Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database



1051
Apollonius Of Rhodes, Argonautica, 2.927-2.929
NaN
NaN
NaN


Intertexts (texts cited often on the same page as the searched text):

4 results
1. Hesiod, Theogony, 441-447, 440 (8th cent. BCE - 7th cent. BCE)

440. And ever they continue to reside
2. Apollonius of Rhodes, Argonautica, 1.22, 1.26-1.31, 1.471-1.473, 1.537, 1.692, 1.916-1.917, 1.966-1.967, 1.1058-1.1102, 1.1135-1.1137, 1.1186, 1.1310-1.1331, 2.541-2.546, 2.598-2.603, 2.611-2.614, 2.669-2.719, 2.835-2.926, 2.928-2.954, 2.962-2.1008, 2.1010-2.1014, 2.1018-2.1029, 2.1047-2.1092, 2.1097-2.1099, 2.1147, 2.1155, 2.1169-2.1280, 3.200-3.203, 4.35-4.81, 4.246-4.252, 4.459-4.481, 4.640-4.644, 4.912-4.919, 4.1159-4.1160, 4.1194-4.1195, 4.1411-4.1422, 4.1499-4.1536, 4.1548-4.1549, 4.1706-4.1718 (3rd cent. BCE - 3rd cent. BCE)

1.22. πλαζόμενοι· Μοῦσαι δʼ ὑποφήτορες εἶεν ἀοιδῆς. 1.26. αὐτὰρ τόνγʼ ἐνέπουσιν ἀτειρέας οὔρεσι πέτρας 1.27. θέλξαι ἀοιδάων ἐνοπῇ ποταμῶν τε ῥέεθρα. 1.28. φηγοὶ δʼ ἀγριάδες, κείνης ἔτι σήματα μολπῆς 1.29. ἀκτῆς Θρηικίης Ζώνης ἔπι τηλεθόωσαι 1.30. ἑξείης στιχόωσιν ἐπήτριμοι, ἃς ὅγʼ ἐπιπρὸ 1.31. θελγομένας φόρμιγγι κατήγαγε Πιερίηθεν. 1.471. τοῖόν μʼ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.’ 1.472. ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσιν 1.473. πῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δʼ οἴνῳ 1.537. ᾔ που ἐν Ὀρτυγίῃ, ἢ ἐφʼ ὕδασιν Ἰσμηνοῖο 1.692. αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι. 1.916. νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες 1.917. ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας 1.966. ἔνθʼ οἵγʼ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι 1.967. εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τʼ ἐμελοντο. 1.1058. αὐτοὶ ὁμῶς λαοί τε Δολίονες. αὐτὰρ ἔπειτα 1.1059. τρὶς περὶ χαλκείοις σὺν τεύχεσι δινηθέντες 1.1060. τύμβῳ ἐνεκτερέιξαν, ἐπειρήσαντό τʼ ἀέθλων 1.1061. ἣ θέμις, ἂμ πεδίον λειμώνιον, ἔνθʼ ἔτι νῦν περ 1.1062. ἀγκέχυται τόδε σῆμα καὶ ὀψιγόνοισιν ἰδέσθαι. 1.1063. οὐδὲ μὲν οὐδʼ ἄλοχος Κλείτη φθιμένοιο λέλειπτο 1.1064. οὗ πόσιος μετόπισθε· κακῷ δʼ ἐπὶ κύντερον ἄλλο 1.1065. ἤνυσεν, ἁψαμένη βρόχον αὐχένι. τὴν δὲ καὶ αὐταὶ 1.1066. νύμφαι ἀποφθιμένην ἀλσηίδες ὠδύραντο· 1.1067. καί οἱ ἀπὸ βλεφάρων ὅσα δάκρυα χεῦαν ἔραζε 1.1068. πάντα τάγε κρήνην τεῦξαν θεαί, ἣν καλέουσιν 1.1069. Κλείτην, δυστήνοιο περικλεὲς οὔνομα νύμφης. 1.1070. αἰνότατον δὴ κεῖνο Δολιονίῃσι γυναιξὶν 1.1071. ἀνδράσι τʼ ἐκ Διὸς ἦμαρ ἐπήλυθεν· οὐδὲ γὰρ αὐτῶν 1.1072. ἔτλη τις πάσσασθαι ἐδητύος, οὐδʼ ἐπὶ δηρὸν 1.1073. ἐξ ἀχέων ἔργοιο μυληφάτου ἐμνώοντο· 1.1074. ἀλλʼ αὔτως ἄφλεκτα διαζώεσκον ἔδοντες. 1.1075. ἔνθʼ ἔτι νῦν, εὖτʼ ἄν σφιν ἐτήσια χύτλα χέωνται 1.1076. Κύζικον ἐνναίοντες Ἰάονες, ἔμπεδον αἰεὶ 1.1077. πανδήμοιο μύλης πελάνους ἐπαλετρεύουσιν. 1.1078. ἐκ δὲ τόθεν τρηχεῖαι ἀνηέρθησαν ἄελλαι 1.1079. ἤμαθʼ ὁμοῦ νύκτας τε δυώδεκα, τοὺς δὲ καταῦθι 1.1080. ναυτίλλεσθαι ἔρυκον. ἐπιπλομένῃ δʼ ἐνὶ νυκτὶ 1.1081. ὧλλοι μέν ῥα πάρος δεδμημένοι εὐνάζοντο 1.1082. ὕπνῳ ἀριστῆες πύματον λάχος· αὐτὰρ Ἄκαστος 1.1083. Μόψος τʼ Ἀμπυκίδης ἀδινὰ κνώσσοντας ἔρυντο. 1.1084. ἡ δʼ ἄρʼ ὑπὲρ ξανθοῖο καρήατος Αἰσονίδαο 1.1085. πωτᾶτʼ ἀλκυονὶς λιγυρῇ ὀπὶ θεσπίζουσα 1.1086. λῆξιν ὀρινομένων ἀνέμων· συνέηκε δὲ Μόψος 1.1087. ἀκταίης ὄρνιθος ἐναίσιμον ὄσσαν ἀκούσας. 1.1088. καὶ τὴν μὲν θεὸς αὖτις ἀπέτραπεν, ἷζε δʼ ὕπερθεν 1.1089. νηίου ἀφλάστοιο μετήορος ἀίξασα. 1.1090. τὸν δʼ ὅγε κεκλιμένον μαλακοῖς ἐνὶ κώεσιν οἰῶν. 1.1091. κινήσας ἀνέγειρε παρασχεδόν, ὧδέ τʼ ἔειπεν· 1.1092. ‘Αἰσονίδη, χρειώ σε τόδʼ ἱερὸν εἰσανιόντα 1.1093. Δινδύμου ὀκριόεντος ἐύθρονον ἱλάξασθαι 1.1094. μητέρα συμπάντων μακάρων· λήξουσι δʼ ἄελλαι 1.1095. ζαχρηεῖς· τοίην γὰρ ἐγὼ νέον ὄσσαν ἄκουσα 1.1096. ἀλκυόνος ἁλίης, ἥ τε κνώσσοντος ὕπερθεν 1.1097. σεῖο πέριξ τὰ ἕκαστα πιφαυσκομένη πεπότηται. 1.1098. ἐκ γὰρ τῆς ἄνεμοί τε θάλασσά τε νειόθι τε χθὼν 1.1099. πᾶσα πεπείρανται νιφόεν θʼ ἕδος Οὐλύμποιο· 1.1100. καί οἱ, ὅτʼ ἐξ ὀρέων μέγαν οὐρανὸν εἰσαναβαίνῃ 1.1101. Ζεὺς αὐτὸς Κρονίδης ὑποχάζεται. ὧς δὲ καὶ ὧλλοι 1.1102. ἀθάνατοι μάκαρες δεινὴν θεὸν ἀμφιέπουσιν.’ 1.1135. σκαίροντες βηταρμὸν ἐνόπλιον ὠρχήσαντο 1.1136. καὶ σάκεα ξιφέεσσιν ἐπέκτυπον, ὥς κεν ἰωὴ 1.1137. δύσφημος πλάζοιτο διʼ ἠέρος, ἣν ἔτι λαοὶ 1.1186. Ἐκβασίῳ ῥέξαντες ὑπὸ κνέφας Ἀπόλλωνι. 1.1310. τοῖσιν δὲ Γλαῦκος βρυχίης ἁλὸς ἐξεφαάνθη 1.1311. Νηρῆος θείοιο πολυφράδμων ὑποφήτης· 1.1312. ὕψι δὲ λαχνῆέν τε κάρη καὶ στήθεʼ ἀείρας 1.1313. νειόθεν ἐκ λαγόνων στιβαρῇ ἐπορέξατο χειρὶ 1.1314. νηίου ὁλκαίοιο, καὶ ἴαχεν ἐσσυμένοισιν· 1.1315. ‘τίπτε παρὲκ μεγάλοιο Διὸς μενεαίνετε βουλὴν 1.1316. Αἰήτεω πτολίεθρον ἄγειν θρασὺν Ἡρακλῆα; 1.1317. Ἄργεΐ οἱ μοῖρʼ ἐστὶν ἀτασθάλῳ Εὐρυσθῆι 1.1318. ἐκπλῆσαι μογέοντα δυώδεκα πάντας ἀέθλους 1.1319. ναίειν δʼ ἀθανάτοισι συνέστιον, εἴ κʼ ἔτι παύρους 1.1320. ἐξανύσῃ· τῶ μή τι ποθὴ κείνοιο πελέσθω. 1.1321. αὔτως δʼ αὖ Πολύφημον ἐπὶ προχοῇσι Κίοιο 1.1322. πέπρωται Μυσοῖσι περικλεὲς ἄστυ καμόντα 1.1323. μοῖραν ἀναπλήσειν Χαλύβων ἐν ἀπείρονι γαίῃ. 1.1324. αὐτὰρ Ὕλαν φιλότητι θεὰ ποιήσατο νύμφη 1.1325. ὃν πόσιν, οἷό περ οὕνεκʼ ἀποπλαγχθέντες ἔλειφθεν.’ 1.1326. ἦ, καὶ κῦμʼ ἀλίαστον ἐφέσσατο νειόθι δύψας· 1.1327. ἀμφὶ δέ οἱ δίνῃσι κυκώμενον ἄφρεεν ὕδωρ 1.1328. πορφύρεον, κοίλην δὲ διὲξ ἁλὸς ἔκλυσε νῆα. 1.1329. γήθησαν δʼ ἥρωες· ὁ δʼ ἐσσυμένως ἐβεβήκει 1.1330. Αἰακίδης Τελαμὼν ἐς Ἰήσονα, χεῖρα δὲ χειρὶ 1.1331. ἄκρην ἀμφιβαλὼν προσπτύξατο, φώνησέν τε· 2.541. ὡς δʼ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ 2.542. πλαζόμεθʼ ἄνθρωποι τετληότες, οὐδέ τις αἶα 2.543. τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι 2.544. σφωιτέρους δʼ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος 2.545. ὑγρή τε τραφερή τʼ ἰνδάλλεται, ἄλλοτε δʼ ἄλλῃ 2.546. ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν· 2.598. καὶ τότʼ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης 2.599. σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι. 2.600. ἡ δʼ ἰκέλη πτερόεντι μετήορος ἔσσυτʼ ὀιστῷ. 2.601. ἔμπης δʼ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα 2.602. νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη 2.603. Οὔλυμπόνδʼ ἀνόρουσεν, ὅτʼ ἀσκηθεῖς ὑπάλυξαν. 2.611. ‘ἔλπομαι αὐτῇ νηὶ τόγʼ ἔμπεδον ἐξαλέασθαι 2.612. ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη 2.613. ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος 2.614. γόμφοισιν συνάρασσε· θέμις δʼ οὐκ ἔστιν ἁλῶναι. 2.669. ἦμος δʼ οὔτʼ ἄρ πω φάος ἄμβροτον, οὔτʼ ἔτι λίην 2.670. ὀρφναίη πέλεται, λεπτὸν δʼ ἐπιδέδρομε νυκτὶ 2.671. φέγγος, ὅτʼ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν 2.672. τῆμος ἐρημαίης νήσου λιμένʼ εἰσελάσαντες 2.673. Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε. 2.674. τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν 2.675. τῆλʼ ἐπʼ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων 2.676. ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθεν 2.677. πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι· 2.678. λαιῇ δʼ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις 2.679. ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δʼ ὑπὸ ποσσὶν 2.680. σείετο νῆσος ὅλη, κλύζεν δʼ ἐπὶ κύματα χέρσῳ. 2.681. τοὺς δʼ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐδέ τις ἔτλη 2.682. ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο. 2.683. στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὁ τηλοῦ 2.684. βῆ ῥʼ ἴμεναι πόντονδε διʼ ἠέρος· ὀψὲ δὲ τοῖον 2.685. Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων· 2.686. ‘εἰ δʼ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος 2.687. τήνδʼ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη 2.688. ἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστιν 2.689. βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δʼ ἂν ὀπίσσω 2.690. γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ 2.691. δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν. 2.692. νῦν δʼ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι 2.693. κέκλομαι. ἀλλʼ ἵληθι ἄναξ, ἵληθι φαανθείς.’ 2.694. ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο 2.695. χερμάσιν· οἱ δʼ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντες 2.696. εἴ κέ τινʼ ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν 2.697. αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ. 2.698. τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων 2.699. εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ 2.700. καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα. 2.701. ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο 2.702. καλὸν Ἰηπαιήονʼ Ἰηπαιήονα Φοῖβον 2.703. μελπόμενοι· σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο 2.704. Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς· 2.705. ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο 2.706. Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν 2.707. κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς. 2.708. ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι 2.709. αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δʼ αὐτὴ 2.710. Λητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει. 2.711. πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες 2.712. θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι· 2.713. ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ. 2.714. αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ 2.715. λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν 2.716. ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο 2.717. ἁπτόμενοι θυέων· καί τʼ εἰσέτι νῦν γε τέτυκται 2.718. κεῖσʼ Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥʼ ἐκάμοντο 2.719. αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες. 2.835. ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι 2.836. ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες. 2.837. ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη 2.838. τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς 2.839. αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δʼ ἄσπετα μῆλα 2.840. ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν. 2.841. καὶ δή τοι κέχυται τοῦδʼ ἀνέρος ἐν χθονὶ κείνῃ 2.842. τύμβος· σῆμα δʼ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι 2.843. νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις 2.844. ἄκρης τυτθὸν ἔνερθʼ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ 2.845. χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι 2.846. τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν 2.847. Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι 2.848. ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο 2.849. ἄστυ βαλεῖν· οἱ δʼ ἀντὶ θεουδέος Αἰολίδαο 2.850. Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν. 2.851. τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτʼ αὖτις ἔχευαν 2.852. ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο. 2.853. δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν. 2.854. Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν 2.855. μοῖρʼ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν 2.856. αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος 2.857. εἰσότʼ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος. 2.858. ἄτλητον δʼ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο. 2.859. δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν 2.860. αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες 2.861. ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου 2.862. μνώοντʼ οὔτε ποτοῖο· κατήμυσαν δʼ ἀχέεσσιν 2.863. θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπʼ ἐλπίδος ἔπλετο νόστος. 2.864. καί νύ κʼ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο 2.865. εἰ μὴ ἄρʼ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη 2.866. θάρσος, ὃν Ἰμβρασίοισι παρʼ ὕδασιν Ἀστυπάλαια 2.867. τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο 2.868. ἰθύνειν, Πηλῆα δʼ ἐπεσσύμενος προσέειπεν· 2.869. ‘Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων 2.870. γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος 2.871. ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων 2.872. παρθενίης ἀπάνευθεν, ὅσον τʼ ἐπιίστορα νηῶν. 2.873. τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω. 2.874. ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν 2.875. τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει 2.876. ναυτιλίην. ἀλλʼ ὦκα, παραιφάμενος τάδε πάντα 2.877. θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.’ 2.878. ὧς φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν. 2.879. αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν· 2.880. ‘δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως; 2.881. οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο· 2.882. ἡμῖν δʼ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ 2.883. καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης· 2.884. ἀλλʼ ἔγρεσθʼ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.’ 2.885. τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν· 2.886. ‘Αἰακίδη, πῇ δʼ οἵδε κυβερνητῆρες ἔασιν; 2.887. οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθʼ εἶναι 2.888. οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν. 2.889. τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην 2.890. εἰ δὴ μήτʼ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο 2.891. ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι 2.892. πετράων ἔκτοσθε, κατʼ αὐτόθι δʼ ἄμμε καλύψει 2.893. ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.’ 2.894. ὧς ἔφατʼ· Ἀγκαῖος δὲ μάλʼ ἐσσυμένως ὑπέδεκτο 2.895. νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθʼ ὁρμῇ. 2.896. τὸν δὲ μετʼ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε 2.897. ὤρνυντʼ, ἰθύνειν λελιημένοι. ἀλλʼ ἄρα τούσγε 2.898. ἔσχεθον· Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων. 2.899. Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον 2.900. ἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο. 2.901. καρπαλίμως δʼ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς 2.902. ἐκ δʼ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δʼ ἐπιπρὸ 2.903. λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες. 2.904. ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο 2.905. ἤλυθον, ἔνθʼ ἐνέπουσι Διὸς Νυσήιον υἷα 2.906. Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας 2.907. ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν 2.908. ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας 2.909. ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες 2.910. ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν. 2.911. ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο 2.912. ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιο 2.913. ἂψ ἀνιὼν--δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι-- 2.914. βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς. 2.915. οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον. ἧκε γὰρ αὐτὴ 2.916. Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο 2.917. λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι. 2.918. τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα 2.919. τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴ 2.920. τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ. 2.921. καί ῥʼ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δʼ ἐσιδόντες 2.922. θάμβησαν· τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαι 2.923. Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι. 2.924. οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες 2.925. πείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο 2.926. χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων. 2.928. βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς 2.929. θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ. 2.942. Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον. 2.975. πεμπάζοι· μία δʼ οἴη ἐτήτυμος ἔπλετο πηγή. 2.996. οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλʼ ἀνὰ γαῖαν 2.997. κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον· 2.1002. τοῖσι μὲν οὔτε βοῶν ἄροτος μέλει, οὔτε τις ἄλλη 2.1003. φυταλιὴ καρποῖο μελίφρονος· οὐδὲ μὲν οἵγε 2.1004. ποίμνας ἑρσήεντι νομῷ ἔνι ποιμαίνουσιν. 2.1005. ἀλλὰ σιδηροφόρον στυφελὴν χθόνα γατομέοντες 2.1006. ὦνον ἀμείβονται βιοτήσιον, οὐδέ ποτέ σφιν 2.1007. ἠὼς ἀντέλλει καμάτων ἄτερ, ἀλλὰ κελαινῇ 2.1008. λιγνύι καὶ καπνῷ κάματον βαρὺν ὀτλεύουσιν. 2.1010. γνάμψαντες σώοντο παρὲκ Τιβαρηνίδα γαῖαν. 2.1011. ἔνθʼ ἐπεὶ ἄρ κε τέκωνται ὑπʼ ἀνδράσι τέκνα γυναῖκες 2.1012. αὐτοὶ μὲν στενάχουσιν ἐνὶ λεχέεσσι πεσόντες 2.1013. κράατα δησάμενοι· ταὶ δʼ εὖ κομέουσιν ἐδωδῇ 2.1014. ἀνέρας, ἠδὲ λοετρὰ λεχώια τοῖσι πένονται. 2.1018. ἀλλοίη δὲ δίκη καὶ θέσμια τοῖσι τέτυκται. 2.1019. ὅσσα μὲν ἀμφαδίην ῥέζειν θέμις, ἢ ἐνὶ δήμῳ 2.1020. ἢ ἀγορῇ, τάδε πάντα δόμοις ἔνι μηχανόωνται· 2.1021. ὅσσα δʼ ἐνὶ μεγάροις πεπονήμεθα, κεῖνα θύραζε 2.1022. ἀψεγέως μέσσῃσιν ἐνὶ ῥέζουσιν ἀγυιαῖς. 2.1023. οὐδʼ εὐνῆς αἰδὼς ἐπιδήμιος, ἀλλά, σύες ὣς 2.1024. φορβάδες, οὐδʼ ἠβαιὸν ἀτυζόμενοι παρεόντας 2.1025. μίσγονται χαμάδις ξυνῇ φιλότητι γυναικῶν. 2.1026. αὐτὰρ ἐν ὑψίστῳ βασιλεὺς μόσσυνι θαάσσων 2.1027. ἰθείας πολέεσσι δίκας λαοῖσι δικάζει 2.1028. σχέτλιος. ἢν γάρ πού τί θεμιστεύων ἀλίτηται 2.1029. λιμῷ μιν κεῖνʼ ἦμαρ ἐνικλείσαντες ἔχουσιν. 2.1047. ‘νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς· ἴστε καὶ αὐτοὶ 2.1048. τούσδʼ ὄρνιθας ἰδόντες. ἐγὼ δʼ οὐκ ἔλπομαι ἰοὺς 2.1049. τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τινʼ ἄλλην 2.1050. μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γʼ ἐπικέλσαι 2.1051. μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν. 2.1052. οὐδὲ γὰρ Ἡρακλέης, ὁπότʼ ἤλυθεν Ἀρκαδίηνδε 2.1053. πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης 2.1054. ὤσασθαι τόξοισι, τὸ μέν τʼ ἐγὼ αὐτὸς ὄπωπα. 2.1055. ἀλλʼ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων 2.1056. δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δʼ ἐφέβοντο 2.1057. τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι. 2.1058. τῶ καὶ νῦν τοίην τινʼ ἐπιφραζώμεθα μῆτιν· 2.1059. αὐτὸς δʼ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι. 2.1060. ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας 2.1061. ἡμίσεες μὲν ἐρέσσετʼ ἀμοιβαδίς, ἡμίσεες δὲ 2.1062. δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα. 2.1063. αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτʼ ἀυτὴν 2.1064. ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται 2.1065. νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθʼ ὕπερθεν. 2.1066. εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότʼ ἔπειτα 2.1067. σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.’ 2.1068. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐπίρροθος ἥνδανε μῆτις. 2.1069. ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο 2.1070. δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο 2.1071. φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον· 2.1072. τοὶ δʼ αὖτʼ ἐγχείῃσι καὶ ἀσπίσι νῆʼ ἐκάλυψαν. 2.1073. ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ 2.1074. δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ 2.1075. ἄλλῳ δʼ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν· 2.1076. ὧς οἵγʼ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν. 2.1077. οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο 2.1078. ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες 2.1079. τοίη ἄρʼ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατʼ ἀυτή. 2.1080. οὐδέ τινʼ οἰωνῶν ἔτʼ ἐσέδρακον, ἀλλʼ ὅτε νήσῳ 2.1081. χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκʼ ἄρʼ οἵγε 2.1082. μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο. 2.1083. ὡς δʼ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν 2.1084. ἐκ νεφέων ἀνά τʼ ἄστυ καὶ οἰκία, τοὶ δʼ ὑπὸ τοῖσιν 2.1085. ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες 2.1086. ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη 2.1087. ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον· 2.1088. ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες 2.1089. ὕψι μάλʼ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης. 2.1090. τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι 2.1091. ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα 2.1092. ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι; 2.1097. καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ. 2.1098. Ζεὺς δʼ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι 2.1099. ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο· 2.1147. Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο 2.1155. τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις 2.1169. πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος 2.1170. μῆλʼ ἱερευσόμενοι· περὶ δʼ ἐσχάρῃ ἐστήσαντο 2.1171. ἐσσυμένως, ἥ τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ 2.1172. στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο 2.1173. ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο. 2.1174. οὐδέ σφιν θέμις ἦεν, ὅτʼ ἀντιπέρηθεν ἵκοιντο 2.1175. μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν· 2.1176. ἀλλʼ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι. 2.1177. αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο 2.1178. δὴ τότ ἄρʼ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων· 2.1179. ‘Ζεὺς ἐτεῇ τὰ ἕκαστʼ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες 2.1180. λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι. 2.1181. ὡς μὲν γὰρ πατέρʼ ὑμὸν ὑπεξείρυτο φόνοιο 2.1182. μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον· 2.1183. ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν 2.1184. χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδʼ ἐπὶ νηὸς 2.1185. ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετʼ Αἶαν 2.1186. εἶτε μετʼ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο. 2.1187. τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ 2.1188. δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος 2.1189. τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμʼ ἐκέδασσεν 2.1190. πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τʼ ἐνὶ πόντῳ 2.1191. στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν. 2.1192. ἀλλʼ ἄγεθʼ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν 2.1193. κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε 2.1194. καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς 2.1195. στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.’ 2.1196. ἴσκε παρηγορέων· οἱ δʼ ἔστυγον εἰσαΐοντες. 2.1197. οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο 2.1198. κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δʼ ἔειπεν 2.1199. Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι· 2.1200. ‘ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτʼ ἀρωγῆς 2.1201. σχήσεται, οὐδʼ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται. 2.1202. ἀλλʼ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν 2.1203. Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι. 2.1204. στεῦται δʼ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων 2.1205. ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρει 2.1206. σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι. 2.1207. οὐ μὰν οὐδʼ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο 2.1208. ῥηίδιον, τοῖός μιν ὄφις περί τʼ ἀμφί τʼ ἔρυται 2.1209. ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖʼ ἀνέφυσεν 2.1210. Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη 2.1211. ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ 2.1212. βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας 2.1213. θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δʼ αὔτως 2.1214. οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθʼ ἔτι νῦν περ 2.1215. κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.’ 2.1216. ὧς ἄρʼ ἔφη· πολέεσσι δʼ ἐπὶ χλόος εἷλε παρειὰς 2.1217. αὐτίκα, τοῖον ἄεθλον ὅτʼ ἔκλυον. αἶψα δὲ Πηλεὺς 2.1218. θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε· 2.1219. ‘μηδʼ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ. 2.1220. οὔτε γὰρ ὧδʼ ἀλκὴν ἐπιδευόμεθʼ, ὥστε χερείους 2.1221. ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι. 2.1222. ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο 2.1223. κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας. 2.1224. τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει 2.1225. οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.’ 2.1226. ὧς οἵγʼ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο 2.1227. μέσφʼ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν. 2.1228. ἦρι δʼ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος· 2.1229. ἱστία δʼ ἤειραν, τὰ δʼ ὑπαὶ ῥιπῆς ἀνέμοιο 2.1230. τείνετο· ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος. 2.1231. νυκτὶ δʼ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον· 2.1232. ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτʼ ἐν Ὀλύμπῳ 2.1233. Τιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπʼ ἄντρον 2.1234. Ζεὺς ἔτι Κουρήτεσσι μετετρέφετʼ Ἰδαίοισιν 2.1235. Ῥείην ἐξαπαφών παρελέξατο· τοὺς δʼ ἐνὶ λέκτροις 2.1236. τέτμε θεὰ μεσσηγύς· ὁ δʼ ἐξ εὐνῆς ἀνορούσας 2.1237. ἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ· 2.1238. ἡ δʼ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα 2.1239. Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶν 2.1240. ἦλθʼ, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ 2.1241. ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ. 2.1242. κεῖθεν δʼ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρων 2.1243. γαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας 2.1244. Βύζηράς τʼ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνον 2.1245. ἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο. 2.1246. καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου. 2.1247. καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναι 2.1248. ἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισιν 2.1249. ἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺς 2.1250. αἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα. 2.1251. τὸν μὲν ἐπʼ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳ 2.1252. νηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπης 2.1253. λαίφεα πάντʼ ἐτίναξε, παραιθύξας πτερύγεσσιν. 2.1254. οὐ γὰρʼ ὅγʼ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο 2.1255. ἶσα δʼ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς 2.1256. δηρὸν δʼ. οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴν 2.1257. ἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δʼ αἰθὴρ 2.1258. οἰμωγῇ, μέσφʼ αὖτις ἀπʼ οὔρεος ἀίσσοντα 2.1259. αἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν. 2.1260. ἐννύχιοι δʼ Ἄργοιο δαημοσύνῃσιν ἵκοντο 2.1261. Φᾶσίν τʼ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντοι 2.1262. αὐτίκα δʼ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίλης 2.1263. ἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸν 2.1264. ἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δʼ ἐρετμοῖς 2.1265. εἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντῃ 2.1266. καχλάζων ὑπόεικεν. ἔχον δʼ ἐπʼ ἀριστερὰ χειρῶν 2.1267. Καύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης 2.1268. ἔνθεν δʼ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τʼ ἄλση 2.1269. τοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύων 2.1270. πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν. 2.1271. αὐτὸς δʼ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳ 2.1272. οἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰς 2.1273. γαίῃ τʼ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντων 2.1274. ἡρώων· γουνοῦτο δʼ ἀπήμονας εἶναι ἀρωγοὺς 2.1275. εὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι. 2.1276. αὐτίκα δʼ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν· 2.1277. ‘Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθρα 2.1278. Φάσιδος· ὥρη δʼ ἧμιν ἐνὶ σφίσι μητιάασθαι 2.1279. εἴτʼ οὖν μειλιχίῃ πειρησόμεθʼ Αἰήταο 2.1280. εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.’ 3.200. Κιρκαῖον τόδε που κικλήσκεται· ἔνθα δὲ πολλαὶ 3.201. ἑξείης πρόμαλοί τε καὶ ἰτέαι ἐκπεφύασιν 3.202. τῶν καὶ ἐπʼ ἀκροτάτων νέκυες σειρῇσι κρέμανται 3.203. δέσμιοι. εἰσέτι νῦν γὰρ ἄγος Κόλχοισιν ὄρωρεν 4.35. οἵη δʼ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο 4.36. ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα 4.37. οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο 4.38. ἀλλʼ ἔτʼ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα 4.39. εἶσιν ἀτυζομενη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης· 4.40. τοίη ἄρʼ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη. 4.41. τῇ δὲ καὶ αὐτόματοι θυρέων ἱπόειξαν ὀχῆες 4.42. ὠκείαις ἄψορροι ἀναθρώσκοντες ἀοιδαῖς. 4.43. γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους 4.44. λαιῇ μὲν χερὶ πέπλον ἐπʼ ὀφρύσιν ἀμφὶ μέτωπα 4.45. στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ 4.46. ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος. 4.47. καρπαλίμως δʼ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων 4.48. ἄστεος εὐρυχόροιο φόβῳ ἵκετʼ· οὐδέ τις ἔγνω 4.49. τήνγε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα. 4.50. ἔνθεν ἴμεν νηόνδε μάλʼ ἐφράσατʼ· οὐ γὰρ ἄιδρις 4.51. ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς 4.52. ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες 4.53. φαρμακίδες· τρομερῷ δʼ ὑπὸ δείματι πάλλετο θυμός. 4.54. τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν 4.55. φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη 4.56. ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν· 4.57. ‘οὐκ ἄρʼ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω 4.58. οὐδʼ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι· 4.59. ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς 4.60. μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτὶ 4.61. φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται. 4.62. νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης· 4.63. δῶκε δʼ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι 4.64. δαίμων ἀλγινόεις. ἀλλʼ ἔρχεο, τέτλαθι δʼ ἔμπης 4.65. καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.’ 4.66. ὦς ἄρʼ ἔφη· τὴν δʼ αἶψα πόδες φέρον ἐγκονέουσαν. 4.67. ἀσπασίως δʼ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο 4.68. ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τʼ ἀέθλου 4.69. παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον. 4.70. ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ 4.71. ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων 4.72. φρόντιν· ὁ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης 4.73. αὐτῷ τʼ Αἰσονίδῃ τεκμήρατο· σῖγα δʼ ἑταῖροι 4.74. θάμβεον, εὖτʼ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν. 4.75. τρὶς μὲν ἀνήυσεν, τρὶς δʼ ὀτρύνοντος ὁμίλου 4.76. Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δʼ ἄρα τείως 4.77. ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς. 4.78. οὔπω πείσματα νηὸς ἐπʼ ἠπείροιο περαίης 4.79. βάλλον, ὁ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων 4.80. ὑψοῦ ἀπʼ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος 4.81. υἷε δύω Φρίξου, χαμάδις θόρον· ἡ δʼ ἄρα τούσγε 4.246. ἡ γάρ σφʼ ἐξαποβάντας ἀρέσσασθαι θυέεσσιν 4.247. ἠνώγει Ἑκάτην. καὶ δὴ τὰ μέν, ὅσσα θυηλὴν 4.248. κούρη πορσανέουσα τιτύσκετο, μήτε τις ἴστωρ 4.249. εἴη, μήτʼ ἐμὲ θυμὸς ἐποτρύνειεν ἀείδειν. 4.250. ἅζομαι αὐδῆσαι· τό γε μὴν ἕδος ἐξέτι κείνου 4.251. ὅ ῥα θεᾷ ἥρωες ἐπὶ ῥηγμῖσιν ἔδειμαν 4.252. ἀνδράσιν ὀψιγόνοισι μένει καὶ τῆμος ἰδέσθαι. 4.459. οἰόθι δʼ ἀντικρὺ μετιὼν πειρήσατο μύθοις 4.460. εἷο κασιγνήτης, ἀταλὸς πάις οἷα χαράδρης 4.461. χειμερίης, ἣν οὐδὲ διʼ αἰζηοὶ περόωσιν. 4.462. εἴ κε δόλον ξείνοισιν ἐπʼ ἀνδράσι τεχνήσαιτο. 4.463. καὶ τὼ μὲν τὰ ἕκαστα συνῄνεον ἀλλήλοισιν· 4.464. αὐτίκα δʼ Αἰσονίδης πυκινοῦ ἐξᾶλτο λόχοιο 4.465. γυμνὸν ἀνασχόμενος παλάμῃ ξίφος· αἶψα δὲ κούρη 4.466. ἔμπαλιν ὄμματʼ ἔνεικε, καλυψαμένη ὀθόνῃσιν 4.467. μὴ φόνον ἀθρήσειε κασιγνήτοιο τυπέντος. 4.468. τὸν δʼ ὅγε, βουτύπος ὥστε μέγαν κερεαλκέα ταῦρον 4.469. πλῆξεν ὀπιπεύσας νηοῦ σχεδόν, ὅν ποτʼ ἔδειμαν 4.470. Ἀρτέμιδι Βρυγοὶ περιναιέται ἀντιπέρηθεν. 4.471. τοῦ ὅγʼ ἐνὶ προδόμῳ γνὺξ ἤριπε· λοίσθια δʼ ἥρως 4.472. θυμὸν ἀναπνείων χερσὶν μέλαν ἀμφοτέρῃσιν 4.473. αἷμα κατʼ ὠτειλὴν ὑποΐσχετο· τῆς δὲ καλύπτρην 4.474. ἀργυφέην καὶ πέπλον ἀλευομένης ἐρύθηνεν. 4.475. ὀξὺ δὲ πανδαμάτωρ λοξῷ ἴδεν οἷον ἔρεξαν 4.476. ὄμματι νηλειὴς ὀλοφώιον ἔργον Ἐρινύς. 4.477. ἥρως δʼ Αἰσονίδης ἐξάργματα τάμνε θανόντος 4.478. τρὶς δʼ ἀπέλειξε φόνου, τρὶς δʼ ἐξ ἄγος ἔπτυσʼ ὀδόντων 4.479. ἣ θέμις αὐθέντῃσι δολοκτασίας ἱλάεσθαι. 4.480. ὑγρὸν δʼ ἐν γαίῃ κρύψεν νέκυν, ἔνθʼ ἔτι νῦν περ 4.481. κείαται ὀστέα κεῖνα μετʼ ἀνδράσιν Ἀψυρτεῦσιν. 4.640. ἀλλʼ Ἥρη σκοπέλοιο καθʼ Ἑρκυνίου ἰάχησεν 4.641. οὐρανόθεν προθοροῦσα· φόβῳ δʼ ἐτίναχθεν ἀυτῆς 4.642. πάντες ὁμῶς· δεινὸν γὰρ ἐπὶ μέγας ἔβραχεν αἰθήρ. 4.643. ἂψ δὲ παλιντροπόωντο θεᾶς ὕπο, καί ῥʼ ἐνόησαν 4.644. τὴν οἶμον, τῇπέρ τε καὶ ἔπλετο νόστος ἰοῦσιν. 4.912. ἀλλὰ καὶ ὧς Τελέοντος ἐὺς πάις, οἶος ἑταίρων 4.913. προφθάμενος, ξεστοῖο κατὰ ζυγοῦ ἔνθορε πόντῳ 4.914. Βούτης, Σειρήνων λιγυρῇ ὀπὶ θυμὸν ἰανθείς· 4.915. νῆχε δὲ πορφυρέοιο διʼ οἴδματος, ὄφρʼ ἐπιβαίη 4.916. σχέτλιος. ἦ τέ οἱ αἶψα καταυτόθι νόστον ἀπηύρων 4.917. ἀλλά μιν οἰκτείρασα θεὰ Ἔρυκος μεδέουσα 4.918. Κύπρις ἔτʼ ἐν δίναις ἀνερέψατο, καί ῥʼ ἐσάωσεν 4.919. πρόφρων ἀντομένη Λιλυβηίδα ναιέμεν ἄκρην. 4.1159. ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος 4.1160. νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον. 4.1194. υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς 4.1195. ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ. 4.1411. ‘δαίμονες ὦ καλαὶ καὶ ἐύφρονες, ἵλατʼ, ἄνασσαι 4.1412. εἴτʼ οὖν οὐρανίαις ἐναρίθμιοί ἐστε θεῇσιν 4.1413. εἴτε καταχθονίαις, εἴτʼ οἰοπόλοι καλέεσθε 4.1414. νύμφαι· ἴτʼ ὦ νύμφαι, ἱερὸν γένος Ὠκεανοῖο 4.1415. δείξατʼ ἐελδομένοισιν ἐνωπαδὶς ἄμμι φανεῖσαι 4.1416. ἤ τινα πετραίην χύσιν ὕδατος, ἤ τινα γαίης 4.1417. ἱερὸν ἐκβλύοντα, θεαί, ῥόον, ᾧ ἀπὸ δίψαν 4.1418. αἰθομένην ἄμοτον λωφήσομεν. εἰ δέ κεν αὖτις 4.1419. δή ποτʼ Ἀχαιίδα γαῖαν ἱκώμεθα ναυτιλίῃσιν 4.1420. δὴ τότε μυρία δῶρα μετὰ πρώτῃσι θεάων 4.1421. λοιβάς τʼ εἰλαπίνας τε παρέξομεν εὐμενέοντες.’ 4.1422. ὧς φάτο λισσόμενος ἀδινῇ ὀπί· ταὶ δʼ ἐλέαιρον 4.1499. ὡς μάθον οἷον ἔρεξε. νέκυν δʼ ἀνάειραν ὀπίσσω 4.1500. πευθόμενοι Μινύαι, γαίῃ δʼ ἐνὶ ταρχύσαντο 4.1501. μυρόμενοι· τὰ δὲ μῆλα μετὰ σφέας οἵγʼ ἐκόμισσαν. 4.1502. ἔνθα καὶ Ἀμπυκίδην αὐτῷ ἐνὶ ἤματι Μόψον 4.1503. νηλειὴς ἕλε πότμος· ἀδευκέα δʼ οὐ φύγεν αἶσαν 4.1504. μαντοσύναις· οὐ γάρ τις ἀποτροπίη θανάτοιο. 4.1505. κεῖτο δʼ ἐπὶ ψαμάθοισι μεσημβρινὸν ἦμαρ ἀλύσκων 4.1506. δεινὸς ὄφις, νωθὴς μὲν ἑκὼν ἀέκοντα χαλέψαι· 4.1507. οὐδʼ ἂν ὑποτρέσσαντος ἐνωπαδὶς ἀίξειεν. 4.1508. ἀλλὰ μὲν ᾧ τὰ πρῶτα μελάγχιμον ἰὸν ἐνείη 4.1509. ζωόντων, ὅσα γαῖα φερέσβιος ἔμπνοα βόσκει 4.1510. οὐδʼ ὁπόσον πήχυιον ἐς Ἄιδα γίγνεται οἶμος 4.1511. οὐδʼ εἰ Παιήων, εἴ μοι θέμις ἀμφαδὸν εἰπεῖν 4.1512. φαρμάσσοι, ὅτε μοῦνον ἐνιχρίμψῃσιν ὀδοῦσιν. 4.1513. εὖτε γὰρ ἰσόθεος Λιβύην ὑπερέπτατο Περσεὺς 4.1514. Εὐρυμέδων--καὶ γὰρ τὸ κάλεσκέ μιν οὔνομα μήτηρ-- 4.1515. Γοργόνος ἀρτίτομον κεφαλὴν βασιλῆι κομίζων 4.1516. ὅσσαι κυανέου στάγες αἵματος οὖδας ἵκοντο 4.1517. αἱ πᾶσαι κείνων ὀφίων γένος ἐβλάστησαν. 4.1518. τῷ δʼ ἄκρην ἐπʼ ἄκανθαν ἐνεστηρίξατο Μόψος 4.1519. λαιὸν ἐπιπροφέρων ταρσὸν ποδός· αὐτὰρ ὁ μέσσην 4.1520. κερκίδα καὶ μυῶνα, πέριξ ὀδύνῃσιν ἑλιχθείς 4.1521. σάρκα δακὼν ἐχάραξεν. ἀτὰρ Μήδεια καὶ ἄλλαι 4.1522. ἔτρεσαν ἀμφίπολοι· ὁ δὲ φοίνιον ἕλκος ἄφασσεν 4.1523. θαρσαλέως, ἕνεκʼ οὔ μιν ὑπέρβιον ἄλγος ἔτειρεν. 4.1524. σχέτλιος· ἦ τέ οἱ ἤδη ὑπὸ χροῒ δύετο κῶμα 4.1525. λυσιμελές, πολλὴ δὲ κατʼ ὀφθαλμῶν χέετʼ ἀχλύς. 4.1526. αὐτίκα δὲ κλίνας δαπέδῳ βεβαρηότα γυῖα 4.1527. ψύχετʼ ἀμηχανίῃ· ἕταροι δέ μιν ἀμφαγέροντο 4.1528. ἥρως τʼ Αἰσονίδης, ἀδινῇ περιθαμβέες ἄτῃ. 4.1529. οὐδὲ μὲν οὐδʼ ἐπὶ τυτθὸν ἀποφθίμενός περ ἔμελλεν 4.1530. κεῖσθαι ὑπʼ ἠελίῳ. πύθεσκε γὰρ ἔνδοθι σάρκας 4.1531. ἰὸς ἄφαρ, μυδόωσα δʼ ἀπὸ χροὸς ἔρρεε λάχνη. 4.1532. αἶψα δὲ χαλκείῃσι βαθὺν τάφον ἐξελάχαινον 4.1533. ἐσσυμένως μακέλῃσιν· ἐμοιρήσαντο δὲ χαίτας 4.1534. αὐτοὶ ὁμῶς κοῦραί τε, νέκυν ἐλεεινὰ παθόντα 4.1535. μυρόμενοι· τρὶς δʼ ἀμφὶ σὺν ἔντεσι δινηθέντες 4.1536. εὖ κτερέων ἴσχοντα, χυτὴν ἐπὶ γαῖαν ἔθεντο. 4.1548. κέκλετʼ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηὸς 4.1549. δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι. 4.1706. Λητοΐδη, τύνη δὲ κατʼ οὐρανοῦ ἵκεο πέτρας 4.1707. ῥίμφα Μελαντίους ἀριήκοος, αἵ τʼ ἐνὶ πόντῳ 4.1708. ἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας 4.1709. δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον· 4.1710. μαρμαρέην δʼ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην. 4.1711. τοῖσι δέ τις Σποράδων βαιὴ ἀπὸ τόφρʼ ἐφαάνθη 4.1712. νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου 4.1713. ἔνθʼ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον· αὐτίκα δʼ Ἠὼς 4.1714. φέγγεν ἀνερχομένη· τοὶ δʼ ἀγλαὸν Ἀπόλλωνι 4.1715. ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμὸν 4.1716. ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης 4.1717. Φοῖβον κεκλόμενοι· Ἀνάφην δέ τε λισσάδα νῆσον 4.1718. ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.
3. Vergil, Aeneis, 4.12-4.14, 7.1-7.45 (1st cent. BCE - 1st cent. BCE)

4.12. of her dear sister spoke the stricken Queen: 4.13. “Anna, my sister, what disturbing dreams 4.14. perplex me and alarm? What guest is this 7.1. One more immortal name thy death bequeathed 7.2. Nurse of Aeneas, to Italian shores 7.3. Caieta ; there thy honor hath a home; 7.4. Thy bones a name: and on Hesperia's breast 7.5. Their proper glory. When Aeneas now 7.6. The tribute of sepulchral vows had paid 7.7. Beside the funeral mound, and o'er the seas 7.8. Stillness had fallen, he flung forth his sails 7.9. And leaving port pursued his destined way. 7.10. Freshly the night-winds breathe; the cloudless moon 7.11. Outpours upon his path unstinted beam 7.12. And with far-trembling glory smites the sea. 7.13. Close to the lands of Circe soon they fare 7.14. Where the Sun's golden daughter in far groves 7.15. Sounds forth her ceaseless song; her lofty hall 7.16. Is fragrant every night with flaring brands 7.17. of cedar, giving light the while she weaves 7.18. With shrill-voiced shuttle at her linens fine. 7.19. From hence are heard the loud lament and wrath 7.20. of lions, rebels to their linked chains 7.21. And roaring all night long; great bristly boars 7.22. And herded bears, in pinfold closely kept 7.23. Rage horribly, and monster-wolves make moan; 7.24. Whom the dread goddess with foul juices strong 7.25. From forms of men drove forth, and bade to wear 7.26. the mouths and maws of beasts in Circe's thrall. 7.27. But lest the sacred Trojans should endure 7.28. uch prodigy of doom, or anchor there 7.29. on that destroying shore, kind Neptune filled 7.30. their sails with winds of power, and sped them on 7.32. Now morning flushed the wave, and saffron-garbed 7.33. Aurora from her rose-red chariot beamed 7.34. in highest heaven; the sea-winds ceased to stir; 7.35. a sudden calm possessed the air, and tides 7.36. of marble smoothness met the laboring oar. 7.37. Then, gazing from the deep, Aeneas saw 7.38. a stretch of groves, whence Tiber 's smiling stream 7.39. its tumbling current rich with yellow sands 7.40. burst seaward forth: around it and above 7.41. hore-haunting birds of varied voice and plume 7.42. flattered the sky with song, and, circling far 7.43. o'er river-bed and grove, took joyful wing. 7.44. Thither to landward now his ships he steered
4. Valerius Flaccus Gaius, Argonautica, 1.471-1.473, 3.313-3.458, 4.85, 4.88-4.89, 5.1-5.276, 6.369-6.371 (1st cent. CE - 1st cent. CE)



Subjects of this text:

subject book bibliographic info
absyrtus Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 184
aeneas Augoustakis et al., Fides in Flavian Literature (2021) 87
aetiology Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
agamemnon Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 184
anairesis Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179
aphrodite Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
apollo, eeoïus Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
apollo Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36; Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 184; de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
apollonius of rhodes Augoustakis et al., Fides in Flavian Literature (2021) 87
argo Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
argonauts Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36; Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173; de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
aristeia Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179
artemis Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 184
athena Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
aulis Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 184
black sea Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
boutes Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
cenotaph Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179
circe/kirke Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
colchis Augoustakis, Flavian Poetry and its Greek Past (2014) 100; Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
cosmogony de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
cult Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
cyzicus Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
dance de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
death Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
dido Augoustakis et al., Fides in Flavian Literature (2021) 87
electra de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
elpenor Augoustakis, Flavian Poetry and its Greek Past (2014) 100
fama Augoustakis et al., Fides in Flavian Literature (2021) 87
ghosts Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179
glaucus Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
hades Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
heaven Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
hecate Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
hera Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
heracles Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
hercynian, rock Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
hero Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
heterotopia Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
hyperboreans Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
idmon Augoustakis, Flavian Poetry and its Greek Past (2014) 100
jason Augoustakis et al., Fides in Flavian Literature (2021) 87; Augoustakis, Flavian Poetry and its Greek Past (2014) 100; Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
journey Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
kithara de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
landscapes, idyllic Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
landscapes Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
lyra de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
medea Augoustakis et al., Fides in Flavian Literature (2021) 87; Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179, 184; Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
misenus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 100
mopsus Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179
muse Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
music de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
nereus Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
nostos Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 184
olympian gods Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
orpheus, literary author de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
orpheus, musician de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
orpheus Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
palinurus Augoustakis, Flavian Poetry and its Greek Past (2014) 100
phrixus Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179
portal Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
quest Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
sea Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
see also death, of remembrance Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
siren Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
song de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
stars de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
sthenelus/sthenelos Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
sthenelus Augoustakis et al., Fides in Flavian Literature (2021) 87; Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36; Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179
suicide' Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179
supplication de Jáuregui, Orphism and Christianity in Late Antiquity (2010) 320
symplegades Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
thynia Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36
tiphys Augoustakis, Flavian Poetry and its Greek Past (2014) 100; Mcclellan, Paulinus Noster: Self and Symbols in the Letters of Paulinus of Nola (2019) 179
tombs Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
topography Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
underworld Skempis and Ziogas, Geography, Topography, Landscape: Configurations of Space in Greek and Roman Epic (2014) 173
valerius flaccus, and apollonius rhodius Augoustakis, Flavian Poetry and its Greek Past (2014) 100
valerius flaccus, funerals in Augoustakis, Flavian Poetry and its Greek Past (2014) 100
valerius flaccus fides in Augoustakis et al., Fides in Flavian Literature (2021) 87
visibility Lipka, Epiphanies and Dreams in Greek Polytheism: Textual Genres and 'Reality' from Homer to Heliodorus (2021) 36