Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 3.1268-3.1277
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

3 results
1. Apollonius of Rhodes, Argonautica, 1.609-1.909, 1.1273-1.1295, 3.304-3.448, 3.915-3.946, 3.1026-3.1050, 3.1194-3.1224, 3.1229-3.1230, 3.1232-3.1233, 3.1240-3.1245, 3.1248-3.1255, 3.1259-3.1261, 3.1269-3.1407, 4.75-4.81, 4.338-4.349 (3rd cent. BCE - 3rd cent. BCE)

1.609. ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν 1.610. νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι. 1.611. δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας 1.612. ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιν 1.613. τρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν 1.614. Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν 1.615. Κύπιδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν. 1.616. ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι. 1.617. οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας 1.618. ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω 1.619. μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν. 1.620. οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς 1.621. Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν· 1.622. λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι 1.623. αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο 1.624. πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν 1.625. νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι 1.626. νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα. 1.627. τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν 1.628. τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀροὔρας 1.629. ῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων 1.630. οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης 1.631. ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον 1.632. δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν. 1.633. τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ 1.634. αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης 1.635. δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο 1.636. Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν 1.637. Θρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια 1.638. δῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντο 1.639. ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο. 1.640. τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν 1.641. Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι 1.642. ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο 1.643. σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων 1.644. ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος 1.645. δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη· 1.646. ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται 1.647. ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς 1.648. ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους 1.649. Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν; 1.650. ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας 1.651. ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ 1.652. πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο. 1.653. Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι 1.654. εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια. 1.655. καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο 1.656. αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν· 1.657. ‘Ὦφιλαι, εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν 1.658. ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας 1.659. ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργων 1.660. μίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες 1.661. ἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται 1.662. βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν 1.663. θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν. 1.664. ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις· 1.665. ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη 1.666. ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.’ 1.667. ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο 1.668. λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ 1.669. γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν 1.670. βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι. 1.671. τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο 1.672. ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις. 1.673. στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν 1.674. ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν· 1.675. ‘δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ 1.676. πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι. 1.677. ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο 1.678. αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος 1.679. δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται; 1.680. ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει. 1.681. εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω 1.682. μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει 1.683. εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες 1.684. κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε. 1.685. πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις 1.686. αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις 1.687. γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον 1.688. καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται; 1.689. ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν 1.690. κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη 1.691. γαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν 1.692. αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι. 1.693. ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα. 1.694. νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή 1.695. εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν 1.696. ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.’ 1.697. ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν 1.698. μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτο 1.699. Ὑψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα· 1.700. ‘εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή 1.701. ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.’ 1.702. ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν· 1.703. ‘ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα 1.704. ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει 1.705. ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω· 1.706. καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν 1.707. κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.’ 1.708. ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι. 1.709. ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον 1.710. χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγε 1.711. πασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας· 1.712. ‘κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν 1.713. Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν 1.714. ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ· 1.715. καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε 1.716. κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.’ 1.717. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος. 1.718. Υψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντος 1.719. τηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε 1.720. πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι. 1.721. αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον 1.722. δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν 1.723. Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς 1.724. Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι. 1.725. τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα 1.726. ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος. 1.727. δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο 1.728. ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ 1.729. τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο. 1.730. ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ 1.731. Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη 1.732. παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον 1.733. ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον 1.734. σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν. 1.735. ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ 1.736. Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη 1.737. κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους 1.738. ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν 1.739. οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς· 1.740. Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων 1.741. ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη 1.742. ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια 1.743. Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου 1.744. πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος 1.745. νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως 1.746. χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι. 1.747. ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν 1.748. Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος· 1.749. οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι 1.750. ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν 1.751. ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας. 1.752. ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες. 1.753. καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων 1.754. ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια· 1.755. τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους 1.756. σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς 1.757. ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο 1.758. πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι. 1.759. ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο 1.760. βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης 1.761. μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γε 1.762. δῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα. 1.763. ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ 1.764. εἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς. 1.765. κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν 1.766. ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι 1.767. βάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο. 1.768. τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης. 1.769. δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη 1.770. Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν 1.771. πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι 1.772. τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην 1.773. δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι. 1.774. βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος 1.775. ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν 1.776. νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα 1.777. καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει 1.778. καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο 1.779. παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος 1.780. ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες· 1.781. τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως. 1.782. καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν 1.783. δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες 1.784. γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας 1.785. νίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν 1.786. Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι 1.787. δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν. 1.788. ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι 1.789. ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα 1.790. ἀντία δεσποίνης· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα 1.791. παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε 1.792. αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν· 1.793. ‘ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων 1.794. ἧσθʼ αὔτως; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ 1.795. ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο 1.796. πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν 1.797. ἐξερέω νημερτές, ἵνʼ εὖ γνοίητε καὶ αὐτοί. 1.798. εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν 1.799. τηνίκα Θρηικίην, οἵ τʼ ἀντία ναιετάουσιν 1.800. δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους 1.801. ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις 1.802. δεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις 1.803. Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην. 1.804. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων 1.805. ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· 1.806. αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον 1.807. σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτʼ αὖτις 1.808. ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ 1.809. πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα 1.810. γνήσιʼ ἐνὶ μεγάροις, σκοτίη δʼ ἀνέτελλε γενέθλη. 1.811. αὔτως δʼ ἀδμῆτές τε κόραι, χῆραί τʼ ἐπὶ τῇσιν 1.812. μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο. 1.813. οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός 1.814. εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο 1.815. μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδʼ ἀπὸ μητρὸς 1.816. λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον· 1.817. οὐδὲ κασιγνήτοισι κασιγνήτη μελε θυμῷ. 1.818. ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν 1.819. ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο· 1.820. εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος 1.821. ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις 1.822. δέχθαι, ἵνʼ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ 1.823. αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο. 1.824. οἱ δʼ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο 1.825. ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθʼ ἔτι νῦν περ 1.826. Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν. 1.827. τῶ ὑμεῖς στρωφᾶσθʼ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι 1.828. ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τʼ ἂν ἔπειτα 1.829. πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σʼ οἴω 1.830. γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων 1.831. νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν. 1.832. ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες 1.833. μύθους ἡμετέρους, μηδʼ ἔκτοθι μίμνε πόληος.’ 1.834. Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη 1.835. ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν 1.836. ‘Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν 1.837. χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις. 1.838. εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτʼ ἂν ἕκαστα 1.839. ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω 1.840. σοίγʼ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων 1.841. χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.’ 1.842. ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δʼ ὀπίσσω 1.843. βῆ ῥʼ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι 1.844. μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων 1.845. ἐξέμολεν. μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαις 1.846. ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι 1.847. μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν 1.848. τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια· 1.849. καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκον 1.850. ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν 1.851. Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις 1.852. ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος. 1.853. ἔνθʼ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο 1.854. Αἰσονίδης· οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος 1.855. Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο 1.856. αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι. 1.857. αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει 1.858. καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δʼ ἄλλων 1.859. ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν 1.860. Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. 1.861. ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν 1.862. ναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες 1.863. εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν 1.864. Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν· 1.865. ‘δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει 1.866. ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν 1.867. κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδεν 1.868. ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι; 1.869. οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν 1.870. ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας 1.871. αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν. 1.872. ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροις 1.873. Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον 1.874. παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.’ 1.875. ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτλη 1.876. ὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι· 1.877. ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι 1.878. σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν. 1.879. ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι 1.880. πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν 1.881. ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον 1.882. καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε 1.883. ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο 1.884. χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον 1.885. εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. 1.886. ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα 1.887. Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος· 1.888. ‘Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις 1.889. χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα 1.890. αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος 1.891. σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω 1.892. δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι. 1.893. ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις 1.894. ἄλλων ἐκ πολίων· ἀλλʼ οὐ σύγε τήνδε μενοινὴν 1.895. σχήσεις, οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι. 1.896. μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη 1.897. Ὑψιπύλης· λίπε δʼ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι 1.898. πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.’ 1.899. τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν· 1.900. ‘Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο 1.901. ἐκ μακάρων· τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείω 1.902. ἴσχανʼ, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι 1.903. ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων. 1.904. εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι 1.905. τηλοῦ ἀναπλώοντι, σὺ δʼ ἄρσενα παῖδα τέκηαι 1.906. πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ 1.907. πατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε 1.908. τέτμῃ ἔτι ζώοντας, ἵνʼ ἄνδιχα τοῖο ἄνακτος 1.909. σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.’ 1.1273. αὐτίκα δʼ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστὴρ 1.1274. ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυς 1.1275. ἐσβαίνειν ὀρόθυνεν, ἐπαύρεσθαί τʼ ἀνέμοιο. 1.1276. οἱ δʼ εἴσβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηὸς 1.1277. εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας. 1.1278. κυρτώθη δʼ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δʼ ἀπʼ ἀκτῆς 1.1279. γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην. 1.1280. ἦμος δʼ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠὼς 1.1281. ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δʼ ἀταρποί 1.1282. καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ 1.1283. τῆμος τούσγʼ ἐνόησαν ἀιδρείῃσι λιπόντες. 1.1284. ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳὸς 1.1285. ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν 1.1286. σφωιτέρων ἑτάρων. ὁ δʼ ἀμηχανίῃσιν ἀτυχθεὶς 1.1287. οὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖον 1.1288. Αἰσονίδης· ἀλλʼ ἧστο βαρείῃ νειόθεν ἄτῃ 1.1289. θυμὸν ἔδων· Τελαμῶνα δʼ ἕλεν χόλος, ὧδέ τʼ ἔειπεν· 1.1290. ‘ἧσʼ αὔτως εὔκηλος, ἐπεί??ύ τοι ἄρμενον ἦεν 1.1291. Ἡρακλῆα λιπεῖν· σέο δʼ ἔκτοθι μῆτις ὄρωρεν 1.1292. ὄφρα τὸ κείνου κῦδος ἀνʼ Ἑλλάδα μή σε καλύψῃ 1.1293. αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον. 1.1294. ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων 1.1295. εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο.’ 3.304. ‘παιδὸς ἐμῆς κοῦροι Φρίξοιό τε, τὸν περὶ πάντων 3.305. ξείνων ἡμετέροισιν ἐνὶ μεγάροισιν ἔτισα 3.306. πῶς Αἶάνδε νέεσθε παλίσσυτοι; ἦέ τις ἄτη 3.307. σωομένοις μεσσηγὺς ἐνέκλασεν; οὐ μὲν ἐμεῖο 3.308. πείθεσθε προφέροντος ἀπείρονα μέτρα κελεύθου. 3.309. ᾔδειν γάρ ποτε πατρὸς ἐν ἅρμασιν Ἠελίοιο 3.310. δινεύσας, ὅτʼ ἐμεῖο κασιγνήτην ἐκόμιζεν 3.311. Κίρκην ἑσπερίης εἴσω χθονός, ἐκ δʼ ἱκόμεσθα 3.312. ἀκτὴν ἠπείρου Τυρσηνίδος, ἔνθʼ ἔτι νῦν περ 3.313. ναιετάει, μάλα πολλὸν ἀπόπροθι Κολχίδος αἴης. 3.314. ἀλλὰ τί μύθων ἦδος; ἃ δʼ ἐν ποσὶν ὗμιν ὄρωρεν 3.315. εἴπατʼ ἀριφραδέως, ἠδʼ οἵτινες οἵδʼ ἐφέπονται 3.316. ἀνέρες, ὅππῃ τε γλαφυρῆς ἐκ νηὸς ἔβητε.’ 3.317. τοῖά μιν ἐξερέοντα κασιγνήτων προπάροιθεν 3.318. Ἄργος ὑποδδείσας ἀμφὶ στόλῳ Αἰσονίδαο 3.319. μειλιχίως προσέειπεν, ἐπεὶ προγενέστερος ἦεν· 3.320. ‘Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι 3.321. ζαχρηεῖς· αὐτοὺς δʼ ἐπὶ δούρασι πεπτηῶτας 3.322. νήσου Ἐνυαλίοιο ποτὶ ξερὸν ἔκβαλε κῦμα 3.323. λυγαίῃ ὑπὸ νυκτί· θεὸς δέ τις ἄμμʼ ἐσάωσεν. 3.324. οὐδὲ γὰρ αἳ τὸ πάροιθεν ἐρημαίην κατὰ νῆσον 3.325. ηὐλίζοντʼ ὄρνιθες Ἀρήιαι, οὐδʼ ἔτι κείνας 3.326. εὕρομεν. ἀλλʼ οἵγʼ ἄνδρες ἀπήλασαν, ἐξαποβάντες 3.327. νηὸς ἑῆς προτέρῳ ἐνὶ ἤματι· καί σφʼ ἀπέρυκεν 3.328. ἡμέας οἰκτείρων Ζηνὸς νόος, ἠέ τις αἶσα 3.329. αὐτίκʼ ἐπεὶ καὶ βρῶσιν ἅλις καὶ εἵματʼ ἔδωκαν 3.330. οὔνομά τε Φρίξοιο περικλεὲς εἰσαΐοντες 3.331. ἠδʼ αὐτοῖο σέθεν· μετὰ γὰρ τεὸν ἄστυ νέονται. 3.332. χρειὼ δʼ ἢν ἐθέλῃς ἐξίδμεναι, οὔ σʼ ἐπικεύσω. 3.333. τόνδε τις ἱέμενος πάτρης ἀπάνευθεν ἐλάσσαι 3.334. καὶ κτεάνων βασιλεὺς περιώσιον, οὕνεκεν ἀλκῇ 3.335. σφωιτέρῃ τάντεσσι μετέπρεπεν Αἰολίδῃσιν 3.336. πέμπει δεῦρο νέεσθαι ἀμήχανον· οὐδʼ ὑπαλύξειν 3.337. στεῦται ἀμειλίκτοιο Διὸς θυμαλγέα μῆνιν 3.338. καὶ χόλον, οὐδʼ ἄτλητον ἄγος Φρίξοιό τε ποινὰς 3.339. Αἰολιδέων γενεήν, πρὶν ἐς Ἑλλάδα κῶας ἱκέσθαι. 3.340. νῆα δʼ Ἀθηναίη Παλλὰς κάμεν, οὐ μάλα τοίην 3.341. οἷαί περ Κόλχοισι μετʼ ἀνδράσι νῆες ἔασιν 3.342. τάων αἰνοτάτης ἐπεκύρσαμεν. ἤλιθα γάρ μιν 3.343. λάβρον ὕδωρ πνοιή τε διέτμαγεν· ἡ δʼ ἐνὶ γόμφοις 3.344. ἴσχεται, ἢν καὶ πᾶσαι ἐπιβρίσωσιν ἄελλαι. 3.345. ἶσον δʼ ἐξ ἀνέμοιο θέει καὶ ὅτʼ ἀνέρες αὐτοὶ 3.346. νωλεμέως χείρεσσιν ἐπισπέρχωσιν ἐρετμοῖς. 3.347. τῇ δʼ ἐναγειράμενος Παναχαιίδος εἴ τι φέριστον 3.348. ἡρώων, τεὸν ἄστυ μετήλυθε, πόλλʼ ἐπαληθεὶς 3.349. ἄστεα καὶ πελάγη στυγερῆς ἁλός, εἴ οἱ ὀπάσσαις. 3.350. αὐτῷ δʼ ὥς κεν ἅδῃ, τὼς ἔσσεται· οὐ γὰρ ἱκάνει 3.351. χερσὶ βιησόμενος· μέμονεν δέ τοι ἄξια τίσειν 3.352. δωτίνης, ἀίων ἐμέθεν μέγα δυσμενέοντας 3.353. Σαυρομάτας, τοὺς σοῖσιν ὑπὸ σκήπτροισι δαμάσσει. 3.354. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις γενεήν τε 3.355. ἴδμεναι, οἵτινές εἰσιν, ἕκαστά γε μυθησαίμην. 3.356. τόνδε μέν, οἷό περ οὕνεκʼ ἀφʼ Ἑλλάδος ὧλλοι ἄγερθεν 3.357. κλείουσʼ Αἴσονος υἱὸν Ἰήσονα Κρηθεΐδαο. 3.358. εἰ δʼ αὐτοῦ Κρηθῆος ἐτήτυμόν ἐστι γενέθλης 3.359. οὕτω κεν γνωτὸς πατρώιος ἄμμι πέλοιτο. 3.360. ἄμφω γὰρ Κρηθεὺς Ἀθάμας τʼ ἔσαν Αἰόλου υἷες· 3.361. Φρίξος δʼ αὖτʼ Ἀθάμαντος ἔην πάις Αἰολίδαο. 3.362. τόνδε δʼ ἄρʼ, Ἠελίου γόνον ἔμμεναι εἴ τινʼ ἀκούεις 3.363. δέρκεαι Αὐγείην· Τελαμὼν δʼ ὅγε, κυδίστοιο 3.364. Αἰακοῦ ἐκγεγαώς· Ζεὺς δʼ Αἰακὸν αὐτὸς ἔτικτεν. 3.365. ὧς δὲ καὶ ὧλλοι πάντες, ὅσοι συνέπονται ἑταῖροι 3.366. ἀθανάτων υἷές τε καὶ υἱωνοὶ γεγάασιν.’ 3.367. τοῖα παρέννεπεν Ἄργος· ἄναξ δʼ ἐπεχώσατο μύθοις 3.368. εἰσαΐων· ὑψοῦ δὲ χόλῳ φρένες ἠερέθοντο. 3.369. φῆ δʼ ἐπαλαστήσας· μενέαινε δὲ παισὶ μάλιστα 3.370. Χαλκιόπης· τῶν γάρ σφε μετελθέμεν οὕνεκʼ ἐώλπει· 3.371. ἐκ δέ οἱ ὄμματʼ ἔλαμψεν ὑπʼ ὀφρύσιν ἱεμένοιο· 3.372. ‘οὐκ ἄφαρ ὀφθαλμῶν μοι ἀπόπροθι, λωβητῆρες 3.373. νεῖσθʼ αὐτοῖσι δόλοισι παλίσσυτοι ἔκτοθι γαίης 3.374. πρίν τινα λευγαλέον τε δέρος καὶ Φρίξον ἰδέσθαι; 3.375. αὐτίχʼ ὁμαρτήσαντες ἀφʼ Ἑλλάδος, οὐκ ἐπὶ κῶας 3.376. σκῆπτρα δὲ καὶ τιμὴν βασιληίδα δεῦρο νέεσθε. 3.377. εἰ δέ κε μὴ προπάροιθεν ἐμῆς ἥψασθε τραπέζης 3.378. ἦ τʼ ἂν ἀπὸ γλώσσας τε ταμὼν καὶ χεῖρε κεάσσας 3.379. ἀμφοτέρας, οἴοισιν ἐπιπροέηκα πόδεσσιν 3.380. ὥς κεν ἐρητύοισθε καὶ ὕστερον ὁρμηθῆναι 3.381. οἷα δὲ καὶ μακάρεσσιν ἐπεψεύσασθε θεοῖσιν.’ 3.382. φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο 3.383. νειόθεν οἰδαίνεσκον· ἐέλδετο δʼ ἔνδοθι θυμὸς 3.384. ἀντιβίην ὀλοὸν φάσθαι ἔπος· ἀλλʼ ἀπέρυκεν 3.385. Αἰσονίδης· πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν· 3.386. ‘Αἰήτη, σχέο μοι τῷδε στόλῳ. οὔτι γὰρ αὔτως 3.387. ἄστυ τεὸν καὶ δώμαθʼ ἱκάνομεν, ὥς που ἔολπας 3.388. οὐδὲ μὲν ἱέμενοι. τίς δʼ ἂν τόσον οἶδμα περῆσαι 3.389. τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων 3.390. καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή. 3.391. δὸς χάριν ἀντομένοισι· σέθεν δʼ ἐγὼ Ἑλλάδι πάσῃ 3.392. θεσπεσιην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη 3.393. πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν 3.394. εἴτʼ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τινʼ ἄλλον 3.395. δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.’ 3.396. Ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί· τοῖο δὲ θυμὸς 3.397. διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν 3.398. ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι 3.399. ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατʼ ἄρειον 3.400. φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν· 3.401. ‘ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις; 3.402. εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως 3.403. οὐδὲν ἐμεῖο χέρηες ἐπʼ ὀθνείοισιν ἔβητε 3.404. δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κʼ ἐθέλῃσθα 3.405. πειρηθείς. ἐσθλοῖς γὰρ ἐπʼ ἀνδράσιν οὔτι μεγαίρω 3.406. ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα. 3.407. πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετʼ ἄεθλος 3.408. τόν ῥʼ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα. 3.409. δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται 3.410. ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες· 3.411. τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος 3.412. τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ 3.413. οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβᾴλλομαι ἀκτήν 3.414. ἀλλʼ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας 3.415. ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δʼ αὖθι δαΐζων 3.416. κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας. 3.417. ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην 3.418. παύομαι ἀμήτοιο. σύ δʼ, εἰ τάδε τοῖα τελέσσεις 3.419. αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος· 3.420. πρὶν δέ κεν οὐ δοίην, μηδʼ ἔλπεο. δὴ γὰρ ἀεικὲς 3.421. ἄνδρʼ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.’ 3.422. ὧς ἄρʼ ἔφη· ὁ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας 3.423. ἧστʼ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι. 3.424. βουλὴν δʼ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν 3.425. θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον· 3.426. ὀψε δʼ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν· 3.427. ‘Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις. 3.428. τῶ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα 3.429. τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτʼ ἄλλο 3.430. ῥίγιον ἀνθρώποισι κακῆς ἐπικείσετʼ ἀνάγκης 3.431. ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.’ 3.432. ὧς φάτʼ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὁ τόνγε 3.433. σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα· 3.434. ‘ἔρχεο νῦν μεθʼ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο· 3.435. εἰ δὲ σύγε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι 3.436. ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο 3.437. αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος 3.438. ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.’ 3.915. ἠερίην Ἑκάτης ἱερὸν μετὰ νηὸν ἰοῦσαν 3.916. ἦγε διὲκ πεδίου· ἅμα δέ σφισιν εἵπετο Μόψος 3.917. Ἀμπυκίδης, ἐσθλὸς μὲν ἐπιπροφανέντας ἐνισπεῖν 3.918. οἰωνούς, ἐσθλὸς δὲ σὺν εὖ φράσσασθαι ἰοῦσιν. 3.919. ἔνθʼ οὔπω τις τοῖος ἐπὶ προτέρων γένετʼ ἀνδρῶν 3.920. οὔθʼ ὅσοι ἐξ αὐτοῖο Διὸς γένος, οὔθʼ ὅσοι ἄλλων 3.921. ἀθανάτων ἥρωες ἀφʼ αἵματος ἐβλάστησαν 3.922. οἷον Ἰήσονα θῆκε Διὸς δάμαρ ἤματι κείνῳ 3.923. ἠμὲν ἐσάντα ἰδεῖν, ἠδὲ προτιμυθήσασθαι. 3.924. τὸν καὶ παπταίνοντες ἐθάμβεον αὐτοὶ ἑταῖροι 3.925. λαμπόμενον χαρίτεσσιν· ἐγήθησεν δὲ κελεύθῳ 3.926. Ἀμπυκίδης, ἤδη που ὀισσάμενος τὰ ἕκαστα. 3.927. ἔστι δέ τις πεδίοιο κατὰ στίβον ἐγγύθι νηοῦ 3.928. αἴγειρος φύλλοισιν ἀπειρεσίοις κομόωσα 3.929. τῇ θαμὰ δὴ λακέρυζαι ἐπηυλίζοντο κορῶναι. 3.930. τάων τις μεσσηγὺς ἀνὰ πτερὰ κινήσασα 3.931. ὑψοῦ ἐπʼ ἀκρεμόνων Ἥρης ἠνίπαπε βουλάς· 3.932. ‘Ἀκλειὴς ὅδε μάντις, ὃς οὐδʼ ὅσα παῖδες ἴσασιν 3.933. οἶδε νόῳ φράσσασθαι, ὁθούνεκεν οὔτε τι λαρὸν 3.934. οὔτʼ ἐρατὸν κούρη κεν ἔπος προτιμυθήσαιτο 3.935. ἠιθέῳ, εὖτʼ ἄν σφιν ἐπήλυδες ἄλλοι ἕπωνται. 3.936. ἔρροις, ὦ κακόμαντι, κακοφραδές· οὔτε σε Κύπρις 3.937. οὔτʼ ἀγανοὶ φιλέοντες ἐπιπνείουσιν Ἔρωτες.’ 3.938. Ἴσκεν ἀτεμβομένη· μείδησε δὲ Μόψος ἀκούσας 3.939. ὀμφὴν οἰωνοῖο θεήλατον, ὧδέ τʼ ἔειπεν· 3.940. ‘τύνη μὲν νηόνδε θεᾶς ἴθι, τῷ ἔνι κούρην 3.941. δήεις, Αἰσονίδη· μάλα δʼ ἠπίῃ ἀντιβολήσεις 3.942. Κύπριδος ἐννεσίῃς, ἥ τοι συνέριθος ἀέθλων 3.943. ἔσσεται, ὡς δὴ καὶ πρὶν Ἀγηνορίδης φάτο Φινεύς. 3.944. νῶι δʼ, ἐγὼν Ἄργος τε, δεδεγμένοι, εὖτʼ ἂν ἵκηαι 3.945. τῷδʼ αὐτῷ ἐνὶ χώρῳ ἀπεσσόμεθʼ· οἰόθι δʼ αὐτὸς 3.946. λίσσεό μιν πυκινοῖσι παρατροπέων ἐπέεσσιν.’ 3.1026. ‘φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομʼ ἀρωγήν. 3.1027. εὖτʼ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ 3.1028. ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας 3.1029. δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας 3.1030. ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο 3.1031. οἶος ἄνευθʼ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν 3.1032. βόθρον ὀρύξασθαι περιηγέα· τῷ δʼ ἔνι θῆλυν 3.1033. ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι 3.1034. αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ. 3.1035. μουνογενῆ δʼ Ἑκάτην Περσηίδα μειλίσσοιο 3.1036. λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων. 3.1037. ἔνθα δʼ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι 3.1038. ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος 3.1039. ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω 3.1040. ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας 3.1041. οὐδʼ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς. 3.1042. ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτʼ ἀλοιφῇ 3.1043. γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ 3.1044. ἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης 3.1045. ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. 3.1046. πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω 3.1047. καὶ ξίφος. ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ 3.1048. γηγενέων ἀνδρῶν, οὐδʼ ἄσχετος ἀίσσουσα 3.1049. φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν 3.1050. ἔσσεαι, ἀλλʼ αὐτῆμαρ· ὅμως σύγε μή ποτʼ ἀέθλου 3.1194. ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων 3.1195. αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου 3.1196. ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ 3.1197. βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ 3.1198. σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα 3.1199. ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης 3.1200. Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός. 3.1201. ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν 3.1202. ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν 3.1203. ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο 3.1204. εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος 3.1205. ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν 3.1206. Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. 3.1207. πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας 3.1208. νήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν 3.1209. αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρους 3.1210. πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς 3.1211. Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων. 3.1212. καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσα 3.1213. κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν 3.1214. ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο 3.1215. σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες. 3.1216. στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε 3.1217. ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. 3.1218. πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαν 3.1219. νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην 3.1220. Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. 3.1221. Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧς 3.1222. ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισιν 3.1223. μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν 3.1224. Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα. 3.1229. λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος 3.1230. ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο. 3.1232. δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη 3.1233. ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα 3.1240. οἷος δʼ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα 3.1241. ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης 3.1242. ὕδωρ, ἠὲ κατʼ ἄλσος Ὑαντίου Ὀγχηστοῖο 3.1243. καί τε Καλαύρειαν μετὰ δῆθʼ ἅμα νίσσεται ἵπποις 3.1244. πέτρην θʼ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν· 3.1245. τοῖος ἄρʼ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι. 3.1248. ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι 3.1249. πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο 3.1250. κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως 3.1251. ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν. 3.1252. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας 3.1253. κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ 3.1254. ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν 3.1255. γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου. 3.1259. ὡς δʼ ὅτʼ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο 3.1260. σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν 3.1261. κυδιόων ὀρθοῖσιν ἐπʼ οὔασιν αὐχένʼ ἀείρει· 3.1269. μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες 3.1270. ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. 3.1271. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν 3.1272. ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα 3.1273. γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος 3.1274. κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. 3.1275. τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων 3.1276. τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν 3.1277. τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο. 3.1278. Αἰσονίδης δʼ, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι 3.1279. δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖνʼ ἐς ἄεθλον 3.1280. νηὸς ἀποπροθορών· ἄμυδις δʼ ἕλε παμφανόωσαν 3.1281. χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων 3.1282. καὶ ξίφος ἀμφʼ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει 3.1283. εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι. 3.1284. παπτήνας δʼ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων 3.1285. αὐτόγυόν τʼ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον. 3.1286. χρίμψε δʼ ἔπειτα κιών, παρὰ δʼ ὄβριμον ἔγχος ἔπηξεν 3.1287. ὀρθὸν ἐπʼ οὐριάχῳ, κυνέην δʼ ἀποκάτθετʼ ἐρείσας. 3.1288. βῆ δʼ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων 3.1289. ἴχνια μαστεύων· οἱ δʼ ἔκποθεν ἀφράστοιο 3.1290. κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα 3.1291. καρτερὰ λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ 3.1292. ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες. 3.1293. ἔδδεισαν δʼ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὁ τούσγε 3.1294. εὖ διαβάς, ἐπιόντας, ἅ τε σπιλὰς εἰν ἁλὶ πέτρη 3.1295. μίμνει ἀπειρεσίῃσι δονεύμενα κύματʼ ἀέλλαις. 3.1296. πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἱ δέ μιν ἄμφω 3.1297. μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν· 3.1298. οὐδʼ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες. 3.1299. ὡς δʼ ὅτʼ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν 3.1300. φῦσαι χαλκήων ὁτὲ μέν τʼ ἀναμαρμαίρουσιν 3.1301. πῦρ ὀλοόν πιμπρᾶσαι, ὅτʼ αὖ λήγουσιν ἀυτμῆς 3.1302. δεινὸς δʼ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότʼ ἀίξῃ 3.1303. νειόθεν· ὧς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες 3.1304. ἐκ στομάτων ὁμάδευν, τὸν δʼ ἄμφεπε δήιον αἶθος 3.1305. βάλλον ἅ τε στεροπή· κούρης δέ ἑ φάρμακʼ ἔρυτο. 3.1306. καί ῥʼ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας 3.1307. εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ 3.1308. ζεύγλῃ χαλκείῃ, τὸν δʼ ἐν χθονὶ κάββαλεν ὀκλάξ 3.1309. ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὧς δὲ καὶ ἄλλον 3.1310. σφῆλεν γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ. 3.1311. εὐρὺ δʼ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα 3.1312. τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας 3.1313. γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς. 3.1314. θαύμασε δʼ Αἰήτης σθένος ἀνέρος. οἱ δʼ ἄρα τείως 3.1315. Τυνδαρίδαι--δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν-- 3.1316. ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι. 3.1317. αὐτὰρ ὁ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δʼ ἀείρας 3.1318. χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ 3.1319. ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα 3.1320. χαζέσθην. ὁ δʼ ἄρʼ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ 3.1321. ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων 3.1322. πήληκα βριαρὴν δόρυ τʼ ἄσχετον, ᾧ π̔ʼ ὑπὸ μέσσας 3.1323. ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ 3.1324. οὐτάζων λαγόνας· μάλα δʼ ἔμπεδον εὖ ἀραρυῖαν 3.1325. τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην. 3.1326. οἱ δʼ εἵως μὲν δὴ περιώσια θυμαίνεσκον 3.1327. λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὦρτο δʼ ἀυτμὴ 3.1328. ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα 3.1329. δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο. 3.1330. δηρὸν δʼ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρὶ 3.1331. ἤισαν· ὀκριόεσσα δʼ ἐρείκετο νειὸς ὀπίσσω 3.1332. σχιζομένη ταύρων τε βίῃ κρατερῷ τʼ ἀροτῆρι. 3.1333. δεινὸν δʼ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου 3.1334. βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δʼ αὐτὸς 3.1335. λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δʼ ἑοῖο 3.1336. βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας 3.1337. ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν 3.1338. γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἱ δʼ ἄρʼ ἐπιπρὸ 3.1339. χαλκείῃς χηλῇσιν ἐρειδόμενοι πονέοντο. 3.1340. ἦμος δὲ τρίτατον λάχος ἤματος ἀνομένοιο 3.1341. λείπεται ἐξ ἠοῦς, καλέουσι δὲ κεκμηῶτες 3.1342. ἐργατίναι γλυκερόν σφιν ἄφαρ βουλυτὸν ἱκέσθαι 3.1343. τῆμος ἀρήροτο νειὸς ὑπʼ ἀκαμάτῳ ἀροτῆρι 3.1344. τετράγυός περ ἐοῦσα· βοῶν τʼ ἀπελύετʼ ἄροτρα. 3.1345. καὶ τοὺς μὲν πεδίονδε διεπτοίησε φέβεσθαι· 3.1346. αὐτὰρ ὁ ἂψ ἐπὶ νῆα πάλιν κίεν, ὄφρʼ ἔτι κεινὰς 3.1347. γηγενέων ἀνδρῶν ἴδεν αὔλακας. ἀμφὶ δʼ ἑταῖροι 3.1348. θάρσυνον μύθοισιν. ὁ δʼ ἐκ ποταμοῖο ῥοάων 3.1349. αὐτῇ ἀφυσσάμενος κυνέῃ σβέσεν ὕδατι δίψαν· 3.1350. γνάμψε δὲ γούνατʼ ἐλαφρά, μέγαν δʼ ἐμπλήσατο θυμὸν 3.1351. ἀλκῆς, μαιμώων συῒ εἴκελος, ὅς ῥά τʼ ὀδόντας 3.1352. θήγει θηρευτῇσιν ἐπʼ ἀνδράσιν, ἀμφὶ δὲ πολλὸς 3.1353. ἀφρὸς ἀπὸ στόματος χαμάδις ῥεῖ χωομένοιο. 3.1354. οἱ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν 3.1355. γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσιν 3.1356. δούρασί τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν 3.1357. Ἄρηος τέμενος φθισιμβρότου· ἵκετο δʼ αἴγλη 3.1358. νειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα. 3.1359. ὡς δʼ ὁπότʼ ἐς γαῖαν πολέος νιφετοῖο πεσόντος 3.1360. ἂψ ἀπὸ χειμερίας νεφέλας ἐκέδασσαν ἄελλαι 3.1361. λυγαίῃ ὑπὸ νυκτί, τὰ δʼ ἀθρόα πάντʼ ἐφαάνθη 3.1362. τείρεα λαμπετόωντα διὰ κνέφας· ὧς ἄρα τοίγε 3.1363. λάμπον ἀναλδήσκοντες ὑπὲρ χθονός. αὐτὰρ Ἰήσων 3.1364. μνήσατο Μηδείης πολυκερδέος ἐννεσιάων 3.1365. λάζετο δʼ ἐκ πεδίοιο μέγαν περιηγέα πέτρον 3.1366. δεινὸν Ἐνυαλίου σόλον Ἄρεος· οὔ κέ μιν ἄνδρες 3.1367. αἰζηοὶ πίσυρες γαίης ἄπο τυτθὸν ἄειραν. 3.1368. τόν ῥʼ ἀνὰ χεῖρα λαβὼν μάλα τηλόθεν ἔμβαλε μέσσοις 3.1369. ἀίξας· αὐτὸς δʼ ὑφʼ ἑὸν σάκος ἕζετο λάθρῃ 3.1370. θαρσαλέως. Κόλχοι δὲ μέγʼ ἴαχον, ὡς ὅτε πόντος 3.1371. ἴαχεν ὀξείῃσιν ἐπιβρομέων σπιλάδεσσιν· 3.1372. τὸν δʼ ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο 3.1373. Αἰήτην. οἱ δʼ ὥστε θοοὶ κύνες ἀμφιθορόντες 3.1374. ἀλλήλους βρυχηδὸν ἐδήιον· οἱ δʼ ἐπὶ γαῖαν 3.1375. μητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν, ἠύτε πεῦκαι 3.1376. ἢ δρύες, ἅς τʼ ἀνέμοιο κατάικες δονέουσιν. 3.1377. οἷος δʼ οὐρανόθεν πυρόεις ἀναπάλλεται ἀστὴρ 3.1378. ὁλκὸν ὑπαυγάζων, τέρας ἀνδράσιν, οἵ μιν ἴδωντοι 3.1379. μαρμαρυγῇ σκοτίοιο διʼ ἠέρος ἀίξαντα· 3.1380. τοῖος ἄρʼ Αἴσονος υἱὸς ἐπέσσυτο γηγενέεσσιν 3.1381. γυμνὸν δʼ ἐκ κολεοῖο φέρε ξίφος, οὖτα δὲ μίγδην 3.1382. ἀμώων, πολέας μὲν ἔτʼ ἐς νηδὺν λαγόνας τε 3.1383. ἡμίσεας ἀνέχοντας ἐς ἠέρα· τοὺς δὲ καὶ ἄχρις 3.1384. ὤμων τελλομένους· τοὺς δὲ νέον ἑστηῶτας 3.1385. τοὺς δʼ ἤδη καὶ ποσσὶν ἐπειγομένους ἐς ἄρηα. 3.1386. ὡς δʼ ὁπότʼ ἀμφʼ οὔροισιν ἐγειρομένου πολέμοιο 3.1387. δείσας γειομόρος, μή οἱ προτάμωνται ἀρούρας 3.1388. ἅρπην εὐκαμπῆ νεοθηγέα χερσὶ μεμαρπὼς 3.1389. ὠμὸν ἐπισπεύδων κείρει στάχυν, οὐδὲ βολῇσιν 3.1390. μίμνει ἐς ὡραίην τερσήμεναι ἠελίοιο· 3.1391. ὧς τότε γηγενέων κεῖρε στάχυν· αἵματι δʼ ὁλκοὶ 3.1392. ἠύτε κρηναῖαι ἀμάραι πλήθοντο ῥοῇσιν. 3.1393. πῖπτον δʼ, οἱ μὲν ὀδὰξ τετρηχότα βῶλον ὀδοῦσιν 3.1394. λαζόμενοι πρηνεῖς, οἱ δʼ ἔμπαλιν, οἱ δʼ ἐπʼ ἀγοστῷ 3.1395. καὶ πλευροῖς, κήτεσσι δομὴν ἀτάλαντοι ἰδέσθαι. 3.1396. πολλοὶ δʼ οὐτάμενοι, πρὶν ὑπὸ χθονὸς ἴχνος ἀεῖραι 3.1397. ὅσσον ἄνω προύτυψαν ἐς ἠέρα, τόσσον ἔραζε 3.1398. βριθόμενοι πλαδαροῖσι καρήασιν ἠρήρειντο. 3.1399. ἔρνεἀ που τοίως, Διὸς ἄσπετον ὀμβρήσαντος 3.1400. φυταλιῇ νεόθρεπτα κατημύουσιν ἔραζε 3.1401. κλασθέντα ῥίζηθεν, ἀλωήων πόνος ἀνδρῶν· 3.1402. τὸν δὲ κατηφείη τε καὶ οὐλοὸν ἄλγος ἱκάνει 3.1403. κλήρου σημαντῆρα φυτοτρόφον· ὧς τότʼ ἄνακτος 3.1404. Αἰήταο βαρεῖαι ὑπὸ φρένας ἦλθον ἀνῖαι. 3.1405. ἤιε δʼ ἐς πτολίεθρον ὑπότροπος ἄμμιγα Κόλχοις 3.1406. πορφύρων, ᾗ κέ σφι θοώτερον ἀντιόῳτο. 3.1407. ἦμαρ ἔδυ, καὶ τῷ τετελεσμένος ἦεν ἄεθλος. 4.75. τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλου 4.76. Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως 4.77. ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. 4.78. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης 4.79. βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων 4.80. ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος 4.81. υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε 4.338. ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι 4.339. παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν 4.340. συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο 4.341. κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη 4.342. Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους 4.343. ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν 4.344. εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων· 4.345. αὐτὰρ Μήδειάν γε--τὸ γὰρ πέλεν ἀμφήριστον-- 4.346. παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου 4.347. εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων 4.348. εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν 4.349. εἴτε μεθʼ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.
2. Ovid, Metamorphoses, 7.104-7.119 (1st cent. BCE - 1st cent. CE)

3. Valerius Flaccus Gaius, Argonautica, 3.517-3.525, 3.545-3.564, 3.567, 7.26-7.27, 7.32-7.100, 7.559-7.563, 7.566, 7.593, 7.614-7.615, 8.62-8.120, 8.125-8.126, 8.385-8.404 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
achilles, quarrel with agamemnon Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
achilles Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
adventure Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
aeetes Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149; Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 185, 227
aeneas Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
agamemnon Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
apollonius of rhodes, argonautica, intertextual aspects, iliadic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 150
apollonius of rhodes, argonautica, intertextual aspects, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 150
apollonius of rhodes, argonautica Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 150
apollonius rhodius Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 185
argus (argonaut) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
choice Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149, 150
dido Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
emotions, anger, wrath (ira, mênis) Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
emotions Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
epic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
ethical qualities, anger, wrath (ira, mênis) Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
ethical qualities, courage, valor (virtus, andreia, aretê) Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
ethical qualities, strength Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
golden fleece Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 185, 227
hera (see also juno) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
heracles Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
hercules Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
hero Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
honor Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
hypsipyle Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
individuality Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
intertextuality, allusion, two-tier intertextuality, model Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
intertextuality, imitation Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149, 150
intertextuality, window reference (two-tier allusion) Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149, 150
intertextuality Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 150
jason Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149, 150
juno (see also hera) Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
leadership Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
medea Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 185, 227
mopsus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
narratives, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 150
nausicaa Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
ovid Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 185
phaeacians Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 150
pharsalus Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
pompey Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
quarrel Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
seafaring Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
sex Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
story Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 150
strength Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
structure, iliadic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149, 150
structure, inverted Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
structure, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149, 150
telamon Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
telamon (argonaut) Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149
third ways Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149, 150
turnus' Heerking and Manuwald, Brill’s Companion to Valerius Flaccus (2014) 227
vergil, aeneid, intertextual identity, argonautic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149, 150
vergil, aeneid, intertextual identity, iliadic Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149, 150
vergil, aeneid, intertextual identity, odyssean Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 150
war, warfare Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 150
words Farrell, Juno's Aeneid: A Battle for Heroic Identity (2021) 149