2. Apollonius of Rhodes, Argonautica, 1.23-1.233, 1.242-1.243, 1.1126-1.1131, 2.209, 2.904-2.910, 3.1, 3.169-3.178, 3.194-3.195, 3.210-3.266, 3.270-3.346, 3.348-3.448, 3.453-3.458, 3.475-3.483, 3.502-3.516, 3.540-3.554, 3.556-3.566, 3.584-3.588, 3.915-3.946, 3.1194-3.1224, 3.1248-3.1255, 3.1268-3.1277, 3.1347-3.1348, 4.75-4.81, 4.338-4.349, 4.566-4.571, 4.596-4.626, 4.982-4.986, 4.1502-4.1536 (3rd cent. BCE - 3rd cent. BCE)
1.23. πρῶτά νυν Ὀρφῆος μνησώμεθα, τόν ῥά ποτʼ αὐτὴ 1.24. Καλλιόπη Θρήικι φατίζεται εὐνηθεῖσα 1.25. Οἰάγρῳ σκοπιῆς Πιμπληίδος ἄγχι τεκέσθαι 1.26. αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας 1.27. θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. 1.28. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς 1.29. ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι 1.30. ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ 1.31. θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. 1.32. Ὀρφέα μὲν δὴ τοῖον ἑῶν ἐπαρωγὸν ἀέθλων 1.33. Αἰσονίδης Χείρωνος ἐφημοσύνῃσι πιθήσας 1.34. δέξατο, Πιερίῃ Βιστωνίδι κοιρανέοντα. 1.35. ἤλυθε δʼ Ἀστερίων αὐτοσχεδόν, ὅν ῥα Κομήτης 1.36. γείνατο δινήεντος ἐφʼ ὕδασιν Ἀπιδανοῖο 1.37. Πειρεσιὰς ὄρεος Φυλληίου ἀγχόθι ναίων 1.38. ἔνθα μὲν Ἀπιδανός τε μέγας καὶ δῖος Ἐνιπεὺς 1.39. ἄμφω συμφορέονται, ἀπόπροθεν εἰς ἓν ἰόντες. 1.40. Λάρισαν δʼ ἐπὶ τοῖσι λιπὼν Πολύφημος ἵκανεν 1.41. Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων 1.42. ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο 1.43. ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδη 1.44. γυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ. 1.45. οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο 1.46. μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιεν 1.47. Αἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγει 1.48. πηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ. 1.49. οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσων 1.50. μίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο. 1.51. οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαο 1.52. υἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων 1.53. τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισιν 1.54. Αἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσιν 1.55. Μυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια· 1.56. τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης. 1.57. ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα Κόρωνος 1.58. Καινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων. 1.59. Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶ 1.60. Κενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλων 1.61. ἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντες 1.62. οὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι· 1.63. ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης 1.64. θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν. 1.65. ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντων 1.66. Λητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν· 1.67. ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνης 1.68. Ξυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν. 1.69. καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντος 1.70. ὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο. 1.71. εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης 1.72. υἷες ὁ μὲν Τελέοντος, ὁ δʼ Ἴρου Ἀκτορίδαο· 1.73. ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης 1.74. Ἴρου δʼ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς 1.75. ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθεν 1.76. εὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας. 1.77. αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθος 1.78. πέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεν 1.79. νοστήσειν Κήρινθον ὑπότροπος. αισα γὰρ ἦεν 1.80. αὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων 1.81. πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι 1.82. ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν 1.83. ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο 1.84. τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιο 1.85. μεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται. 1.86. τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο 1.87. Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες 1.88. Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδʼ ἀπόνητο 1.89. δωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι. 1.90. τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμʼ ἄμφω 1.91. οὐδʼ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθεν 1.92. Αἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξαν 1.93. ἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ· 1.94. Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς. 1.95. τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης 1.96. παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος. 1.97. Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτʼ ἄλλους 1.98. γήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας. 1.99. ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόντα 1.100. πέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν. 1.101. Θησέα δʼ, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο 1.102. Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν 1.103. Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφω 1.104. ῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο. 1.105. Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμον 1.106. Θεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναι 1.107. κῦμʼ ἁλὸς εὐρείης, ἐσθλὸς δʼ ἀνέμοιο θυέλλας 1.108. καὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι. 1.109. αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλον 1.110. ὦρσεν Ἀθηναίη, μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν. 1.111. αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργος 1.112. τεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν. 1.113. τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν 1.114. ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης. 1.115. Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν 1.116. ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι 1.117. πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο. 1.118. Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος 1.119. ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε Πηρὼ 1.120. Νηληίς· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν 1.121. Αἰολίδης σταθμοῖσιν ἐν Ἰφίκλοιο Μελάμπους. 1.122. οὐδὲ μὲν οὐδὲ βίην κρατερόφρονος Ἡρακλῆος 1.123. πευθόμεθʼ Αἰσονίδαο λιλαιομένου ἀθερίξαι. 1.124. ἀλλʼ ἐπεὶ ἄιε βάξιν ἀγειρομένων ἡρώων 1.125. νεῖον ἀπʼ Ἀρκαδίης Λυρκήιον Ἄργος ἀμείψας 1.126. τὴν ὁδόν, ᾗ ζωὸν φέρε κάπριον, ὅς ῥʼ ἐνὶ βήσσῃς 1.127. φέρβετο Λαμπείης, Ἐρυμάνθιον ἂμ μέγα τῖφος 1.128. τὸν μὲν ἐνὶ πρώτῃσι Μυκηναίων ἀγορῇσιν 1.129. δεσμοῖς ἰλλόμενον μεγάλων ἀπεθήκατο νώτων· 1.130. αὐτὸς δʼ ᾗ ἰότητι παρὲκ νόον Εὐρυσθῆος 1.131. ὡρμήθη· σὺν καί οἱ Ὕλας κίεν, ἐσθλὸς ὀπάων 1.132. πρωθήβης, ἰῶν τε φορεὺς φύλακός τε βιοῖο. 1.133. τῷ δʼ ἐπὶ δὴ θείοιο κίεν Δαναοῖο γενέθλη 1.134. Ναύπλιος. ἦ γὰρ ἔην Κλυτονήου Ναυβολίδαο· 1.135. Ναύβολος αὖ Λέρνου· Λέρνον γε μὲν ἴδμεν ἐόντα 1.136. Προίτου Ναυπλιάδαο· Ποσειδάωνι δὲ κούρη. 1.137. πρίν ποτʼ Ἀμυμώνη Δαναῒς τέκεν εὐνηθεῖσα 1.138. Ναύπλιον, ὃς περὶ πάντας ἐκαίνυτο ναυτιλίῃσιν. 1.139. Ἴδμων δʼ ὑστάτιος μετεκίαθεν, ὅσσοι ἔναιον 1.140. Ἄργος, ἐπεὶ δεδαὼς τὸν ἑὸν μόρον οἰωνοῖσιν 1.141. ἤιε, μή οἱ δῆμος ἐυκλείης ἀγάσαιτο. 1.142. οὐ μὲν ὅγʼ ἦεν Ἄβαντος ἐτήτυμον, ἀλλά μιν αὐτὸς 1.143. γείνατο κυδαλίμοις ἐναρίθμιον Αἰολίδῃσιν 1.144. Λητοΐδης· αὐτὸς δὲ θεοπροπίας ἐδίδαξεν 1.145. οἰωνούς τʼ ἀλέγειν ἠδʼ ἔμπυρα σήματʼ ἰδέσθαι. 1.146. καὶ μὴν Αἰτωλὶς κρατερὸν Πολυδεύκεα Λήδη 1.147. Κάστορά τʼ ὠκυπόδων ὦρσεν δεδαημένον ἵππων 1.148. Σπάρτηθεν· τοὺς δʼ ἥγε δόμοις ἔνι Τυνδαρέοιο 1.149. τηλυγέτους ὠδῖνι μιῇ τέκεν· οὐδʼ ἀπίθησεν 1.150. νισσομένοις· Ζηνὸς γὰρ ἐπάξια μήδετο λέκτρων. 1.151. οἵ τʼ Ἀφαρητιάδαι Λυγκεὺς καὶ ὑπέρβιος Ἴδας 1.152. Ἀρήνηθεν ἔβαν, μεγάλῃ περιθαρσέες ἀλκῇ 1.153. ἀμφότεροι· Λυγκεὺς δὲ καὶ ὀξυτάτοις ἐκέκαστο 1.154. ὄμμασιν, εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον 1.155. ῥηιδίως καὶ νέρθε κατὰ χθονὸς αὐγάζεσθαι. 1.156. σὺν δὲ Περικλύμενος Νηλήιος ὦρτο νέεσθαι 1.157. πρεσβύτατος παίδων, ὅσσοι Πύλῳ ἐξεγένοντο 1.158. Νηλῆος θείοιο· Ποσειδάων δέ οἱ ἀλκὴν 1.159. δῶκεν ἀπειρεσίην ἠδʼ ὅττι κεν ἀρήσαιτο 1.160. μαρνάμενος, τὸ πέλεσθαι ἐνὶ ξυνοχῇ πολέμοιο. 1.161. καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν 1.162. οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον 1.163. υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσιν 1.164. Ἀγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν 1.165. τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλʼ ὁ μὲν ἤδη 1.166. γηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι 1.167. παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν. 1.168. βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τε 1.169. δεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱ 1.170. πατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ 1.171. αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι. 1.172. βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιο 1.173. ἔμμεναι· Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν 1.174. ὄλβῳ κυδιόων· μέγα δʼ ἵετο Κολχίδα γαῖαν 1.175. αὐτόν??τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων. 1.176. Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷες 1.177. Πελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλλης 1.178. πατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο. 1.179. Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν 1.180. τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλων 1.181. Εὐρώπη Υιτυοῖο μεγασθενέος τέκε κούρη. 1.182. κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκεν 1.183. οἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλʼ ὅσον ἄκροις 1.184. ἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ. 1.185. καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο· 1.186. ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιο 1.187. νοσφισθεὶς Ἐργῖνος, ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης 1.188. παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δʼ ἄμφω 1.189. ἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο. 1.190. Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνος 1.191. ἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε 1.192. Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γε 1.193. μητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρʼ Οἰνεὺς 1.194. ἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν· 1.195. ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλον 1.196. ἡρώων. τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω 1.197. νόσφιν γʼ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κʼ ἔτι μοῦνον 1.198. αὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν. 1.199. καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι 1.200. εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι 1.201. Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι. 1.202. σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο 1.203. Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο· 1.204. τούνεκʼ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὔ κέ τις ἔτλη 1.205. ἠνορέην τʼ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦεν 1.206. πᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων. 1.207. ἐκ δʼ ἄρα Φωκήων κίεν Ἴφιτος Ὀρνυτίδαο 1.208. Ναυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν 1.209. ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνων 1.210. ναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν. 1.211. Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο 1.212. οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυια 1.213. ἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθʼ ἄρα τήνγε 1.214. Θρηίκιος Βορέης ἀνερέψατο Κεκροπίηθεν 1.215. Ἰλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν. 1.216. καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρην 1.217. κλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο 1.218. λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας. 1.219. τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰς 1.220. σεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι 1.221. χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοις 1.222. κράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθα 1.223. κυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι. 1.224. οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις μενέαινεν Ἄκαστος 1.225. ἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆος 1.226. μιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης· 1.227. ἀλλʼ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ. 1.228. τόσσοι ἄρʼ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο. 1.229. τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντες 1.230. κίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶν 1.231. οἱ πλεῖστοι καὶ ἄριστοι ἀφʼ αἵματος εὐχετόωντο 1.232. ἔμμεναι· ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρ 1.233. Ἀλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα. 1.242. ‘Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον 1.243. ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει; 1.1126. ἐνναέτιν Φρυγίης, Τιτίην θʼ ἅμα Κύλληνόν τε 1.1127. οἳ μοῦνοι πολέων μοιρηγέται ἠδὲ πάρεδροι 1.1128. μητέρος Ἰδαίης κεκλήαται, ὅσσοι ἔασιν 1.1129. δάκτυλοι Ἰδαῖοι Κρηταιέες, οὕς ποτε νύμφη 1.1130. Ἀγχιάλη Δικταῖον ἀνὰ σπέος ἀμφοτέρῃσιν 1.1131. δραξαμένη γαίης Οἰαξίδος ἐβλάστησεν. 2.209. ‘κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴ 2.904. ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο 2.905. ἤλυθον, ἔνθʼ ἐνέπουσι Διὸς Νυσήιον υἷα 2.906. Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας 2.907. ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν 2.908. ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας 2.909. ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες 2.910. ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν. 3.1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε 3.210. τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα 3.211. ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν 3.212. Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες. 3.213. ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο 3.214. Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. 3.215. ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος 3.216. εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους 3.217. ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο 3.218. λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. 3.219. εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο 3.220. ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν 3.221. ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν 3.222. ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν 3.223. Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι 3.224. ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· 3.225. ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν 3.226. θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις 3.227. κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. 3.228. τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο 3.229. τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. 3.230. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων 3.231. ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· 3.232. πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον 3.233. ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις 3.234. δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. 3.235. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ 3.236. δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα· 3.237. δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. 3.238. λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. 3.239. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν 3.240. κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· 3.241. ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο. 3.242. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια 3.243. πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν 3.244. Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. 3.245. καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα 3.246. ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. 3.247. τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες 3.248. ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε 3.249. ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν-- 3.250. Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν 3.251. ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο 3.252. νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα-- 3.253. καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν 3.254. Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι 3.255. νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι 3.256. ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα 3.257. ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ 3.258. μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες 3.259. γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον· 3.260. ‘ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες 3.261. τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα. 3.262. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης 3.263. λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε 3.264. πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας 3.265. ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο 3.266. ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι 3.270. Χαλκιόπης ἀίουσα· τὸ δʼ αὐτίκα πᾶν ὁμάδοιο 3.271. ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο 3.272. ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ 3.273. κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν 3.274. ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι. 3.275. τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος 3.276. τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος 3.277. τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. 3.278. ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας 3.279. ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν. 3.280. ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν 3.281. ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς 3.282. Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ 3.283. ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν 3.284. ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν. 3.285. αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο 3.286. καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ 3.287. νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ 3.288. βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο 3.289. στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην 3.290. μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. 3.291. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ 3.292. χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν 3.293. ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο 3.294. ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο 3.295. δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει· 3.296. τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ 3.297. οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς 3.298. ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο. 3.299. δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν 3.300. αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς 3.301. ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. 3.302. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς 3.303. υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν· 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.453. προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα 3.454. αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο 3.455. οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζε 3.456. ἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα 3.457. ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρει 3.458. αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν. 3.502. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος 3.503. δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο 3.504. ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς 3.505. θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν· 3.506. ‘ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπα 3.507. βουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν. 3.508. εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο 3.509. ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο 3.510. ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο· 3.511. εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν 3.512. ἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλον 3.513. τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε 3.514. σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.’ 3.540. ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. 3.541. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς 3.542. ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις· 3.543. κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος 3.544. τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν· 3.584. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα 3.585. δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων 3.586. ξείνων μελιχίῃ τε θεουδείῃ τʼ ἐκέκαστο 3.587. εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν 3.588. Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν· 3.915. ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν 3.916. ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος 3.917. Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν 3.918. οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν. 3.919. ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν 3.920. οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων 3.921. ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν 3.922. οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ 3.923. ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι. 3.924. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι 3.925. λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ 3.926. Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα. 3.927. ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ 3.928. αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα 3.929. τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι. 3.930. τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα 3.931. ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς· 3.932. ‘Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν 3.933. οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν 3.934. οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο 3.935. ἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. 3.936. ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις 3.937. οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.’ 3.938. Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας 3.939. ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν· 3.940. ‘τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην 3.941. δήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσεις 3.942. Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων 3.943. ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς. 3.944. νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι 3.945. τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸς 3.946. λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.’ 3.1194. ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων 3.1195. αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου 3.1196. ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ 3.1197. βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ 3.1198. σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα 3.1199. ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης 3.1200. Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός. 3.1201. ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν 3.1202. ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν 3.1203. ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο 3.1204. εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος 3.1205. ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν 3.1206. Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. 3.1207. πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας 3.1208. νήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν 3.1209. αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρους 3.1210. πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς 3.1211. Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων. 3.1212. καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσα 3.1213. κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν 3.1214. ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο 3.1215. σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες. 3.1216. στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε 3.1217. ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. 3.1218. πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαν 3.1219. νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην 3.1220. Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. 3.1221. Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧς 3.1222. ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισιν 3.1223. μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν 3.1224. Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα. 3.1248. ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι 3.1249. πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο 3.1250. κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως 3.1251. ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν. 3.1252. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας 3.1253. κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ 3.1254. ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν 3.1255. γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου. 3.1268. καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων 3.1269. μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες 3.1270. ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. 3.1271. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν 3.1272. ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα 3.1273. γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος 3.1274. κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. 3.1275. τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων 3.1276. τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν 3.1277. τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο. 3.1347. γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι 3.1348. θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων 4.75. τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλου 4.76. Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως 4.77. ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. 4.78. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης 4.79. βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων 4.80. ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος 4.81. υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε 4.338. ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι 4.339. παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν 4.340. συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο 4.341. κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη 4.342. Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους 4.343. ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν 4.344. εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων· 4.345. αὐτὰρ Μήδειάν γε--τὸ γὰρ πέλεν ἀμφήριστον-- 4.346. παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου 4.347. εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων 4.348. εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν 4.349. εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι. 4.566. αὐτὰρ ἔπειτʼ ἐπὶ τῇσι παραὶ Κέρκυραν ἵκοντο 4.567. ἔνθα Ποσειδάων Ἀσωπίδα νάσσατο κούρην 4.568. ἠύκομον Κέρκυραν, ἑκὰς Φλιουντίδος αἴης 4.569. ἁρπάξας ὑπʼ ἔρωτι· μελαινομένην δέ μιν ἄνδρες 4.570. ναυτίλοι ἐκ πόντοιο κελαινῇ πάντοθεν ὕλῃ 4.571. δερκόμενοι Κέρκυραν ἐπικλείουσι Μέλαιναν. 4.596. λαίφεσιν, ἐς δʼ ἔβαλον μύχατον ῥόον Ἠριδανοῖο· 4.597. ἔνθα ποτʼ αἰθαλόεντι τυπεὶς πρὸς στέρνα κεραυνῷ 4.598. ἡμιδαὴς Φαέθων πέσεν ἅρματος Ἠελίοιο 4.599. λίμνης ἐς προχοὰς πολυβενθέος· ἡ δʼ ἔτι νῦν περ 4.600. τραύματος αἰθομένοιο βαρὺν ἀνακηκίει ἀτμόν. 4.601. οὐδέ τις ὕδωρ κεῖνο διὰ πτερὰ κοῦφα τανύσσας 4.602. οἰωνὸς δύναται βαλέειν ὕπερ· ἀλλὰ μεσηγὺς 4.603. φλογμῷ ἐπιθρώσκει πεποτημένος. ἀμφὶ δὲ κοῦραι 4.604. Ἡλιάδες ταναῇσιν ἐελμέναι αἰγείροισιν 4.605. μύρονται κινυρὸν μέλεαι γόον· ἐκ δὲ φαεινὰς 4.606. ἠλέκτρου λιβάδας βλεφάρων προχέουσιν ἔραζε 4.607. αἱ μέν τʼ ἠελίῳ ψαμάθοις ἔπι τερσαίνονται· 4.608. εὖτʼ ἂν δὲ κλύζῃσι κελαινῆς ὕδατα λίμνης 4.609. ἠιόνας πνοιῇ πολυηχέος ἐξ ἀνέμοιο 4.610. δὴ τότʼ ἐς Ἠριδανὸν προκυλίνδεται ἀθρόα πάντα 4.611. κυμαίνοντι ῥόῳ. Κελτοὶ δʼ ἐπὶ βάξιν ἔθεντο 4.612. ὡς ἄρʼ Ἀπόλλωνος τάδε δάκρυα Λητοΐδαο 4.613. ἐμφέρεται δίναις, ἅ τε μυρία χεῦε πάροιθεν 4.614. ἦμος Ὑπερβορέων ἱερὸν γένος εἰσαφίκανεν 4.615. οὐρανὸν αἰγλήεντα λιπὼν ἐκ πατρὸς ἐνιπῆς 4.616. χωόμενος περὶ παιδί, τὸν ἐν λιπαρῇ Λακερείῃ 4.617. δῖα Κορωνὶς ἔτικτεν ἐπὶ προχοῇς Ἀμύροιο. 4.618. καὶ τὰ μὲν ὧς κείνοισι μετʼ ἀνδράσι κεκλήισται. 4.619. τοὺς δʼ οὔτε βρώμης ᾕρει πόθος, οὐδὲ ποτοῖο 4.620. οὔτʼ ἐπὶ γηθοσύνας τράπετο νόος. ἀλλʼ ἄρα τοίγε 4.621. ἤματα μὲν στρεύγοντο περιβληχρὸν βαρύθοντες 4.622. ὀδμῇ λευγαλέῃ, τήν ῥʼ ἄσχετον ἐξανίεσκον 4.623. τυφομένου Φαέθοντος ἐπιρροαὶ Ἠριδανοῖο· 4.624. νύκτας δʼ αὖ γόον ὀξὺν ὀδυρομένων ἐσάκουον 4.625. Ἡλιάδων λιγέως· τὰ δὲ δάκρυα μυρομένῃσιν 4.626. οἷον ἐλαιηραὶ στάγες ὕδασιν ἐμφορέοντο. 4.982. ἔστι δέ τις πορθμοῖο παροιτέρη Ἰονίοιο 4.983. ἀμφιλαφὴς πίειρα Κεραυνίῃ εἰν ἁλὶ νῆσος 4.984. ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον φάτις--ἵλατε Μοῦσαι 4.985. οὐκ ἐθέλων ἐνέπω προτέρων ἔπος--ᾧ ἀπὸ πατρὸς 4.986. μήδεα νηλειῶς ἔταμεν Κρόνος· οἱ δέ ἑ Δηοῦς 4.1502. ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον 4.1503. νηλειὴς ἕλε πότμος· ἀδευκέα δʼ οὐ φύγεν αἶσαν 4.1504. μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο. 4.1505. κεῖτο δʼ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων 4.1506. δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι· 4.1507. οὐδʼ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν. 4.1508. ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη 4.1509. ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει 4.1510. οὐδʼ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος 4.1511. οὐδʼ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν 4.1512. φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν. 4.1513. εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς 4.1514. Εὐρυμέδων--καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ-- 4.1515. Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων 4.1516. ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο 4.1517. αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν. 4.1518. τῷ δʼ ἄκρην ἐπʼ ἄκανθαν ἐνεστηρίξατο Μόψος 4.1519. λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην 4.1520. κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς 4.1521. σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι 4.1522. ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν 4.1523. θαρσαλέως, ἕνεκʼ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν. 4.1524. σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα 4.1525. λυσιμελές, πολλὴ δὲ κατʼ ὀφθαλμῶν χέετʼ ἀχλύς. 4.1526. αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα 4.1527. ψύχετʼ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο 4.1528. ἥρως τʼ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ. 4.1529. οὐδὲ μὲν οὐδʼ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν 4.1530. κεῖσθαι ὑπʼ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας 4.1531. ἰὸς ἄφαρ, μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη. 4.1532. αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον 4.1533. ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας 4.1534. αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα 4.1535. μυρόμενοι· τρὶς δʼ ἀμφὶ σὺν ἔντεσι δινηθέντες 4.1536. εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο. | |
|
3. Vergil, Aeneis, 1.297-1.304, 1.495-1.623, 1.701-1.708, 7.37 (1st cent. BCE - 1st cent. BCE)
| 1.297. or mourns with grief untold the untimely doom 1.299. After these things were past, exalted Jove 1.300. from his ethereal sky surveying clear 1.301. the seas all winged with sails, lands widely spread 1.302. and nations populous from shore to shore 1.303. paused on the peak of heaven, and fixed his gaze 1.304. on Libya . But while he anxious mused 1.495. and for her journey's aid, he whispered where 1.496. his buried treasure lay, a weight unknown 1.497. of silver and of gold. Thus onward urged 1.498. Dido, assembling her few trusted friends 1.499. prepared her flight. There rallied to her cause 1.500. all who did hate and scorn the tyrant king 1.501. or feared his cruelty. They seized his ships 1.502. which haply rode at anchor in the bay 1.503. and loaded them with gold; the hoarded wealth 1.504. of vile and covetous Pygmalion 1.505. they took to sea. A woman wrought this deed. 1.506. Then came they to these lands where now thine eyes 1.507. behold yon walls and yonder citadel 1.508. of newly rising Carthage . For a price 1.509. they measured round so much of Afric soil 1.510. as one bull's hide encircles, and the spot 1.511. received its name, the Byrsa. But, I pray 1.512. what men are ye? from what far land arrived 1.513. and whither going?” When she questioned thus 1.514. her son, with sighs that rose from his heart's depths 1.516. “Divine one, if I tell 1.517. my woes and burdens all, and thou could'st pause 1.518. to heed the tale, first would the vesper star 1.519. th' Olympian portals close, and bid the day 1.520. in slumber lie. of ancient Troy are we— 1.521. if aught of Troy thou knowest! As we roved 1.522. from sea to sea, the hazard of the storm 1.523. cast us up hither on this Libyan coast. 1.524. I am Aeneas, faithful evermore 1.525. to Heaven's command; and in my ships I bear 1.526. my gods ancestral, which I snatched away 1.527. from peril of the foe. My fame is known 1.528. above the stars. I travel on in quest 1.529. of Italy, my true home-land, and I 1.530. from Jove himself may trace my birth divine. 1.531. With twice ten ships upon the Phryglan main 1.532. I launched away. My mother from the skies 1.533. gave guidance, and I wrought what Fate ordained. 1.534. Yet now scarce seven shattered ships survive 1.535. the shock of wind and wave; and I myself 1.536. friendless, bereft, am wandering up and down 1.537. this Libyan wilderness! Behold me here 1.538. from Europe and from Asia exiled still!” 1.539. But Venus could not let him longer plain 1.541. “Whoe'er thou art 1.542. I deem that not unblest of heavenly powers 1.543. with vital breath still thine, thou comest hither 1.544. unto our Tyrian town. Go steadfast on 1.545. and to the royal threshold make thy way! 1.546. I bring thee tidings that thy comrades all 1.547. are safe at land; and all thy ships, conveyed 1.548. by favoring breezes, safe at anchor lie; 1.549. or else in vain my parents gave me skill 1.550. to read the skies. Look up at yonder swans! 1.551. A flock of twelve, whose gayly fluttering file 1.552. erst scattered by Jove's eagle swooping down 1.553. from his ethereal haunt, now form anew 1.554. their long-drawn line, and make a landing-place 1.555. or, hovering over, scan some chosen ground 1.556. or soaring high, with whir of happy wings 1.557. re-circle heaven in triumphant song: 1.558. likewise, I tell thee, thy Iost mariners 1.559. are landed, or fly landward at full sail. 1.561. She ceased and turned away. A roseate beam 1.562. from her bright shoulder glowed; th' ambrosial hair 1.563. breathed more than mortal sweetness, while her robes 1.564. fell rippling to her feet. Each step revealed 1.565. the veritable goddess. Now he knew 1.566. that vision was his mother, and his words 1.567. pursued the fading phantom as it fled: 1.568. “Why is thy son deluded o'er and o'er 1.569. with mocking dreams,—another cruel god? 1.570. Hast thou no hand-clasp true, nor interchange 1.571. of words unfeigned betwixt this heart and thine?” 1.572. Such word of blame he spoke, and took his way 1.573. toward the city's rampart. Venus then 1.574. o'erveiled them as they moved in darkened air,— 1.575. a liquid mantle of thick cloud divine,— 1.576. that viewless they might pass, nor would any 1.577. obstruct, delay, or question why they came. 1.578. To Paphos then she soared, her Ioved abode 1.579. where stands her temple, at whose hundred shrines 1.580. garlands of myrtle and fresh roses breathe 1.582. Meanwhile the wanderers swiftly journey on 1.583. along the clear-marked road, and soon they climb 1.584. the brow of a high hill, which close in view 1.585. o'er-towers the city's crown. The vast exploit 1.586. where lately rose but Afric cabins rude 1.587. Aeneas wondered at: the smooth, wide ways; 1.588. the bastioned gates; the uproar of the throng. 1.589. The Tyrians toil unwearied; some up-raise 1.590. a wall or citadel, from far below 1.591. lifting the ponderous stone; or with due care 1.592. choose where to build, and close the space around 1.593. with sacred furrow; in their gathering-place 1.594. the people for just governors, just laws 1.595. and for their reverend senate shout acclaim. 1.596. Some clear the harbor mouth; some deeply lay 1.597. the base of a great theatre, and carve out 1.598. proud columns from the mountain, to adorn 1.599. their rising stage with lofty ornament. 1.600. o busy bees above a field of flowers 1.601. in early summer amid sunbeams toil 1.602. leading abroad their nation's youthful brood; 1.603. or with the flowing honey storing close 1.604. the pliant cells, until they quite run o'er 1.605. with nectared sweet; while from the entering swarm 1.606. they take their little loads; or lined for war 1.607. rout the dull drones, and chase them from the hive; 1.608. brisk is the task, and all the honeyed air 1.609. breathes odors of wild thyme. “How blest of Heaven. 1.610. These men that see their promised ramparts rise!” 1.611. Aeneas sighed; and swift his glances moved 1.612. from tower to tower; then on his way he fared 1.613. veiled in the wonder-cloud, whence all unseen 1.614. of human eyes,—O strange the tale and true!— 1.616. Deep in the city's heart there was a grove 1.617. of beauteous shade, where once the Tyrians 1.618. cast here by stormful waves, delved out of earth 1.619. that portent which Queen Juno bade them find,— 1.620. the head of a proud horse,—that ages long 1.621. their boast might be wealth, luxury and war. 1.622. Upon this spot Sidonian Dido raised 1.623. a spacious fane to Juno, which became 1.701. emerging tallest of her beauteous train; 1.702. while joy unutterable thrills the breast 1.703. of fond Latona: Dido not less fair 1.704. amid her subjects passed, and not less bright 1.705. her glow of gracious joy, while she approved 1.706. her future kingdom's pomp and vast emprise. 1.707. Then at the sacred portal and beneath 1.708. the temple's vaulted dome she took her place 7.37. Then, gazing from the deep, Aeneas saw |
|