Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 3.169-3.178
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

3 results
1. Euripides, Medea, 527-528, 477 (5th cent. BCE - 5th cent. BCE)

2. Apollonius of Rhodes, Argonautica, 3.1-3.167, 3.170-3.178, 3.182, 3.190-3.195, 3.200-3.266, 3.275-3.279, 3.302-3.448, 3.453-3.458, 3.475-3.483, 3.502-3.516, 3.540-3.554, 3.556-3.566, 3.648-3.664, 3.681-3.692 (3rd cent. BCE - 3rd cent. BCE)

3.1. εἰ δʼ ἄγε νῦν, Ἐρατώ, παρά θʼ ἵστασο, καί μοι ἔνισπε 3.7. μίμνον ἀριστῆες λελοχημένοι· αἱ δʼ ἐνόησαν 3.8. Ἥρη Ἀθηναίη τε, Διὸς δʼ αὐτοῖο καὶ ἄλλων 3.9. ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι 3.10. βούλευον· πείραζε δʼ Ἀθηναίην πάρος Ἥρη· 3.11. ‘αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς. 3.12. τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες 3.13. χρύσεον Αἰήταο μεθʼ Ἑλλάδα κῶας ἄγοιντο 3.14. ἦ καὶ τόνγʼ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν 3.15. μειλιχίοις; ἦ γὰρ ὅγʼ ὑπερφίαλος πέλει αἰνῶς. 3.16. ἔμπης δʼ οὔτινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.’ 3.17. ὧς φάτο· τὴν δὲ παρᾶσσον Ἀθηναίη προσέειπεν· 3.18. ‘καὶ δʼ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν 3.19. Ἤρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω 3.20. φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει 3.21. θυμὸν ἀριστήων· πολέας δʼ ἐπεδοίασα βουλάς.’ 3.22. ἦ, καὶ ἐπʼ οὔδεος αἵγε ποδῶν πάρος ὄμματʼ ἔπηξαν 3.23. ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν· αὐτίκα δʼ Ἥρη 3.24. τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον· 3.25. ‘δεῦρʼ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω 3.26. παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται 3.27. κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν 3.28. θέλξαι ὀιστεύσας ἐπʼ Ἰήσονι. τὸν δʼ ἂν ὀίω 3.29. κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.’ 3.30. ὧς ἄρʼ ἔφη· πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ 3.31. καί μιν ἔπειτʼ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν· 3.32. ‘Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων 3.33. οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο. 3.34. εἰ δέ σοι αὐτῇ μῦθος ἐφανδάνει, ἦ τʼ ἂν ἔγωγε 3.35. ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.’ 3.36. ἦ, καὶ ἀναΐξασαι ἐπὶ μέγα δῶμα νέοντο 3.37. Κύπριδος, ὅ ῥά τέ οἱ δεῖμεν πόσις ἀμφιγυήεις 3.38. ὁππότε μιν τὰ πρῶτα παραὶ Διὸς ἦγεν ἄκοιτιν. 3.39. ἕρκεα δʼ εἰσελθοῦσαι ὑπʼ αἰθούσῃ θαλάμοιο 3.40. ἔσταν, ἵνʼ ἐντύνεσκε θεὰ λέχος Ἡφαίστοιο. 3.41. ἀλλʼ ὁ μὲν ἐς χαλκεῶνα καὶ ἄκμονας ἦρι βεβήκει 3.42. νήσοιο πλαγκτῆς εὐρὺν μυχόν, ᾧ ἔνι πάντα 3.43. δαίδαλα χάλκευεν ῥιπῇ πυρόσʼ ἡ δʼ ἄρα μούνη 3.44. ἧστο δόμῳ δινωτὸν ἀνὰ θρόνον, ἄντα θυράων. 3.45. λευκοῖσιν δʼ ἑκάτερθε κόμας ἐπιειμένη ὤμοις 3.46. κόσμει χρυσείῃ διὰ κερκίδι, μέλλε δὲ μακροὺς 3.47. πλέξασθαι πλοκάμους· τὰς δὲ προπάροιθεν ἰδοῦσα 3.48. ἔσχεθεν, εἴσω τέ σφʼ ἐκάλει, καὶ ἀπὸ θρόνου ὦρτο 3.49. εἷσέ τʼ ἐνὶ κλισμοῖσιν· ἀτὰρ μετέπειτα καὶ αὐτὴ 3.50. ἵζανεν, ἀψήκτους δὲ χεροῖν ἀνεδήσατο χαίτας. 3.51. τοῖα δὲ μειδιόωσα προσέννεπεν αἱμυλίοισιν· 3.52. ‘Ἠθεῖαι, τίς δεῦρο νόος χρειω τε κομίζει 3.53. δηναιὰς αὔτως; τί δʼ ἱκάνετον, οὔτι πάρος γε 3.54. λίην φοιτίζουσαι, ἐπεὶ περίεστε θεάων;’ 3.55. τὴν δʼ Ἥρη τοίοισιν ἀμειβομένη προσέειπεν· 3.56. ‘Κερτομέεις· νῶιν δὲ κέαρ συνορίνεται ἄτῃ. 3.57. ἤδη γὰρ ποταμῷ ἐνὶ Φάσιδι νῆα κατίσχει 3.58. Αἰσονίδης, ἠδʼ ἄλλοι ὅσοι μετὰ κῶας ἕπονται. 3.59. τῶν ἤτοι πάντων μέν, ἐπεὶ πέλας ἔργον ὄρωρεν 3.60. δείδιμεν ἐκπάγλως, περὶ δʼ Αἰσονίδαο μάλιστα. 3.61. τὸν μὲν ἐγών, εἰ καί περ ἐς Ἄιδα ναυτίλληται 3.62. λυσόμενος χαλκέων Ἰξίονα νειόθι δεσμῶν 3.63. ῥύσομαι, ὅσσον ἐμοῖσιν ἐνὶ σθένος ἔπλετο γυίοις 3.64. ὄφρα μὴ ἐγγελάσῃ Πελίης κακὸν οἶτον ἀλύξας 3.65. ὅς μʼ ὑπερηνορέῃ θυέων ἀγέραστον ἔθηκεν. 3.66. καὶ δʼ ἄλλως ἔτι καὶ πρὶν ἐμοὶ μέγα φίλατʼ Ἰήσων 3.67. ἐξότʼ ἐπὶ προχοῇσιν ἅλις πλήθοντος Ἀναύρου 3.68. ἀνδρῶν εὐνομίης πειρωμένῃ ἀντεβόλησεν 3.69. θήρης ἐξανιών· νιφετῷ δʼ ἐπαλύνετο πάντα 3.70. οὔρεα καὶ σκοπιαὶ περιμήκεες, οἱ δὲ κατʼ αὐτῶν 3.71. χείμαρροι καναχηδὰ κυλινδόμενοι φορέοντο. 3.72. γρηὶ δέ μʼ εἰσαμένην ὀλοφύρατο, καί μʼ ἀναείρας 3.73. αὐτὸς ἑοῖς ὤμοισι διὲκ προαλὲς φέρεν ὕδωρ. 3.74. τῶ νύ μοι ἄλληκτον περιτίεται· οὐδέ κε λώβην 3.75. τίσειεν Πελίης, εἰ μή σύ γε νόστον ὀπάσσεις.’ 3.76. ὧς ηὔδα· Κύπριν δʼ ἐνεοστασίη λάβε μύθων. 3.77. ἅζετο δʼ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα 3.78. καί μιν ἔπειτʼ ἀγανοῖσι προσέννεπεν ἥγʼ ἐπέεσσιν· 3.79. ‘πότνα θεά, μή τοί τι κακώτερον ἄλλο πέλοιτο 3.80. Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω 3.81. ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν 3.82. ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.’ 3.83. ὧς ἔφαθʼ· Ἥρη δʼ αὖτις ἐπιφραδέως ἀγορευσεν· 3.84. ‘οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν. 3.85. ἀλλʼ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδὶ 3.86. παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο. 3.87. εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα 3.88. ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω 3.89. νοστήσειν ἐς Ἰωλκόν, ἐπεὶ δολόεσσα τέτυκται.’ 3.90. ὧς ἄρʼ ἔφη· Κύπρις δὲ μετʼ ἀμφοτέρῃσιν ἔειπεν· 3.91. ‘Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα 3.92. ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι 3.93. τυτθή γʼ αἰδὼς ἔσσετʼ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο 3.94. οὐκ ὄθεται, μάλα δʼ αἰὲν ἐριδμαίνων ἀθερίζει. 3.95. καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι 3.96. αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς 3.97. ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς 3.98. εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει 3.99. ἕξω ἐμάς, μετέπειτά γʼ ἀτεμβοίμην ἑοῖ αὐτῇ.’ 3.100. ὧς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην 3.101. ἀλλήλαις. ἡ δʼ αὖτις ἀκηχεμένη προσέειπεν· 3.102. ‘ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρὴ 3.103. μυθεῖσθαι πάντεσσιν· ἅλις εἰδυῖα καὶ αὐτή. 3.104. νῦν δʼ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν 3.105. πειρήσω, καί μιν μειλίξομαι, οὐδʼ ἀπιθήσει.’ 3.106. ὧς φάτο· τὴν δʼ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός 3.107. ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν· 3.108. ‘οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις 3.109. ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδʼ ἐρίδαινε 3.110. χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.’ 3.111. ἦ ῥα, καὶ ἔλλιπε θῶκον· ἐφωμάρτησε δʼ Ἀθήνη· 3.112. ἐκ δʼ ἴσαν ἄμφω ταίγε παλίσσυτοι. ἡ δὲ καὶ αὐτὴ 3.113. βῆ ῥ̓ ἴμεν Οὐλύμποιο κατὰ πτύχας, εἴ μιν ἐφεύροι. 3.114. εὗρε δὲ τόνγʼ ἀπάνευθε Διὸς θαλερῇ ἐν ἀλωῇ 3.115. οὐκ οἶον, μετα καὶ Γανυμήδεα, τόν ῥά ποτε Ζεὺς 3.116. οὐρανῷ ἐγκατένασσεν ἐφέστιον ἀθανάτοισιν 3.117. κάλλεος ἱμερθείς. ἀμφʼ ἀστραγάλοισι δὲ τώγε 3.118. χρυσείοις, ἅ τε κοῦροι ὁμήθεες, ἑψιόωντο. 3.119. καί ῥ̓ ὁ μὲν ἤδη πάμπαν ἐνίπλεον ᾧ ὑπὸ μαζῷ 3.120. μάργος Ἔρως λαιῆς ὑποΐσχανε χειρὸς ἀγοστόν 3.121. ὀρθὸς ἐφεστηώς· γλυκερὸν δέ οἱ ἀμφὶ παρειὰς 3.122. χροιῇ θάλλεν ἔρευθος. ὁ δʼ ἐγγύθεν ὀκλαδὸν ἧστο 3.123. σῖγα κατηφιόων· δοιὼ δʼ ἔχεν, ἄλλον ἔτʼ αὔτως 3.124. ἄλλῳ ἐπιπροϊείς, κεχόλωτο δὲ καγχαλόωντι. 3.125. καὶ μὴν τούσγε παρᾶσσον ἐπὶ προτέροισιν ὀλέσσας 3.126. βῆ κενεαῖς σὺν χερσὶν ἀμήχανος, οὐδʼ ἐνόησεν 3.127. Κύπριν ἐπιπλομένην. ἡ δʼ ἀντίη ἵστατο παιδός 3.128. καί μιν ἄφαρ γναθμοῖο κατασχομένη προσέειπεν· 3.129. ‘τίπτʼ ἐπιμειδιάᾳς, ἄφατον κακόν; ἦέ μιν αὔτως 3.130. ἤπαφες, οὐδὲ δίκῃ περιέπλεο νῆιν ἐόντα; 3.131. εἰ δʼ ἄγε μοι πρόφρων τέλεσον χρέος, ὅττι κεν εἴπω· 3.132. καί κέν τοι ὀπάσαιμι Διὸς περικαλλὲς ἄθυρμα 3.133. κεῖνο, τό οἱ ποίησε φίλη τροφὸς Ἀδρήστεια 3.134. ἄντρῳ ἐν Ἰδαίῳ ἔτι νήπια κουρίζοντι 3.135. σφαῖραν ἐυτρόχαλον, τῆς οὐ σύγε μείλιον ἄλλο 3.136. χειρῶν Ἡφαίστοιο κατακτεατίσσῃ ἄρειον. 3.137. χρύσεα μέν οἱ κύκλα τετεύχαται· ἀμφὶ δʼ ἑκάστῳ 3.138. διπλόαι ἁψῖδες περιηγέες εἱλίσσονται· 3.139. κρυπταὶ δὲ ῥαφαί εἰσιν· ἕλιξ δʼ ἐπιδέδρομε πάσαις 3.140. κυανέη. ἀτὰρ εἴ μιν ἑαῖς ἐνὶ χερσὶ βάλοιο 3.141. ἀστὴρ ὥς, φλεγέθοντα διʼ ἠέρος ὁλκὸν ἵησιν. 3.142. τήν τοι ἐγὼν ὀπάσω· σὺ δὲ παρθένον Αἰήταο 3.143. θέλξον ὀιστεύσας ἐπʼ Ἰήσονι· μηδέ τις ἔστω 3.144. ἀμβολίη. δὴ γάρ κεν ἀφαυροτέρη χάρις εἴη.’ 3.145. ὧς φάτο· τῷ δʼ ἀσπαστὸν ἔπος γένετʼ εἰσαΐοντι. 3.146. μείλια δʼ ἔκβαλε πάντα, καὶ ἀμφοτέρῃσι χιτῶνος 3.147. νωλεμὲς ἔνθα καὶ ἔνθα θεᾶς ἔχεν ἀμφιμεμαρπώς. 3.148. λίσσετο δʼ αἶψα πορεῖν αὐτοσχεδόν· ἡ δʼ ἀγανοῖσιν 3.149. ἀντομένη μύθοισιν, ἐπειρύσσασα παρειάς 3.150. κύσσε ποτισχομένη, καὶ ἀμείβετο μειδιόωσα· 3.151. ‘ἴστω νῦν τόδε σεῖο φίλον κάρη ἠδʼ ἐμὸν αὐτῆς 3.152. ἦ μέν τοι δῶρόν γε παρέξομαι, οὐδʼ ἀπατήσω 3.153. εἴ κεν ἐνισκίμψῃς κούρῃ βέλος Αἰήταο.’ 3.154. φῆ· ὁ δʼ ἄρʼ ἀστραγάλους συναμήσατο, κὰδ δὲ φαεινῷ 3.155. μητρὸς ἑῆς εὖ πάντας ἀριθμήσας βάλε κόλπῳ. 3.156. αὐτίκα δʼ ἰοδόκην χρυσέῃ περικάτθετο μίτρῃ 3.157. πρέμνῳ κεκλιμένην· ἀνὰ δʼ ἀγκύλον εἵλετο τόξον. 3.158. βῆ δὲ διὲκ μεγάροιο Διὸς πάγκαρπον ἀλωήν. 3.159. αὐτὰρ ἔπειτα πύλας ἐξήλυθεν Οὐλύμποιο 3.160. αἰθερίας· ἔνθεν δὲ καταιβάτις ἐστὶ κέλευθος 3.161. οὐρανίη· δοιὼ δὲ πόλοι ἀνέχουσι κάρηνα 3.162. οὐρέων ἠλιβάτων, κορυφαὶ χθονός, ᾗχί τʼ ἀερθεὶς 3.163. ἠέλιος πρώτῃσιν ἐρεύθεται ἀκτίνεσσιν. 3.164. νειόθι δʼ ἄλλοτε γαῖα φερέσβιος ἄστεά τʼ ἀνδρῶν 3.165. φαίνετο καὶ ποταμῶν ἱεροὶ ῥόοι, ἄλλοτε δʼ αὖτε 3.166. ἄκριες, ἀμφὶ δὲ πόντος ἀνʼ αἰθέρα πολλὸν ἰόντι. 3.167. ἥρωες δʼ ἀπάνευθεν ἑῆς ἐπὶ σέλμασι νηὸς 3.190. πρηΰνας. ὁ δὲ καί ποτʼ ἀμύμονα Φρίξον ἔδεκτο 3.191. μητρυιῆς φεύγοντα δόλον πατρός τε θυηλάς. 3.192. πάντες ἐπεὶ πάντῃ καὶ ὅτις μάλα κύντατος ἀνδρῶν 3.193. ξεινίου αἰδεῖται Ζηνὸς θέμιν ἠδʼ ἀλεγίζει.’ 3.200. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ 3.201. ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν 3.202. τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται 3.203. δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν 3.204. ἀνέρας οἰχομένους πυρὶ καιέμεν· οὐδʼ ἐνὶ γαίῃ 3.205. ἔστι θέμις στείλαντας ὕπερθʼ ἐπὶ σῆμα χέεσθαι 3.206. ἀλλʼ ἐν ἀδεψήτοισι κατειλύσαντε βοείαις 3.207. δενδρέων ἐξάπτειν ἑκὰς ἄστεος. ἠέρι δʼ ἴσην 3.208. καὶ χθὼν ἔμμορεν αἶσαν, ἐπεὶ χθονὶ ταρχύουσιν 3.209. θηλυτέρας· ἡ γάρ τε δίκη θεσμοῖο τέτυκται. 3.210. τοῖσι δὲ νισσομένοις Ἥρη φίλα μητιόωσα 3.211. ἠέρα πουλὺν ἐφῆκε διʼ ἄστεος, ὄφρα λάθοιεν 3.212. Κόλχων μυρίον ἔθνος ἐς Αἰήταο κιόντες. 3.213. ὦκα δʼ ὅτʼ ἐκ πεδίοιο πόλιν καὶ δώμαθʼ ἵκοντο 3.214. Αἰήτεω, τότε δʼ αὖτις ἀπεσκέδασεν νέφος Ἥρη. 3.215. ἔσταν δʼ ἐν προμολῇσι τεθηπότες ἕρκεʼ ἄνακτος 3.216. εὐρείας τε πύλας καὶ κίονας, οἳ περὶ τοίχους 3.217. ἑξείης ἄνεχον· θριγκὸς δʼ ἐφύπερθε δόμοιο 3.218. λαΐνεος χαλκέῃσιν ἐπὶ γλυφίδεσσιν ἀρήρει. 3.219. εὔκηλοι δʼ ὑπὲρ οὐδὸν ἔπειτʼ ἔβαν. ἄγχι δὲ τοῖο 3.220. ἡμερίδες χλοεροῖσι καταστεφέες πετάλοισιν 3.221. ὑψοῦ ἀειρόμεναι μέγʼ ἐθήλεον. αἱ δʼ ὑπὸ τῇσιν 3.222. ἀέναοι κρῆναι πίσυρες ῥέον, ἃς ἐλάχηνεν 3.223. Ἥφαιστος. καί ῥʼ ἡ μέν ἀναβλύεσκε γάλακτι 3.224. ἡ δʼ οἴνῳ, τριτάτη δὲ θυώδεϊ νᾶεν ἀλοιφῇ· 3.225. ἡ δʼ ἄρʼ ὕδωρ προρέεσκε, τὸ μέν ποθι δυομένῃσιν 3.226. θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δʼ ἀνιούσαις 3.227. κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης. 3.228. τοῖʼ ἄρʼ ἐνὶ μεγάροισι Κυταιέος Αἰήταο 3.229. τεχνήεις Ἥφαιστος ἐμήσατο θέσκελα ἔργα. 3.230. καί οἱ χαλκόποδας ταύρους κάμε, χάλκεα δέ σφεων 3.231. ἦν στόματʼ, ἐκ δὲ πυρὸς δεινὸν σέλας ἀμπνείεσκον· 3.232. πρὸς δὲ καὶ αὐτόγυον στιβαροῦ ἀδάμαντος ἄροτρον 3.233. ἤλασεν, Ἠελίῳ τίνων χάριν, ὅς ῥά μιν ἵπποις 3.234. δέξατο, Φλεγραίῃ κεκμηότα δηιοτῆτι. 3.235. ἔνθα δὲ καὶ μέσσαυλος ἐλήλατο· τῇ δʼ ἐπὶ πολλαὶ 3.236. δικλίδες εὐπηγεῖς θάλαμοί τʼ ἔσαν ἔνθα καὶ ἔνθα· 3.237. δαιδαλέη δʼ αἴθουσα παρὲξ ἑκάτερθε τέτυκτο. 3.238. λέχρις δʼ αἰπύτεροι δόμοι ἕστασαν ἀμφοτέρωθεν. 3.239. τῶν ἤτοι ἄλλῳ μέν, ὅτις καὶ ὑπείροχος ἦεν 3.240. κρείων Αἰήτης σὺν ἑῇ ναίεσκε δάμαρτι· 3.241. ἄλλῳ δʼ Ἄψυρτος ναῖεν πάις Αἰήταο. 3.242. τὸν μὲν Καυκασίη νύμφη τέκεν Ἀστερόδεια 3.243. πρίν περ κουριδίην θέσθαι Εἰδυῖαν ἄκοιτιν 3.244. Τηθύος Ὠκεανοῦ τε πανοπλοτάτην γεγαυῖαν. 3.245. καί μιν Κόλχων υἷες ἐπωνυμίην Φαέθοντα 3.246. ἔκλεον, οὕνεκα πᾶσι μετέπρεπεν ἠιθέοισιν. 3.247. τοὺς δʼ ἔχον ἀμφίπολοί τε καὶ Αἰήταο θύγατρες 3.248. ἄμφω, Χαλκιόπη Μήδειά τε. τὴν μὲν ἄρʼ οἵγε 3.249. ἐκ θαλάμου θάλαμόνδε κασιγνήτην μετιοῦσαν-- 3.250. Ἥρη γάρ μιν ἔρυκε δόμῳ· πρὶν δʼ οὔτι θάμιζεν 3.251. ἐν μεγάροις, Ἑκάτης δὲ πανήμερος ἀμφεπονεῖτο 3.252. νηόν, ἐπεί ῥα θεᾶς αὐτὴ πέλεν ἀρήτειρα-- 3.253. καί σφεας ὡς ἴδεν ἆσσον, ἀνίαχεν· ὀξὺ δʼ ἄκουσεν 3.254. Χαλκιόπη· δμωαὶ δὲ ποδῶν προπάροιθε βαλοῦσαι 3.255. νήματα καὶ κλωστῆρας ἀολλέες ἔκτοθι πᾶσαι 3.256. ἔδραμον. ἡ δʼ ἅμα τοῖσιν ἑοὺς υἱῆας ἰδοῦσα 3.257. ὑψοῦ χάρματι χεῖρας ἀνέσχεθεν· ὧς δὲ καὶ αὐτοὶ 3.258. μητέρα δεξιόωντο, καὶ ἀμφαγάπαζον ἰδόντες 3.259. γηθόσυνοι· τοῖον δὲ κινυρομένη φάτο μῦθον· 3.260. ‘ἔμπης οὐκ ἄρʼ ἐμέλλετʼ ἀκηδείῃ με λιπόντες 3.261. τηλόθι πλάγξασθαι· μετὰ δʼ ὑμέας ἔτραπεν αἶσα. 3.262. δειλὴ ἐγώ, οἷον πόθον Ἑλλάδος ἔκποθεν ἄτης 3.263. λευγαλέης Φρίξοιο ἐφημοσύνῃσιν ἕλεσθε 3.264. πατρός. ὁ μὲν θνῄσκων στυγερὰς ἐπετείλατʼ ἀνίας 3.265. ἡμετέρῃ κραδίῃ. τί δέ κεν πόλιν Ὀρχομενοῖο 3.266. ὅστις ὅδʼ Ὀρχομενός, κτεάνων Ἀθάμαντος ἕκητι 3.275. τόφρα δʼ Ἔρως πολιοῖο διʼ ἠέρος ἷξεν ἄφαντος 3.276. τετρηχώς, οἷόν τε νέαις ἐπὶ φορβάσιν οἶστρος 3.277. τέλλεται, ὅν τε μύωπα βοῶν κλείουσι νομῆες. 3.278. ὦκα δʼ ὑπὸ φλιὴν προδόμῳ ἔνι τόξα τανύσσας 3.279. ἰοδόκης ἀβλῆτα πολύστονον ἐξέλετʼ ἰόν. 3.302. ἐκ δὲ τοῦ Αἰήτης σφετέρης ἐρέεινε θυγατρὸς 3.303. υἱῆας τοίοισι παρηγορέων ἐπέεσσιν· 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.347. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.453. προπρὸ δʼ ἄρʼ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα 3.454. αὐτός θʼ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο 3.455. οἷά τʼ ἔειφʼ, ὥς θʼ ἕζετʼ ἐπὶ θρόνου, ὥς τε θύραζε 3.456. ἤιεν· οὐδέ τινʼ ἄλλον ὀίσσατο πορφύρουσα 3.457. ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δʼ αἰὲν ὀρώρει 3.458. αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν. 3.502. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἀνήνυτος εἴσατʼ ἄεθλος 3.503. δὴν δʼ ἄνεῳ καὶ ἄναυδοι ἐς ἀλλήλους ὁρόωντο 3.504. ἄτῃ ἀμηχανίῃ τε κατηφέες· ὀψὲ δὲ Πηλεὺς 3.505. θαρσαλέως μετὰ πᾶσιν ἀριστήεσσιν ἔειπεν· 3.506. ‘ὥρη μητιάασθαι ὅ κʼ ἔρξομεν. οὐ μὲν ἔολπα 3.507. βουλῆς εἶναι ὄνειαρ, ὅσον τʼ ἐπὶ κάρτεϊ χειρῶν. 3.508. εἰ μέν νυν τύνη ζεῦξαι βόας Αἰήταο 3.509. ἥρως Αἰσονίδη, φρονέεις, μέμονάς τε πόνοιο 3.510. ἦ τʼ ἂν ὑποσχεσίην πεφυλαγμένος ἐντύναιο· 3.511. εἰ δʼ οὔ τοι μάλα θυμὸς ἑῇ ἐπὶ πάγχυ πέποιθεν 3.512. ἠνορέῃ, μήτʼ αὐτὸς ἐπείγεο, μήτε τινʼ ἄλλον 3.513. τῶνδʼ ἀνδρῶν πάπταινε παρήμενος. οὐ γὰρ ἔγωγε 3.514. σχήσομʼ, ἐπεὶ θάνατός γε τὸ κύντατον ἔσσεται ἄλγος.’ 3.540. ὧς φάτο· τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες. 3.541. τρηρὼν μὲν φεύγουσα βίην κίρκοιο πελειὰς 3.542. ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις· 3.543. κίρκος δʼ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος 3.544. τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν· 3.648. δὴν δὲ καταυτόθι μίμνεν ἐνὶ προδόμῳ θαλάμοιο 3.649. αἰδοῖ ἐεργομένη· μετὰ δʼ ἐτράπετʼ αὖτις ὀπίσσω 3.650. στρεφθεῖσʼ· ἐκ δὲ πάλιν κίεν ἔνδοθεν, ἄψ τʼ ἀλέεινεν 3.651. εἴσω· τηΰσιοι δὲ πόδες φέρον ἔνθα καὶ ἔνθα· 3.652. ἤτοι ὅτʼ ἰθύσειεν, ἔρυκέ μιν ἔνδοθεν αἰδώς· 3.653. αἰδοῖ δʼ ἐργομένην θρασὺς ἵμερος ὀτρύνεσκεν. 3.654. τρὶς μὲν ἐπειρήθη, τρὶς δʼ ἔσχετο, τέτρατον αὖτις 3.655. λέκτροισιν πρηνὴς ἐνικάππεσεν εἱλιχθεῖσα. 3.689. μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκʼ ὀλέσσῃ.
3. Valerius Flaccus Gaius, Argonautica, 1.562-1.563, 2.647, 3.553, 4.327, 5.18-5.19, 5.60, 5.549-5.560, 5.562, 5.572, 5.581-5.606, 5.614, 6.736, 8.385-8.407 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
aeetes Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
amycus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
apollonius Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
apollonius rhodius, collective speech in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
apollonius rhodius, silence in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
argo, abandonment of Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
argus, builder of the argo Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
augeas Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
castor Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
euripides Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
gender, androcentric Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
gender, patriarchy Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
golden fleece Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
greed and bribery and acquisitiveness Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
helen of sparta/troy Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
jason Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
love, eros, and sexuality Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
medea Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90; Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
mopsus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
morality and ethics Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
mysia Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
ovid Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
peleus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90
phrixus, sons of Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
pollux Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
propertius Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
reader and audience Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
scylla Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
silence Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
speech, collective Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
telamon Augoustakis, Flavian Poetry and its Greek Past (2014) 91
treasonous girl mytheme Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
valerius flaccus, collective speech in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
valerius flaccus, silence in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 90, 91
women and girls, agency of Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
women and girls, as weakness Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27
women and girls, motivations of' Welch, Tarpeia: Workings of a Roman Myth (2015) 27