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι 3.206. ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις 3.207. δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσην 3.208. καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν 3.209. θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται. 3.210. τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα 3.211. ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν 3.212. Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες. 3.213. ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο 3.214. Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. 3.215. ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος 3.216. εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους 3.217. ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο 3.218. λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. 3.219. εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο 3.220. ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν 3.221. ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν 3.222. ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν 3.223. Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι 3.224. ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· 3.225. ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν 3.226. θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις 3.227. κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. 3.228. τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο 3.229. τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. 3.230. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων 3.231. ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· 3.232. πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον 3.233. ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις 3.234. δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. 3.235. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ 3.236. δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα· 3.237. δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. 3.238. λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. 3.239. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν 3.240. κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· 3.241. ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο. 3.242. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια 3.243. πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν 3.244. Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. 3.245. καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα 3.246. ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. 3.247. τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες 3.248. ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε 3.249. ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν-- 3.250. Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν 3.251. ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο 3.252. νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα-- 3.253. καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν 3.254. Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι 3.255. νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι 3.256. ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα 3.257. ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ 3.258. μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες 3.259. γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον· 3.260. ‘ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες 3.261. τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα. 3.262. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης 3.263. λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε 3.264. πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας 3.265. ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο 3.266. ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι 3.275. τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος 3.276. τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος 3.277. τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. 3.278. ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας 3.279. ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν. 3.280. ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν 3.281. ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς 3.282. Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ 3.283. ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν 3.284. ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν. 3.285. αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο 3.286. καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ 3.287. νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ 3.288. βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο 3.289. στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην 3.290. μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. 3.291. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ 3.292. χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν 3.293. ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο 3.294. ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο 3.295. δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει· 3.296. τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ 3.297. οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς 3.298. ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο. 3.299. δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν 3.300. αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς 3.301. ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. 3.302. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς 3.303. υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν· 3.648. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο 3.649. αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω 3.650. στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν 3.651. εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα· 3.652. ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς· 3.653. αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. 3.654. τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις 3.655. λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. 3.689. μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ. 3.802. ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ 3.803. φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήριʼ, ἔκειτο. 3.804. ἐνθεμένη δʼ ἐπὶ γούνατʼ ὀδύρετο. δεῦε δὲ κόλπους 3.805. ἄλληκτον δακρύοισι, τὰ δʼ ἔρρεεν ἀσταγὲς αὔτως 3.806. αἴνʼ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δʼ ἥγε 3.807. φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. 3.808. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο 3.809. ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω 3.810. δεῖμʼ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθʼ Ἀίδαο. 3.811. ἔσχετο δʼ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι 3.812. θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο. 3.813. μνήσατο μὲν τερπνῶν, ὅσʼ ἐνὶ ζωοῖσι πέλονται 3.814. μνήσαθʼ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη· 3.815. καί τέ οἱ ἠέλιος γλυκίων γένετʼ εἰσοράασθαι 3.816. ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθʼ ἕκαστα. 3.817. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων 3.818. Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδʼ ἔτι βουλὰς 3.819. ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δʼ αἶψα φανῆναι 3.820. ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη 3.821. φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν. 3.822. πυκνὰ δʼ ἀνὰ κληῖδας ἑῶυ λύεσκε θυράων 3.823. αἴγλην σκεπτομένη· τῇ δʼ ἀσπάσιον βάλε φέγγος 3.824. Ἠριγενής, κίνυντο δʼ ἀνὰ πτολίεθρον ἕκαστοι. | |
|