Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 3.270
NaN


Intertexts (texts cited often on the same page as the searched text):

4 results
1. Homer, Iliad, 1.68-1.69, 2.76-2.77 (8th cent. BCE - 7th cent. BCE)

1.68. /in hope that he may accept the savour of lambs and unblemished goats, and be willing to ward off the pestilence from us. 1.69. /in hope that he may accept the savour of lambs and unblemished goats, and be willing to ward off the pestilence from us. When he had thus spoken he sat down, and among them arose Calchas son of Thestor, far the best of bird-diviners, who knew the things that were, and that were to be, and that had been before 2.76. /but do you from this side and from that bespeak them, and strive to hold them back. 2.77. /but do you from this side and from that bespeak them, and strive to hold them back.
2. Theocritus, Idylls, 2 (4th cent. BCE - 3rd cent. BCE)

3. Apollonius of Rhodes, Argonautica, 1.347, 1.609-1.909, 1.1051, 2.1077, 3.1, 3.210-3.266, 3.271-3.438, 3.584-3.588, 4.198 (3rd cent. BCE - 3rd cent. BCE)

1.347. αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.’ 1.609. ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν 1.610. νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. 1.611. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας 1.612. ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιν 1.613. τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν 1.614. Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν 1.615. Κύπιδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. 1.616. ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι. 1.617. οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας 1.618. ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω 1.619. μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. 1.620. οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς 1.621. Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν· 1.622. λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι 1.623. αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο 1.624. πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν 1.625. νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι 1.626. νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα. 1.627. τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν 1.628. τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀροὔρας 1.629. ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων 1.630. οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης 1.631. ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον 1.632. δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν. 1.633. τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ 1.634. αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης 1.635. δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο 1.636. Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν 1.637. Θρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια 1.638. δῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντο 1.639. ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο. 1.640. τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν 1.641. Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι 1.642. ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο 1.643. σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων 1.644. ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος 1.645. δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη· 1.646. ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται 1.647. ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς 1.648. ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους 1.649. Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν; 1.650. ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας 1.651. ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ 1.652. πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο. 1.653. Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι 1.654. εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια. 1.655. καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο 1.656. αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν· 1.657. ‘Ὦφιλαι, εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν 1.658. ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας 1.659. ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργων 1.660. μίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες 1.661. ἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται 1.662. βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν 1.663. θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν. 1.664. ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις· 1.665. ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη 1.666. ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.’ 1.667. ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο 1.668. λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ 1.669. γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν 1.670. βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι. 1.671. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο 1.672. ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις. 1.673. στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν 1.674. ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν· 1.675. ‘δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ 1.676. πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι. 1.677. ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο 1.678. αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος 1.679. δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται; 1.680. ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει. 1.681. εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω 1.682. μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει 1.683. εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες 1.684. κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε. 1.685. πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις 1.686. αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις 1.687. γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον 1.688. καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται; 1.689. ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν 1.690. κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη 1.691. γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν 1.692. αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι. 1.693. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα. 1.694. νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή 1.695. εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν 1.696. ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.’ 1.697. ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν 1.698. μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο 1.699. Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα· 1.700. ‘εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή 1.701. ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.’ 1.702. ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν· 1.703. ‘ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα 1.704. ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει 1.705. ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω· 1.706. καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν 1.707. κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.’ 1.708. ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι. 1.709. ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον 1.710. χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε 1.711. πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας· 1.712. ‘κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν 1.713. Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν 1.714. ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ· 1.715. καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε 1.716. κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.’ 1.717. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος. 1.718. Υψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος 1.719. τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε 1.720. πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι. 1.721. αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον 1.722. δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν 1.723. Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς 1.724. Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι. 1.725. τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα 1.726. ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος. 1.727. δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο 1.728. ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ 1.729. τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο. 1.730. ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ 1.731. Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη 1.732. παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον 1.733. ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον 1.734. σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν. 1.735. ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ 1.736. Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη 1.737. κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους 1.738. ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν 1.739. οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς· 1.740. Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων 1.741. ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη 1.742. ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια 1.743. Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου 1.744. πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος 1.745. νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως 1.746. χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι. 1.747. ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν 1.748. Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος· 1.749. οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι 1.750. ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν 1.751. ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας. 1.752. ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες. 1.753. καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων 1.754. ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια· 1.755. τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους 1.756. σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς 1.757. ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο 1.758. πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι. 1.759. ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο 1.760. βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης 1.761. μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γε 1.762. δῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα. 1.763. ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ 1.764. εἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς. 1.765. κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν 1.766. ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι 1.767. βάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο. 1.768. τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης. 1.769. δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη 1.770. Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν 1.771. πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι 1.772. τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην 1.773. δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι. 1.774. βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος 1.775. ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν 1.776. νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα 1.777. καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει 1.778. καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο 1.779. παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος 1.780. ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες· 1.781. τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως. 1.782. καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν 1.783. δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες 1.784. γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας 1.785. νίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν 1.786. Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι 1.787. δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν. 1.788. ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι 1.789. ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα 1.790. ἀντία δεσποίνης· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα 1.791. παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε 1.792. αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν· 1.793. ‘ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων 1.794. ἧσθʼ αὔτως; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ 1.795. ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο 1.796. πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν 1.797. ἐξερέω νημερτές, ἵνʼ εὖ γνοίητε καὶ αὐτοί. 1.798. εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν 1.799. τηνίκα Θρηικίην, οἵ τʼ ἀντία ναιετάουσιν 1.800. δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους 1.801. ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις 1.802. δεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις 1.803. Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην. 1.804. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων 1.805. ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· 1.806. αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον 1.807. σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτʼ αὖτις 1.808. ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ 1.809. πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα 1.810. γνήσιʼ ἐνὶ μεγάροις, σκοτίη δʼ ἀνέτελλε γενέθλη. 1.811. αὔτως δʼ ἀδμῆτές τε κόραι, χῆραί τʼ ἐπὶ τῇσιν 1.812. μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο. 1.813. οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός 1.814. εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο 1.815. μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδʼ ἀπὸ μητρὸς 1.816. λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον· 1.817. οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῷ. 1.818. ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν 1.819. ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο· 1.820. εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος 1.821. ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις 1.822. δέχθαι, ἵνʼ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ 1.823. αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο. 1.824. οἱ δʼ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο 1.825. ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθʼ ἔτι νῦν περ 1.826. Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν. 1.827. τῶ ὑμεῖς στρωφᾶσθʼ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι 1.828. ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τʼ ἂν ἔπειτα 1.829. πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σʼ οἴω 1.830. γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων 1.831. νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν. 1.832. ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες 1.833. μύθους ἡμετέρους, μηδʼ ἔκτοθι μίμνε πόληος.’ 1.834. Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη 1.835. ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν 1.836. ‘Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν 1.837. χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις. 1.838. εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτʼ ἂν ἕκαστα 1.839. ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω 1.840. σοίγʼ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων 1.841. χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.’ 1.842. ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δʼ ὀπίσσω 1.843. βῆ ῥʼ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι 1.844. μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων 1.845. ἐξέμολεν. μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαις 1.846. ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι 1.847. μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν 1.848. τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια· 1.849. καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκον 1.850. ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν 1.851. Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις 1.852. ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος. 1.853. ἔνθʼ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο 1.854. Αἰσονίδης· οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος 1.855. Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο 1.856. αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι. 1.857. αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει 1.858. καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δʼ ἄλλων 1.859. ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν 1.860. Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. 1.861. ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν 1.862. ναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες 1.863. εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν 1.864. Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν· 1.865. ‘δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει 1.866. ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν 1.867. κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδεν 1.868. ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι; 1.869. οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν 1.870. ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας 1.871. αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν. 1.872. ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροις 1.873. Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον 1.874. παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.’ 1.875. ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτλη 1.876. ὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι· 1.877. ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι 1.878. σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν. 1.879. ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι 1.880. πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν 1.881. ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον 1.882. καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε 1.883. ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο 1.884. χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον 1.885. εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. 1.886. ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα 1.887. Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος· 1.888. ‘Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις 1.889. χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα 1.890. αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος 1.891. σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω 1.892. δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι. 1.893. ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις 1.894. ἄλλων ἐκ πολίων· ἀλλʼ οὐ σύγε τήνδε μενοινὴν 1.895. σχήσεις, οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι. 1.896. μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη 1.897. Ὑψιπύλης· λίπε δʼ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι 1.898. πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.’ 1.899. τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν· 1.900. ‘Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο 1.901. ἐκ μακάρων· τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείω 1.902. ἴσχανʼ, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι 1.903. ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων. 1.904. εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι 1.905. τηλοῦ ἀναπλώοντι, σὺ δʼ ἄρσενα παῖδα τέκηαι 1.906. πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ 1.907. πατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε 1.908. τέτμῃ ἔτι ζώοντας, ἵνʼ ἄνδιχα τοῖο ἄνακτος 1.909. σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.’ 1.1051. ἐς δὲ πύλας ὁμάδῳ πέσον ἀθρόοι· αἶψα δʼ ἀυτῆς 2.1077. οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο 3.1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε 3.210. τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα 3.211. ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν 3.212. Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες. 3.213. ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο 3.214. Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. 3.215. ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος 3.216. εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους 3.217. ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο 3.218. λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. 3.219. εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο 3.220. ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν 3.221. ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν 3.222. ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν 3.223. Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι 3.224. ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· 3.225. ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν 3.226. θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις 3.227. κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. 3.228. τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο 3.229. τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. 3.230. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων 3.231. ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· 3.232. πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον 3.233. ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις 3.234. δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. 3.235. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ 3.236. δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα· 3.237. δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. 3.238. λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. 3.239. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν 3.240. κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· 3.241. ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο. 3.242. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια 3.243. πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν 3.244. Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. 3.245. καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα 3.246. ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. 3.247. τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες 3.248. ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε 3.249. ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν-- 3.250. Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν 3.251. ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο 3.252. νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα-- 3.253. καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν 3.254. Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι 3.255. νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι 3.256. ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα 3.257. ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ 3.258. μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες 3.259. γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον· 3.260. ‘ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες 3.261. τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα. 3.262. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης 3.263. λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε 3.264. πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας 3.265. ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο 3.266. ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι 3.271. ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο 3.272. ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ 3.273. κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν 3.274. ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι. 3.275. τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος 3.276. τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος 3.277. τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. 3.278. ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας 3.279. ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν. 3.280. ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν 3.281. ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς 3.282. Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ 3.283. ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν 3.284. ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν. 3.285. αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο 3.286. καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ 3.287. νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ 3.288. βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο 3.289. στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην 3.290. μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. 3.291. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ 3.292. χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν 3.293. ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο 3.294. ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο 3.295. δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει· 3.296. τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ 3.297. οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς 3.298. ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο. 3.299. δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν 3.300. αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς 3.301. ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. 3.302. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς 3.303. υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν· 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.347. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.584. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα 3.585. δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων 3.586. ξείνων μελιχίῃ τε θεουδείῃ τʼ ἐκέκαστο 3.587. εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν 3.588. Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν· 4.198. Αἰήτης ὁμάδῳ πόντονδʼ ἴμεν ἐκ ποταμοῖο.
4. Vergil, Aeneis, 1.297-1.304, 1.495-1.623, 1.701-1.708, 7.37 (1st cent. BCE - 1st cent. BCE)

1.297. or mourns with grief untold the untimely doom 1.299. After these things were past, exalted Jove 1.300. from his ethereal sky surveying clear 1.301. the seas all winged with sails, lands widely spread 1.302. and nations populous from shore to shore 1.303. paused on the peak of heaven, and fixed his gaze 1.304. on Libya . But while he anxious mused 1.495. and for her journey's aid, he whispered where 1.496. his buried treasure lay, a weight unknown 1.497. of silver and of gold. Thus onward urged 1.498. Dido, assembling her few trusted friends 1.499. prepared her flight. There rallied to her cause 1.500. all who did hate and scorn the tyrant king 1.501. or feared his cruelty. They seized his ships 1.502. which haply rode at anchor in the bay 1.503. and loaded them with gold; the hoarded wealth 1.504. of vile and covetous Pygmalion 1.505. they took to sea. A woman wrought this deed. 1.506. Then came they to these lands where now thine eyes 1.507. behold yon walls and yonder citadel 1.508. of newly rising Carthage . For a price 1.509. they measured round so much of Afric soil 1.510. as one bull's hide encircles, and the spot 1.511. received its name, the Byrsa. But, I pray 1.512. what men are ye? from what far land arrived 1.513. and whither going?” When she questioned thus 1.514. her son, with sighs that rose from his heart's depths 1.516. “Divine one, if I tell 1.517. my woes and burdens all, and thou could'st pause 1.518. to heed the tale, first would the vesper star 1.519. th' Olympian portals close, and bid the day 1.520. in slumber lie. of ancient Troy are we— 1.521. if aught of Troy thou knowest! As we roved 1.522. from sea to sea, the hazard of the storm 1.523. cast us up hither on this Libyan coast. 1.524. I am Aeneas, faithful evermore 1.525. to Heaven's command; and in my ships I bear 1.526. my gods ancestral, which I snatched away 1.527. from peril of the foe. My fame is known 1.528. above the stars. I travel on in quest 1.529. of Italy, my true home-land, and I 1.530. from Jove himself may trace my birth divine. 1.531. With twice ten ships upon the Phryglan main 1.532. I launched away. My mother from the skies 1.533. gave guidance, and I wrought what Fate ordained. 1.534. Yet now scarce seven shattered ships survive 1.535. the shock of wind and wave; and I myself 1.536. friendless, bereft, am wandering up and down 1.537. this Libyan wilderness! Behold me here 1.538. from Europe and from Asia exiled still!” 1.539. But Venus could not let him longer plain 1.541. “Whoe'er thou art 1.542. I deem that not unblest of heavenly powers 1.543. with vital breath still thine, thou comest hither 1.544. unto our Tyrian town. Go steadfast on 1.545. and to the royal threshold make thy way! 1.546. I bring thee tidings that thy comrades all 1.547. are safe at land; and all thy ships, conveyed 1.548. by favoring breezes, safe at anchor lie; 1.549. or else in vain my parents gave me skill 1.550. to read the skies. Look up at yonder swans! 1.551. A flock of twelve, whose gayly fluttering file 1.552. erst scattered by Jove's eagle swooping down 1.553. from his ethereal haunt, now form anew 1.554. their long-drawn line, and make a landing-place 1.555. or, hovering over, scan some chosen ground 1.556. or soaring high, with whir of happy wings 1.557. re-circle heaven in triumphant song: 1.558. likewise, I tell thee, thy Iost mariners 1.559. are landed, or fly landward at full sail. 1.561. She ceased and turned away. A roseate beam 1.562. from her bright shoulder glowed; th' ambrosial hair 1.563. breathed more than mortal sweetness, while her robes 1.564. fell rippling to her feet. Each step revealed 1.565. the veritable goddess. Now he knew 1.566. that vision was his mother, and his words 1.567. pursued the fading phantom as it fled: 1.568. “Why is thy son deluded o'er and o'er 1.569. with mocking dreams,—another cruel god? 1.570. Hast thou no hand-clasp true, nor interchange 1.571. of words unfeigned betwixt this heart and thine?” 1.572. Such word of blame he spoke, and took his way 1.573. toward the city's rampart. Venus then 1.574. o'erveiled them as they moved in darkened air,— 1.575. a liquid mantle of thick cloud divine,— 1.576. that viewless they might pass, nor would any 1.577. obstruct, delay, or question why they came. 1.578. To Paphos then she soared, her Ioved abode 1.579. where stands her temple, at whose hundred shrines 1.580. garlands of myrtle and fresh roses breathe 1.582. Meanwhile the wanderers swiftly journey on 1.583. along the clear-marked road, and soon they climb 1.584. the brow of a high hill, which close in view 1.585. o'er-towers the city's crown. The vast exploit 1.586. where lately rose but Afric cabins rude 1.587. Aeneas wondered at: the smooth, wide ways; 1.588. the bastioned gates; the uproar of the throng. 1.589. The Tyrians toil unwearied; some up-raise 1.590. a wall or citadel, from far below 1.591. lifting the ponderous stone; or with due care 1.592. choose where to build, and close the space around 1.593. with sacred furrow; in their gathering-place 1.594. the people for just governors, just laws 1.595. and for their reverend senate shout acclaim. 1.596. Some clear the harbor mouth; some deeply lay 1.597. the base of a great theatre, and carve out 1.598. proud columns from the mountain, to adorn 1.599. their rising stage with lofty ornament. 1.600. o busy bees above a field of flowers 1.601. in early summer amid sunbeams toil 1.602. leading abroad their nation's youthful brood; 1.603. or with the flowing honey storing close 1.604. the pliant cells, until they quite run o'er 1.605. with nectared sweet; while from the entering swarm 1.606. they take their little loads; or lined for war 1.607. rout the dull drones, and chase them from the hive; 1.608. brisk is the task, and all the honeyed air 1.609. breathes odors of wild thyme. “How blest of Heaven. 1.610. These men that see their promised ramparts rise!” 1.611. Aeneas sighed; and swift his glances moved 1.612. from tower to tower; then on his way he fared 1.613. veiled in the wonder-cloud, whence all unseen 1.614. of human eyes,—O strange the tale and true!— 1.616. Deep in the city's heart there was a grove 1.617. of beauteous shade, where once the Tyrians 1.618. cast here by stormful waves, delved out of earth 1.619. that portent which Queen Juno bade them find,— 1.620. the head of a proud horse,—that ages long 1.621. their boast might be wealth, luxury and war. 1.622. Upon this spot Sidonian Dido raised 1.623. a spacious fane to Juno, which became 1.701. emerging tallest of her beauteous train; 1.702. while joy unutterable thrills the breast 1.703. of fond Latona: Dido not less fair 1.704. amid her subjects passed, and not less bright 1.705. her glow of gracious joy, while she approved 1.706. her future kingdom's pomp and vast emprise. 1.707. Then at the sacred portal and beneath 1.708. the temple's vaulted dome she took her place 7.37. Then, gazing from the deep, Aeneas saw


Subjects of this text:

subject book bibliographic info
acropolis, in the aeneid Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
action/activity, nocturnal Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
aietes Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
alcinous Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
apollonius of rhodes, on medea Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
apollonius of rhodes Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
apollonius rhodius de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 473
carthaginians, in the aeneid Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
carthaginians, portrait of Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
danger Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
emotional restraint de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 473
emotions, anger/rage de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 473
eros Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
euripides Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
heracles/hercules, greek heracles de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 473
hunter, richard Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
jason de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 473
love Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
medea Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
simile Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
speech' de Bakker, van den Berg, and Klooster, Emotions and Narrative in Ancient Literature and Beyond (2022) 473
witches Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
woolwork Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192
work Ker and Wessels, The Values of Nighttime in Classical Antiquity: Between Dusk and Dawn (2020) 192