Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 3.210-3.266


τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα <And as they went Hera with friendly thought spread a thick mist through the city, that they might fare to the palace of Aeetes unseen by the countless hosts of the Colchians. But soon when from the plain they came to the city and Aeetes' palace, then again Hera dispersed the mist. And they stood at the entrance, marvelling at the king's courts and the wide gates and columns which rose in ordered lines round the walls; and high up on the palace a coping of stone rested on brazen triglyphs. And silently they crossed the threshold. And close by garden vines covered with green foliage were in full bloom, lifted high in air. And beneath them ran four fountains, ever-flowing, which Hephaestus had delved out. One was gushing with milk, one with wine, while the third flowed with fragrant oil; and the fourth ran with water, which grew warm at the setting of the Pleiads, and in turn at their rising bubbled forth from the hollow rock, cold as crystal. Such then were the wondrous works that the craftsman-god Hephaestus had fashioned in the palace of Cytaean Aeetes. And he wrought for him bulls with feet of bronze, and their mouths were of bronze, and from them they breathed out a terrible flame of fire; moreover he forged a plough of unbending adamant, all in one piece, in payment of thanks to Helios, who had taken the god up in his chariot when faint from the Phlegraean fight. And here an inner-court was built, and round it were many well-fitted doors and chambers here and there, and all along on each side was a richly-wrought gallery. And on both sides loftier buildings stood obliquely. In one, which was the loftiest, lordly Aeetes dwelt with his queen; and in another dwelt Apsyrtus, son of Aeetes, whom a Caucasian nymph, Asterodeia, bare before he made Eidyia his wedded wife, the youngest daughter of Tethys and Oceanus. And the sons of the Colchians called him by the new name of Phaethon, because he outshone all the youths. The other buildings the handmaidens had, and the two daughters of Aeetes, Chalciope and Medea. Medea then they found going from chamber to chamber in search of her sister, for Hera detained her within that day; but beforetime she was not wont to haunt the palace, but all day long was busied in Hecate's temple, since she herself was the priestess of the goddess. And when she saw them she cried aloud, and quickly Chalciope caught the sound; and her maids, throwing down at their feet their yarn and their thread, rushed forth all in a throng. And she, beholding her sons among them, raised her hands aloft through joy; and so they likewise greeted their mother, and when they saw her embraced her in their gladness; and she with many sobs spoke thus: "After all then, ye were not destined to leave me in your heedlessness and to wander far; but fate has turned you back. Poor wretch that I am! What a yearning for Hellas from some woeful madness seized you at the behest of your father Phrixus. Bitter sorrows for my heart did he ordain when dying. And why should ye go to the city of Orchomenus, whoever this Orchomenus is, for the sake of Athamas' wealth, leaving your mother alone to bear her grief?
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

3 results
1. Euripides, Medea, 527-528, 477 (5th cent. BCE - 5th cent. BCE)

2. Apollonius of Rhodes, Argonautica, 3.1-3.167, 3.169-3.178, 3.182, 3.190-3.195, 3.200-3.209, 3.211-3.266, 3.270-3.438, 3.584-3.588, 3.648-3.664, 3.681-3.692 (3rd cent. BCE - 3rd cent. BCE)

3.1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε 3.7. μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν 3.8. Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων 3.9. ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι 3.10. βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη· 3.11. ‘αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς. 3.12. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες 3.13. χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο 3.14. ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν 3.15. μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς. 3.16. ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.’ 3.17. ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν· 3.18. ‘καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν 3.19. Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω 3.20. φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει 3.21. θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.’ 3.22. ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν 3.23. ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη 3.24. τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον· 3.25. ‘δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω 3.26. παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται 3.27. κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν 3.28. θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω 3.29. κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.’ 3.30. ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ 3.31. καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν· 3.32. ‘Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων 3.33. οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. 3.34. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε 3.35. ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.’ 3.36. ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο 3.37. Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις 3.38. ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. 3.39. ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο 3.40. ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. 3.41. ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει 3.42. νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα 3.43. δαίδαλα χάλκευεν ῥιπῇ πυρόσʼ ἡ δʼ ἄρα μούνη 3.44. ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. 3.45. λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις 3.46. κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς 3.47. πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα 3.48. ἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο 3.49. εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ 3.50. ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. 3.51. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν· 3.52. ‘Ἠθεῖαι, τίς δεῦρο νόος χρειω τε κομίζει 3.53. δηναιὰς αὔτως; τί δʼ ἱκάνετον, οὔτι πάρος γε 3.54. λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;’ 3.55. τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν· 3.56. ‘Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. 3.57. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει 3.58. Αἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται. 3.59. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν 3.60. δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα. 3.61. τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται 3.62. λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν 3.63. ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις 3.64. ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας 3.65. ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. 3.66. καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων 3.67. ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου 3.68. ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν 3.69. θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα 3.70. οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν 3.71. χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. 3.72. γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείρας 3.73. αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ. 3.74. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην 3.75. τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.’ 3.76. ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων. 3.77. ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα 3.78. καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν· 3.79. ‘πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο 3.80. Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω 3.81. ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν 3.82. ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.’ 3.83. ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγορευσεν· 3.84. ‘οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν. 3.85. ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ 3.86. παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο. 3.87. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα 3.88. ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω 3.89. νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.’ 3.90. ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν· 3.91. ‘Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα 3.92. ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι 3.93. τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο 3.94. οὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει. 3.95. καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι 3.96. αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς 3.97. ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς 3.98. εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει 3.99. ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ.’ 3.100. ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην 3.101. ἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν· 3.102. ‘ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ 3.103. μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή. 3.104. νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν 3.105. πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει.’ 3.106. ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός 3.107. ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν· 3.108. ‘οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις 3.109. ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινε 3.110. χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.’ 3.111. ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη· 3.112. ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ 3.113. βῆ ῥ̓ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. 3.114. εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ 3.115. οὐκ οἶον, μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς 3.116. οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν 3.117. κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε 3.118. χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. 3.119. καί ῥ̓ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ 3.120. μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν 3.121. ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς 3.122. χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο 3.123. σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως 3.124. ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. 3.125. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας 3.126. βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν 3.127. Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός 3.128. καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν· 3.129. ‘τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως 3.130. ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα; 3.131. εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω· 3.132. καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα 3.133. κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια 3.134. ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι 3.135. σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο 3.136. χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον. 3.137. χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳ 3.138. διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται· 3.139. κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαις 3.140. κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο 3.141. ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν. 3.142. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο 3.143. θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστω 3.144. ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.’ 3.145. ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι. 3.146. μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος 3.147. νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. 3.148. λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσιν 3.149. ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς 3.150. κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα· 3.151. ‘ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς 3.152. ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω 3.153. εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.’ 3.154. φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ 3.155. μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. 3.156. αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ 3.157. πρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον. 3.158. βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. 3.159. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο 3.160. αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος 3.161. οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα 3.162. οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς 3.163. ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. 3.164. νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν 3.165. φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε 3.166. ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι. 3.167. ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς 3.190. πρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο 3.191. μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. 3.192. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν 3.193. ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει.’ 3.200. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ 3.201. ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν 3.202. τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται 3.203. δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν 3.204. ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃ 3.205. ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι 3.206. ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις 3.207. δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσην 3.208. καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν 3.209. θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται. 3.211. ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν 3.212. Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες. 3.213. ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο 3.214. Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. 3.215. ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος 3.216. εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους 3.217. ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο 3.218. λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. 3.219. εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο 3.220. ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν 3.221. ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν 3.222. ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν 3.223. Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι 3.224. ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· 3.225. ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν 3.226. θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις 3.227. κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. 3.228. τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο 3.229. τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. 3.230. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων 3.231. ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· 3.232. πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον 3.233. ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις 3.234. δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. 3.235. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ 3.236. δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα· 3.237. δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. 3.238. λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. 3.239. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν 3.240. κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· 3.241. ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο. 3.242. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια 3.243. πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν 3.244. Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. 3.245. καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα 3.246. ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. 3.247. τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες 3.248. ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε 3.249. ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν-- 3.250. Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν 3.251. ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο 3.252. νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα-- 3.253. καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν 3.254. Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι 3.255. νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι 3.256. ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα 3.257. ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ 3.258. μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες 3.259. γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον· 3.260. ‘ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες 3.261. τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα. 3.262. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης 3.263. λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε 3.264. πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας 3.265. ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο 3.266. ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι 3.270. Χαλκιόπης ἀίουσα· τὸ δʼ αὐτίκα πᾶν ὁμάδοιο 3.271. ἕρκος ἐπεπλήθει. τοὶ μὲν μέγαν ἀμφιπένοντο 3.272. ταῦρον ἅλις δμῶες· τοὶ δὲ ξύλα κάγκανα χαλκῷ 3.273. κόπτον· τοὶ δὲ λοετρὰ πυρὶ ζέον· οὐδέ τις ἦεν 3.274. ὃς καμάτου μεθίεσκεν, ὑποδρήσσων βασιλῆι. 3.275. τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος 3.276. τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος 3.277. τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. 3.278. ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας 3.279. ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν. 3.280. ἐκ δʼ ὅγε καρπαλίμοισι λαθὼν ποσὶν οὐδὸν ἄμειψεν 3.281. ὀξέα δενδίλλων· αὐτῷ ὑπὸ βαιὸς ἐλυσθεὶς 3.282. Αἰσονίδῃ γλυφίδας μέσσῃ ἐνικάτθετο νευρῇ 3.283. ἰθὺς δʼ ἀμφοτέρῃσι διασχόμενος παλάμῃσιν 3.284. ἧκʼ ἐπὶ Μηδείῃ· τὴν δʼ ἀμφασίη λάβε θυμόν. 3.285. αὐτὸς δʼ ὑψορόφοιο παλιμπετὲς ἐκ μεγάροιο 3.286. καγχαλόων ἤιξε· βέλος δʼ ἐνεδαίετο κούρῃ 3.287. νέρθεν ὑπὸ κραδίῃ, φλογὶ εἴκελον· ἀντία δʼ αἰεὶ 3.288. βάλλεν ὑπʼ Αἰσονίδην ἀμαρύγματα, καί οἱ ἄηντο 3.289. στηθέων ἐκ πυκιναὶ καμάτῳ φρένες, οὐδέ τινʼ ἄλλην 3.290. μνῆστιν ἔχεν, γλυκερῇ δὲ κατείβετο θυμὸν ἀνίῃ. 3.291. ὡς δὲ γυνὴ μαλερῷ περὶ κάρφεα χεύατο δαλῷ 3.292. χερνῆτις, τῇπερ ταλασήια ἔργα μέμηλεν 3.293. ὥς κεν ὑπωρόφιον νύκτωρ σέλας ἐντύναιτο 3.294. ἄγχι μάλʼ ἐγρομένη· τὸ δʼ ἀθέσφατον ἐξ ὀλίγοιο 3.295. δαλοῦ ἀνεγρόμενον σὺν κάρφεα πάντʼ ἀμαθύνει· 3.296. τοῖος ὑπὸ κραδίῃ εἰλυμένος αἴθετο λάθρῃ 3.297. οὖλος Ἔρως· ἁπαλὰς δὲ μετετρωπᾶτο παρειὰς 3.298. ἐς χλόον, ἄλλοτʼ ἔρευθος, ἀκηδείῃσι νόοιο. 3.299. δμῶες δʼ ὁππότε δή σφιν ἐπαρτέα θῆκαν ἐδωδήν 3.300. αὐτοί τε λιαροῖσιν ἐφαιδρύναντο λοετροῖς 3.301. ἀσπασίως δόρπῳ τε ποτῆτί τε θυμὸν ἄρεσσαν. 3.302. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς 3.303. υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν· 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.347. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.584. οὐδὲ γὰρ Αἰολίδην Φρίξον μάλα περ χατέοντα 3.585. δέχθαι ἐνὶ μεγάροισιν ἐφέστιον, ὃς περὶ πάντων 3.586. ξείνων μελιχίῃ τε θεουδείῃ τʼ ἐκέκαστο 3.587. εἰ μή οἱ Ζεὺς αὐτὸς ἀπʼ οὐρανοῦ ἄγγελον ἧκεν 3.588. Ἑρμείαν, ὥς κεν προσκηδέος ἀντιάσειεν· 3.648. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο 3.649. αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω 3.650. στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν 3.651. εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα· 3.652. ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς· 3.653. αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. 3.654. τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις 3.655. λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. 3.689. μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ.
3. Vergil, Aeneis, 1.297-1.304, 1.495-1.623, 1.701-1.708, 7.37 (1st cent. BCE - 1st cent. BCE)

1.297. or mourns with grief untold the untimely doom 1.299. After these things were past, exalted Jove 1.300. from his ethereal sky surveying clear 1.301. the seas all winged with sails, lands widely spread 1.302. and nations populous from shore to shore 1.303. paused on the peak of heaven, and fixed his gaze 1.304. on Libya . But while he anxious mused 1.495. and for her journey's aid, he whispered where 1.496. his buried treasure lay, a weight unknown 1.497. of silver and of gold. Thus onward urged 1.498. Dido, assembling her few trusted friends 1.499. prepared her flight. There rallied to her cause 1.500. all who did hate and scorn the tyrant king 1.501. or feared his cruelty. They seized his ships 1.502. which haply rode at anchor in the bay 1.503. and loaded them with gold; the hoarded wealth 1.504. of vile and covetous Pygmalion 1.505. they took to sea. A woman wrought this deed. 1.506. Then came they to these lands where now thine eyes 1.507. behold yon walls and yonder citadel 1.508. of newly rising Carthage . For a price 1.509. they measured round so much of Afric soil 1.510. as one bull's hide encircles, and the spot 1.511. received its name, the Byrsa. But, I pray 1.512. what men are ye? from what far land arrived 1.513. and whither going?” When she questioned thus 1.514. her son, with sighs that rose from his heart's depths 1.516. “Divine one, if I tell 1.517. my woes and burdens all, and thou could'st pause 1.518. to heed the tale, first would the vesper star 1.519. th' Olympian portals close, and bid the day 1.520. in slumber lie. of ancient Troy are we— 1.521. if aught of Troy thou knowest! As we roved 1.522. from sea to sea, the hazard of the storm 1.523. cast us up hither on this Libyan coast. 1.524. I am Aeneas, faithful evermore 1.525. to Heaven's command; and in my ships I bear 1.526. my gods ancestral, which I snatched away 1.527. from peril of the foe. My fame is known 1.528. above the stars. I travel on in quest 1.529. of Italy, my true home-land, and I 1.530. from Jove himself may trace my birth divine. 1.531. With twice ten ships upon the Phryglan main 1.532. I launched away. My mother from the skies 1.533. gave guidance, and I wrought what Fate ordained. 1.534. Yet now scarce seven shattered ships survive 1.535. the shock of wind and wave; and I myself 1.536. friendless, bereft, am wandering up and down 1.537. this Libyan wilderness! Behold me here 1.538. from Europe and from Asia exiled still!” 1.539. But Venus could not let him longer plain 1.541. “Whoe'er thou art 1.542. I deem that not unblest of heavenly powers 1.543. with vital breath still thine, thou comest hither 1.544. unto our Tyrian town. Go steadfast on 1.545. and to the royal threshold make thy way! 1.546. I bring thee tidings that thy comrades all 1.547. are safe at land; and all thy ships, conveyed 1.548. by favoring breezes, safe at anchor lie; 1.549. or else in vain my parents gave me skill 1.550. to read the skies. Look up at yonder swans! 1.551. A flock of twelve, whose gayly fluttering file 1.552. erst scattered by Jove's eagle swooping down 1.553. from his ethereal haunt, now form anew 1.554. their long-drawn line, and make a landing-place 1.555. or, hovering over, scan some chosen ground 1.556. or soaring high, with whir of happy wings 1.557. re-circle heaven in triumphant song: 1.558. likewise, I tell thee, thy Iost mariners 1.559. are landed, or fly landward at full sail. 1.561. She ceased and turned away. A roseate beam 1.562. from her bright shoulder glowed; th' ambrosial hair 1.563. breathed more than mortal sweetness, while her robes 1.564. fell rippling to her feet. Each step revealed 1.565. the veritable goddess. Now he knew 1.566. that vision was his mother, and his words 1.567. pursued the fading phantom as it fled: 1.568. “Why is thy son deluded o'er and o'er 1.569. with mocking dreams,—another cruel god? 1.570. Hast thou no hand-clasp true, nor interchange 1.571. of words unfeigned betwixt this heart and thine?” 1.572. Such word of blame he spoke, and took his way 1.573. toward the city's rampart. Venus then 1.574. o'erveiled them as they moved in darkened air,— 1.575. a liquid mantle of thick cloud divine,— 1.576. that viewless they might pass, nor would any 1.577. obstruct, delay, or question why they came. 1.578. To Paphos then she soared, her Ioved abode 1.579. where stands her temple, at whose hundred shrines 1.580. garlands of myrtle and fresh roses breathe 1.582. Meanwhile the wanderers swiftly journey on 1.583. along the clear-marked road, and soon they climb 1.584. the brow of a high hill, which close in view 1.585. o'er-towers the city's crown. The vast exploit 1.586. where lately rose but Afric cabins rude 1.587. Aeneas wondered at: the smooth, wide ways; 1.588. the bastioned gates; the uproar of the throng. 1.589. The Tyrians toil unwearied; some up-raise 1.590. a wall or citadel, from far below 1.591. lifting the ponderous stone; or with due care 1.592. choose where to build, and close the space around 1.593. with sacred furrow; in their gathering-place 1.594. the people for just governors, just laws 1.595. and for their reverend senate shout acclaim. 1.596. Some clear the harbor mouth; some deeply lay 1.597. the base of a great theatre, and carve out 1.598. proud columns from the mountain, to adorn 1.599. their rising stage with lofty ornament. 1.600. o busy bees above a field of flowers 1.601. in early summer amid sunbeams toil 1.602. leading abroad their nation's youthful brood; 1.603. or with the flowing honey storing close 1.604. the pliant cells, until they quite run o'er 1.605. with nectared sweet; while from the entering swarm 1.606. they take their little loads; or lined for war 1.607. rout the dull drones, and chase them from the hive; 1.608. brisk is the task, and all the honeyed air 1.609. breathes odors of wild thyme. “How blest of Heaven. 1.610. These men that see their promised ramparts rise!” 1.611. Aeneas sighed; and swift his glances moved 1.612. from tower to tower; then on his way he fared 1.613. veiled in the wonder-cloud, whence all unseen 1.614. of human eyes,—O strange the tale and true!— 1.616. Deep in the city's heart there was a grove 1.617. of beauteous shade, where once the Tyrians 1.618. cast here by stormful waves, delved out of earth 1.619. that portent which Queen Juno bade them find,— 1.620. the head of a proud horse,—that ages long 1.621. their boast might be wealth, luxury and war. 1.622. Upon this spot Sidonian Dido raised 1.623. a spacious fane to Juno, which became 1.701. emerging tallest of her beauteous train; 1.702. while joy unutterable thrills the breast 1.703. of fond Latona: Dido not less fair 1.704. amid her subjects passed, and not less bright 1.705. her glow of gracious joy, while she approved 1.706. her future kingdom's pomp and vast emprise. 1.707. Then at the sacred portal and beneath 1.708. the temple's vaulted dome she took her place 7.37. Then, gazing from the deep, Aeneas saw


Subjects of this text:

subject book bibliographic info
acropolis, in the aeneid Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
aietes Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
alcinous Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
apollonius Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
apollonius of rhodes, on medea Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
carthaginians, in the aeneid Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
carthaginians, portrait of Giusti, Disclosure and Discretion in Roman Astrology: Manilius and his Augustan Contemporaries (2018) 119
euripides Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
gender, androcentric Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
gender, patriarchy Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
greed and bribery and acquisitiveness Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
helen of sparta/troy Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
love, eros, and sexuality Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
medea Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
morality and ethics Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
ovid Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
propertius Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
reader and audience Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
scylla Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
treasonous girl mytheme Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
women and girls, agency of Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
women and girls, as weakness Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
women and girls, motivations of' Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27