Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 3.3-3.5
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

11 results
1. Hesiod, Theogony, 64-74, 76-80, 63 (8th cent. BCE - 7th cent. BCE)

63. And rest from sorrow. For nine nights she lay
2. Homer, Iliad, 1.1 (8th cent. BCE - 7th cent. BCE)

1.1. /The wrath sing, goddess, of Peleus' son, Achilles, that destructive wrath which brought countless woes upon the Achaeans, and sent forth to Hades many valiant souls of heroes, and made them themselves spoil for dogs and every bird; thus the plan of Zeus came to fulfillment
3. Homer, Odyssey, 1.1, 1.10 (8th cent. BCE - 7th cent. BCE)

4. Euripides, Medea, 527-528, 477 (5th cent. BCE - 5th cent. BCE)

5. Plato, Phaedrus, None (5th cent. BCE - 4th cent. BCE)

259c. that they sang and sang, forgetting food and drink, until at last unconsciously they died. From them the locust tribe afterwards arose, and they have this gift from the Muses, that from the time of their birth they need no sustece, but sing continually, without food or drink, until they die, when they go to the Muses and report who honors each of them on earth. They tell Terpsichore of those who have honored her in dances, and make them dearer to her;
6. Apollonius of Rhodes, Argonautica, 3.1-3.2, 3.4-3.167, 3.169-3.178, 3.182, 3.190-3.195, 3.200-3.266, 3.275-3.279, 3.648-3.664, 3.681-3.692 (3rd cent. BCE - 3rd cent. BCE)

3.1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε 3.7. μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν 3.8. Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων 3.9. ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι 3.10. βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη· 3.11. ‘αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς. 3.12. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες 3.13. χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο 3.14. ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν 3.15. μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς. 3.16. ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.’ 3.17. ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν· 3.18. ‘καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν 3.19. Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω 3.20. φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει 3.21. θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.’ 3.22. ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν 3.23. ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη 3.24. τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον· 3.25. ‘δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω 3.26. παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται 3.27. κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν 3.28. θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω 3.29. κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.’ 3.30. ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ 3.31. καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν· 3.32. ‘Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων 3.33. οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. 3.34. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε 3.35. ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.’ 3.36. ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο 3.37. Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις 3.38. ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. 3.39. ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο 3.40. ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. 3.41. ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει 3.42. νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα 3.43. δαίδαλα χάλκευεν ῥιπῇ πυρόσʼ ἡ δʼ ἄρα μούνη 3.44. ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. 3.45. λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις 3.46. κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς 3.47. πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα 3.48. ἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο 3.49. εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ 3.50. ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. 3.51. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν· 3.52. ‘Ἠθεῖαι, τίς δεῦρο νόος χρειω τε κομίζει 3.53. δηναιὰς αὔτως; τί δʼ ἱκάνετον, οὔτι πάρος γε 3.54. λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;’ 3.55. τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν· 3.56. ‘Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. 3.57. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει 3.58. Αἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται. 3.59. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν 3.60. δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα. 3.61. τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται 3.62. λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν 3.63. ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις 3.64. ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας 3.65. ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. 3.66. καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων 3.67. ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου 3.68. ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν 3.69. θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα 3.70. οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν 3.71. χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. 3.72. γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείρας 3.73. αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ. 3.74. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην 3.75. τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.’ 3.76. ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων. 3.77. ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα 3.78. καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν· 3.79. ‘πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο 3.80. Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω 3.81. ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν 3.82. ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.’ 3.83. ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγορευσεν· 3.84. ‘οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν. 3.85. ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ 3.86. παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο. 3.87. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα 3.88. ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω 3.89. νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.’ 3.90. ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν· 3.91. ‘Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα 3.92. ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι 3.93. τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο 3.94. οὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει. 3.95. καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι 3.96. αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς 3.97. ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς 3.98. εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει 3.99. ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ.’ 3.100. ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην 3.101. ἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν· 3.102. ‘ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ 3.103. μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή. 3.104. νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν 3.105. πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει.’ 3.106. ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός 3.107. ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν· 3.108. ‘οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις 3.109. ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινε 3.110. χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.’ 3.111. ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη· 3.112. ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ 3.113. βῆ ῥ̓ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. 3.114. εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ 3.115. οὐκ οἶον, μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς 3.116. οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν 3.117. κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε 3.118. χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. 3.119. καί ῥ̓ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ 3.120. μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν 3.121. ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς 3.122. χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο 3.123. σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως 3.124. ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. 3.125. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας 3.126. βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν 3.127. Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός 3.128. καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν· 3.129. ‘τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως 3.130. ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα; 3.131. εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω· 3.132. καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα 3.133. κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια 3.134. ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι 3.135. σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο 3.136. χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον. 3.137. χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳ 3.138. διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται· 3.139. κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαις 3.140. κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο 3.141. ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν. 3.142. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο 3.143. θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστω 3.144. ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.’ 3.145. ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι. 3.146. μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος 3.147. νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. 3.148. λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσιν 3.149. ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς 3.150. κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα· 3.151. ‘ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς 3.152. ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω 3.153. εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.’ 3.154. φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ 3.155. μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. 3.156. αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ 3.157. πρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον. 3.158. βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. 3.159. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο 3.160. αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος 3.161. οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα 3.162. οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς 3.163. ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. 3.164. νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν 3.165. φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε 3.166. ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι. 3.167. ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς 3.190. πρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο 3.191. μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. 3.192. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν 3.193. ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει.’ 3.200. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ 3.201. ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν 3.202. τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται 3.203. δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν 3.204. ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃ 3.205. ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι 3.206. ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις 3.207. δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσην 3.208. καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν 3.209. θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται. 3.210. τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα 3.211. ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν 3.212. Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες. 3.213. ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο 3.214. Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. 3.215. ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος 3.216. εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους 3.217. ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο 3.218. λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. 3.219. εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο 3.220. ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν 3.221. ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν 3.222. ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν 3.223. Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι 3.224. ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· 3.225. ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν 3.226. θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις 3.227. κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. 3.228. τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο 3.229. τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. 3.230. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων 3.231. ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· 3.232. πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον 3.233. ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις 3.234. δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. 3.235. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ 3.236. δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα· 3.237. δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. 3.238. λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. 3.239. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν 3.240. κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· 3.241. ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο. 3.242. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια 3.243. πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν 3.244. Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. 3.245. καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα 3.246. ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. 3.247. τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες 3.248. ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε 3.249. ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν-- 3.250. Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν 3.251. ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο 3.252. νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα-- 3.253. καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν 3.254. Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι 3.255. νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι 3.256. ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα 3.257. ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ 3.258. μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες 3.259. γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον· 3.260. ‘ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες 3.261. τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα. 3.262. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης 3.263. λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε 3.264. πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας 3.265. ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο 3.266. ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι 3.275. τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος 3.276. τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος 3.277. τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. 3.278. ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας 3.279. ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν. 3.648. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο 3.649. αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω 3.650. στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν 3.651. εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα· 3.652. ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς· 3.653. αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. 3.654. τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις 3.655. λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. 3.689. μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ.
7. Ovid, Fasti, 4.195-4.196 (1st cent. BCE - 1st cent. CE)

4.195. So I spoke. And Erato replied (it fell to her to speak about 4.196. Venus’ month, because her name derives from tender love):
8. Propertius, Elegies, 3.5.19-3.5.20, 4.3.36, 4.6.72 (1st cent. BCE

9. Vergil, Aeneis, 4.347, 5.630, 7.1, 7.37-7.45, 9.525-9.527 (1st cent. BCE - 1st cent. BCE)

4.347. pale-featured ghosts, or, if he will, consigns 5.630. Forthwith Aeneas summons all who will 7.1. One more immortal name thy death bequeathed 7.37. Then, gazing from the deep, Aeneas saw 7.38. a stretch of groves, whence Tiber 's smiling stream 7.39. its tumbling current rich with yellow sands 7.40. burst seaward forth: around it and above 7.41. hore-haunting birds of varied voice and plume 7.42. flattered the sky with song, and, circling far 7.43. o'er river-bed and grove, took joyful wing. 7.44. Thither to landward now his ships he steered 9.526. was all of tangled brush and blinding shade
10. Statius, Siluae, 4.7.2 (1st cent. CE - 1st cent. CE)

11. Valerius Flaccus Gaius, Argonautica, 5.217-5.224, 5.415-5.454 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
achilles Keith and Myers, Vergil and Elegy (2023) 136
aeetes Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
aeneas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88; Keith and Myers, Vergil and Elegy (2023) 136
amor Keith and Myers, Vergil and Elegy (2023) 136
aphrodite Keith and Myers, Vergil and Elegy (2023) 129, 136
apollo Keith and Myers, Vergil and Elegy (2023) 129
apollonius Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
apollonius rhodius Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88; Keith and Myers, Vergil and Elegy (2023) 135, 136
argo Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
calliope Keith and Myers, Vergil and Elegy (2023) 135
crescendo, tricolonic Keith and Myers, Vergil and Elegy (2023) 129
deidamia Keith and Myers, Vergil and Elegy (2023) 136
dido Keith and Myers, Vergil and Elegy (2023) 136
ekphrasis Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
elegy, erotic Keith and Myers, Vergil and Elegy (2023) 129, 136
epic Keith and Myers, Vergil and Elegy (2023) 135
epithalamium Keith and Myers, Vergil and Elegy (2023) 136
erato Keith and Myers, Vergil and Elegy (2023) 128, 129, 135, 136
etymology Keith and Myers, Vergil and Elegy (2023) 128, 129, 135, 136
euripides Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
gallus, cornelius Keith and Myers, Vergil and Elegy (2023) 136
gender, androcentric Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
gender, patriarchy Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
greed and bribery and acquisitiveness Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
helen of sparta/troy Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
hellenistic Keith and Myers, Vergil and Elegy (2023) 128
hesiod Keith and Myers, Vergil and Elegy (2023) 128, 129, 135
homer Keith and Myers, Vergil and Elegy (2023) 135
humanism Keith and Myers, Vergil and Elegy (2023) 135
imitation Keith and Myers, Vergil and Elegy (2023) 129
jason Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
latinus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
lavinia Keith and Myers, Vergil and Elegy (2023) 136
love, eros, and sexuality Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
medea Keith and Myers, Vergil and Elegy (2023) 129; Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
mise en abyme' Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
morality and ethics Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
mors Keith and Myers, Vergil and Elegy (2023) 136
muses Keith and Myers, Vergil and Elegy (2023) 128, 129, 135, 136
ovid Keith and Myers, Vergil and Elegy (2023) 136; Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
patria Keith and Myers, Vergil and Elegy (2023) 136
patrizi, francesco Keith and Myers, Vergil and Elegy (2023) 135
pentameter Keith and Myers, Vergil and Elegy (2023) 129
pio, giovan battista (johannes baptista pius)\u2003 Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
plato Keith and Myers, Vergil and Elegy (2023) 128, 135
propertius Keith and Myers, Vergil and Elegy (2023) 129, 136; Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
puella(e) Keith and Myers, Vergil and Elegy (2023) 129
reader and audience Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
roses Keith and Myers, Vergil and Elegy (2023) 129, 136
scylla Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
socrates Keith and Myers, Vergil and Elegy (2023) 128
sol Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
tener Keith and Myers, Vergil and Elegy (2023) 129, 136
treasonous girl mytheme Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
turnus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88; Keith and Myers, Vergil and Elegy (2023) 135
vergil, aeneid Keith and Myers, Vergil and Elegy (2023) 135
virgil Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 88
women and girls, agency of Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
women and girls, as weakness Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
women and girls, motivations of Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
zeus Keith and Myers, Vergil and Elegy (2023) 128