1. Homer, Iliad, 11.822-11.848 (8th cent. BCE - 7th cent. BCE) Tagged with subjects: • Eurypylus
Found in books: Augoustakis (2014) 245; Verhagen (2022) 245
11.822. τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· 11.823. οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν 11.824. ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται. 11.825. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, 11.826. ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε 11.827. χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν. 11.828. ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, 11.829. μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν 11.830. νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε 11.831. ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, 11.832. ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. 11.833. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων 11.834. τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα 11.835. χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος 11.836. κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. 11.837. τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός· 11.838. πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως; 11.839. ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω 11.840. ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· 11.841. ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο. 11.842. ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν 11.843. ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας. 11.844. ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ 11.845. ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν 11.846. νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν 11.847. χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας 11.848. ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.''. None | 11.822. will the Achaeans haply still hold back mighty Hector, or will they now perish, slain beneath his spear? 11.824. will the Achaeans haply still hold back mighty Hector, or will they now perish, slain beneath his spear? And to him again made answer the wounded Eurypylus:No longer, Zeus-born Patroclus, will there be any defence of the Achaeans, but they will fling themselves upon the black ships. 11.825. For verily all they that aforetime were bravest, lie among the ships smitten by darts or wounded with spear-thrusts at the hands of the Trojans, whose strength ever waxeth. But me do thou succour, and lead me to my black ship, and cut the arrow from my thigh, and wash the black blood from it 11.830. with warm water, and sprinkle thereon kindly simples of healing power, whereof men say that thou hast learned from Achilles, whom Cheiron taught, the most righteous of the Centaurs. For the leeches, Podaleirius and Machaon, the one methinks lieth wounded amid the huts, 11.835. having need himself of a goodly leech, and the other in the plain abideth the sharp battle of the Trojans. And to him again spake the valiant son of Menoetius:How may these things be? What shall we do, warrior Eurypylus? I am on my way to declare to wise-hearted Achilles a message 11.840. wherewith Nestor of Gerenia, warder of the Achaeans, charged me. Nay, but even so will I not neglect thee that art in grievous plight. He spake and clasped the shepherd of the host beneath the breast, and led him to his hut, and his squire when he saw them strewed upon the ground hides of oxen. There Patroclus made him lie at length, 11.845. and with a knife cut from his thigh the sharp-piercing arrow, and from the wound washed the black blood with warm water, and upon it cast a bitter root, when he had rubbed it between his hands, a root that slayeth pain, which stayed all his pangs; and the wound waxed dry, and the blood ceased. 11.848. and with a knife cut from his thigh the sharp-piercing arrow, and from the wound washed the black blood with warm water, and upon it cast a bitter root, when he had rubbed it between his hands, a root that slayeth pain, which stayed all his pangs; and the wound waxed dry, and the blood ceased. ''. None |
|
3. Pausanias, Description of Greece, 7.19.1-7.19.10, 7.20.9 (2nd cent. CE - 2nd cent. CE) Tagged with subjects: • Eurypylos • Eurypylus
Found in books: Bernabe et al (2013) 402, 403, 404, 411; Ekroth (2013) 93, 100; Stavrianopoulou (2006) 122
7.19.1. ἔστι δὲ ἐν τῷ μεταξὺ τοῦ ναοῦ τε τῆς Λαφρίας καὶ τοῦ βωμοῦ πεποιημένον μνῆμα Εὐρυπύλου. τὰ δὲ ὅστις τε ὢν καὶ καθʼ ἥντινα αἰτίαν ἀφίκετο ἐς τὴν γῆν ταύτην, δηλώσει μοι καὶ ταῦτα ὁ λόγος προδιηγησαμένῳ πρότερον ὁποῖα ὑπὸ τοῦ Εὐρυπύλου τὴν ἐπιδημίαν τοῖς ἐνταῦθα ἦν τὰ παρόντα τοῖς ἀνθρώποις. Ἰώνων τοῖς Ἀρόην καὶ Ἄνθειαν καὶ Μεσάτιν οἰκοῦσιν ἦν ἐν κοινῷ τέμενος καὶ ναὸς Ἀρτέμιδος Τρικλαρίας ἐπίκλησιν, καὶ ἑορτὴν οἱ Ἴωνες αὐτῇ καὶ παννυχίδα ἦγον ἀνὰ πᾶν ἔτος. ἱερωσύνην δὲ εἶχε τῆς θεοῦ παρθένος, ἐς ὃ ἀποστέλλεσθαι παρὰ ἄνδρα ἔμελλε. 7.19.2. λέγουσιν οὖν συμβῆναί ποτε ὡς ἱερᾶσθαι μὲν τῆς θεοῦ Κομαιθὼ τὸ εἶδος καλλίστην παρθένον, τυγχάνειν δὲ αὐτῆς ἐρῶντα Μελάνιππον, τά τε ἄλλα τοὺς ἡλικιώτας καὶ ὄψεως εὐπρεπείᾳ μάλιστα ὑπερηρκότα. ὡς δὲ ὁ Μελάνιππος ἐς τὸ ἴσον τοῦ ἔρωτος ὑπηγάγετο τὴν παρθένον, ἐμνᾶτο αὐτὴν παρὰ τοῦ πατρός. ἕπεται δέ πως τῷ γήρᾳ τά τε ἄλλα ὡς τὸ πολὺ ἐναντιοῦσθαι νέοις καὶ οὐχ ἥκιστα ἐς τοὺς ἐρῶντας τὸ ἀνάλγητον, ὅπου καὶ Μελανίππῳ τότε ἐθέλοντι ἐθέλουσαν ἄγεσθαι Κομαιθὼ οὔτε παρὰ τῶν ἑαυτοῦ γονέων οὔτε παρὰ τῶν Κομαιθοῦς ἥμερον ἀπήντησεν οὐδέν. 7.19.3. ἐπέδειξε δὲ ἐπὶ πολλῶν τε δὴ ἄλλων καὶ ἐν τοῖς Μελανίππου παθήμασιν, ὡς μέτεστιν ἔρωτι καὶ ἀνθρώπων συγχέαι νόμιμα καὶ ἀνατρέψαι θεῶν τιμάς, ὅπου καὶ τότε ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ Κομαιθὼ καὶ Μελάνιππος καὶ ἐξέπλησαν τοῦ ἔρωτος τὴν ὁρμήν. καὶ οἱ μὲν ἔμελλον τῷ ἱερῷ καὶ ἐς τὸ ἔπειτα ἴσα καὶ θαλάμῳ χρήσεσθαι· τοὺς δὲ ἀνθρώπους αὐτίκα ἐξ Ἀρτέμιδος μήνιμα ἔφθειρε, τῆς τε γῆς καρπὸν οὐδένα ἀποδιδούσης καὶ νόσοι σφίσιν οὐ κατὰ τὰ εἰωθότα καὶ ἀπʼ αὐτῶν θάνατοι πλείονες ἢ τὰ πρότερα ἐγίνοντο. 7.19.4. καταφυγόντων δὲ αὐτῶν ἐπὶ χρηστήριον τὸ ἐν Δελφοῖς, ἤλεγχεν ἡ Πυθία Μελάνιππον καὶ Κομαιθώ· καὶ ἐκείνους τε αὐτοὺς μάντευμα ἀφίκετο θῦσαι τῇ Ἀρτέμιδι καὶ ἀνὰ πᾶν ἔτος παρθένον καὶ παῖδα οἳ τὸ εἶδος εἶεν κάλλιστοι τῇ θεῷ θύειν. ταύτης μὲν δὴ τῆς θυσίας ἕνεκα ὁ ποταμὸς ὁ πρὸς τῷ ἱερῷ τῆς Τρικλαρίας Ἀμείλιχος ἐκλήθη· 7.19.5. τέως δὲ ὄνομα εἶχεν οὐδέν. παίδων δὲ καὶ παρθένων ὁπόσοι μὲν ἐς τὴν θεὸν οὐδὲν εἰργασμένοι Μελανίππου καὶ Κομαιθοῦς ἕνεκα ἀπώλλυντο, αὐτοί τε οἰκτρότατα καὶ οἱ προσήκοντές σφισιν ἔπασχον, Μελάνιππον δὲ καὶ Κομαιθὼ συμφορᾶς ἐκτὸς γενέσθαι τίθεμαι· μόνον γὰρ δὴ ἀνθρώπῳ ψυχῆς ἐστιν ἀντάξιον κατορθῶσαί τινα ἐρασθέντα. 7.19.6. παύσασθαι δὲ οὕτω λέγονται θύοντες τῇ Ἀρτέμιδι ἀνθρώπους. ἐκέχρητο δὲ αὐτοῖς πρότερον ἔτι ἐκ Δελφῶν ὡς βασιλεὺς ξένος παραγενόμενός σφισιν ἐπὶ τὴν γῆν, ξενικὸν ἅμα ἀγόμενος δαίμονα, τὰ ἐς τὴν θυσίαν τῆς Τρικλαρίας παύσει. Ἰλίου δὲ ἁλούσης καὶ νεμομένων τὰ λάφυρα τῶν Ἑλλήνων, Εὐρύπυλος ὁ Εὐαίμονος λαμβάνει λάρνακα· Διονύσου δὲ ἄγαλμα ἦν ἐν τῇ λάρνακι, ἔργον μὲν ὥς φασιν Ἡφαίστου, δῶρον δὲ ὑπὸ Διὸς ἐδόθη Δαρδάνῳ. 7.19.7. λέγονται δὲ καὶ ἄλλοι λόγοι δύο ἐς αὐτήν, ὡς ὅτε ἔφυγεν Αἰνείας, ἀπολίποι ταύτην τὴν λάρνακα· οἱ δὲ ῥιφῆναί φασιν αὐτὴν ὑπὸ Κασσάνδρας συμφορὰν τῷ εὑρόντι Ἑλλήνων. ἤνοιξε δʼ οὖν ὁ Εὐρύπυλος τὴν λάρνακα καὶ εἶδε τὸ ἄγαλμα καὶ αὐτίκα ἦν ἔκφρων μετὰ τὴν θέαν· τὰ μὲν δὴ πλείονα ἐμαίνετο, ὀλιγάκις δὲ ἐγίνετο ἐν ἑαυτῷ. ἅτε δὲ οὕτω διακείμενος οὐκ ἐς τὴν Θεσσαλίαν τὸν πλοῦν ἐποιεῖτο, ἀλλʼ ἐπί τε Κίρραν καὶ ἐς τὸν ταύτῃ κόλπον· ἀναβὰς δὲ ἐς Δελφοὺς ἐχρᾶτο ὑπὲρ τῆς νόσου. 7.19.8. καὶ αὐτῷ γενέσθαι λέγουσι μάντευμα, ἔνθα ἂν ἐπιτύχῃ θύουσιν ἀνθρώποις θυσίαν ξένην, ἐνταῦθα ἱδρύσασθαί τε τὴν λάρνακα καὶ αὐτὸν οἰκῆσαι. ὁ μὲν δὴ ἄνεμος τὰς ναῦς τοῦ Εὐρυπύλου κατήνεγκεν ἐπὶ τὴν πρὸς τῇ Ἀρόῃ θάλασσαν· ἐκβὰς δὲ ἐς τὴν γῆν καταλαμβάνει παῖδα καὶ παρθένον ἐπὶ τὸν βωμὸν τῆς Τρικλαρίας ἠγμένους. καὶ ὁ μὲν ἔμελλεν οὐ χαλεπῶς συνήσειν τὰ ἐς τὴν θυσίαν· ἀφίκοντο δὲ ἐς μνήμην καὶ οἱ ἐπιχώριοι τοῦ χρησμοῦ, βασιλέα τε ἰδόντες ὃν οὔπω πρότερον ἑωράκεσαν καὶ ἐς τὴν λάρνακα ὑπενόησαν ὡς εἴη τις ἐν αὐτῇ θεός. 7.19.9. καὶ οὕτω τῷ Εὐρυπύλῳ τε ἡ νόσος καὶ τοῖς ἐνταῦθα ἀνθρώποις τὰ ἐς τὴν θυσίαν ἐπαύσθη, τό τε ὄνομα ἐτέθη τὸ νῦν τῷ ποταμῷ Μείλιχος. ἔγραψαν δὲ ἤδη τινὲς οὐ τῷ Θεσσαλῷ συμβάντα Εὐρυπύλῳ τὰ εἰρημένα, ἀλλὰ Εὐρύπυλον Δεξαμενοῦ παῖδα τοῦ ἐν Ὠλένῳ βασιλεύσαντος ἐθέλουσιν ἅμα Ἡρακλεῖ στρατεύσαντα ἐς Ἴλιον λαβεῖν παρὰ τοῦ Ἡρακλέους τὴν λάρνακα· τὰ δὲ ἄλλα κατὰ τὰ αὐτὰ εἰρήκασι καὶ οὗτοι. 7.19.10. ἐγὼ δὲ οὔτε Ἡρακλέα ἀγνοῆσαι τὰ ἐς τὴν λάρνακα εἰ δὴ τοιαῦτα ἦν πείθομαι οὔτε τὰ ἐς αὐτὴν ἐπιστάμενος δοκεῖ μοί ποτε ἂν δοῦναι δῶρον συμμαχήσαντι ἀνδρί· οὔτε μὴν οἱ Πατρεῖς ἄλλον τινὰ ἢ τὸν Εὐαίμονος ἔχουσιν Εὐρύπυλον ἐν μνήμῃ, καί οἱ καὶ ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος, ἐπειδὰν τῷ Διονύσῳ τὴν ἑορτὴν ἄγωσι. 7.20.9. τούτου δὲ τοῦ τεμένους ἐστὶ καὶ ἄλλα τοῖς Πατρεῦσιν ἱερά· πεποίηται δὲ ταῦτα οὐκ ἐν ὑπαίθρῳ, ἀλλὰ ἔσοδος ἐς αὐτὰ διὰ τῶν στοῶν ἐστι. τὸ μὲν δὴ ἄγαλμα τοῦ Ἀσκληπιοῦ, πλὴν ἐσθῆτος, λίθου τὰ ἄλλα· Ἀθηνᾶ δὲ ἐλέφαντος εἴργασται καὶ χρυσοῦ. πρὸ δὲ τῆς Ἀθηνᾶς τοῦ ἱεροῦ Πρευγένους μνῆμά ἐστιν· ἐναγίζουσι δὲ καὶ τῷ Πρευγένει κατὰ ἔτος, ὡσαύτω; δὲ καὶ Πατρεῖ, τὴν ἑορτὴν τῇ Λιμνάτιδι ἄγοντες. τοῦ θεάτρου δὲ οὐ πόρρω Νεμέσεως ναὸς καὶ ἕτερός ἐστιν Ἀφροδίτης· μεγέθει μεγάλα λίθου λευκοῦ τὰ ἀγάλματα.''. None | 7.19.1. Between the temple of Laphria and the altar stands the tomb of Eurypylus. Who he was and for what reason he came to this land I shall set forth presently; but I must first describe what the condition of affairs was at his arrival. The Ionians who lived in Aroe, Antheia and Mesatis had in common a precinct and a temple of Artemis surnamed Triclaria, and in her honor the Ionians used to celebrate every year a festival and an all-night vigil. The priesthood of the goddess was held by a maiden until the time came for her to be sent to a husband.' "7.19.2. Now the story is that once upon a time it happened that the priestess of the goddess was Comaetho, a most beautiful maiden, who had a lover called Melanippus, who was far better and handsomer than his fellows. When Melanippus had won the love of the maiden, he asked the father for his daughter's hand. It is somehow a characteristic of old age to oppose the young in most things, and especially is it insensible to the desires of lovers. So Melanippus found it; although both he and Comaetho were eager to wed, he met with nothing but harshness from both his own parents and from those of his lover." '7.19.3. The history of Melanippus, like that of many others, proved that love is apt both to break the laws of men and to desecrate the worship of the gods, seeing that this pair had their fill of the passion of love in the sanctuary of Artemis. And hereafter also were they to use the sanctuary as a bridal-chamber. Forthwith the wrath of Artemis began to destroy the inhabitants; the earth yielded no harvest, and strange diseases occurred of an unusually fatal character. 7.19.4. When they appealed to the oracle at Delphi the Pythian priestess accused Melanippus and Comaetho. The oracle ordered that they themselves should be sacrificed to Artemis, and that every year a sacrifice should be made to the goddess of the fairest youth and the fairest maiden. Because of this sacrifice the river flowing by the sanctuary of Triclaria was called Ameilichus ( relentless). Previously the river had no name.' "7.19.5. The innocent youths and maidens who perished because of Melanippus and Comaetho suffered a piteous fate, as did also their relatives; but the pair, I hold, were exempt from suffering, for the one thing With the reading of the MSS.: “for to man only is it worth one's life to be successful in love.” that is worth a man's life is to be successful in love." '7.19.6. The sacrifice to Artemis of human beings is said to have ceased in this way. An oracle had been given from Delphi to the Patraeans even before this, to the effect that a strange king would come to the land, bringing with him a strange divinity, and this king would put an end to the sacrifice to Triclaria. When Troy was captured, and the Greeks divided the spoils, Eurypylus the son of Euaemon got a chest. In it was an image of Dionysus, the work, so they say, of Hephaestus, and given as a gift by Zeus to Dardanus. 7.19.7. But there are two other accounts of it. One is that this chest was left by Aeneas when he fled; the other that it was thrown away by Cassandra to be a curse to the Greek who found it. Be this as it may, Eurypylus opened the chest, saw the image, and forthwith on seeing it went mad. He continued to be insane for the greater part of the time, with rare lucid intervals. Being in this condition he did not proceed on his voyage to Thessaly, but made for the town and gulf of Cirrha. Going up to Delphi he inquired of the oracle about his illness. 7.19.8. They say that the oracle given him was to the effect that where he should come across a people offering a strange sacrifice, there he was to set down the chest and make his home. Now the ships of Eurypylus were carried down by the wind to the sea off Aroe. On landing he came across a youth and a maiden who had been brought to the altar of Triclaria. So Eurypylus found it easy to understand about the sacrifice, while the people of the place remembered their oracle seeing a king whom they had never seen before, they also suspected that the chest had some god inside it. 7.19.9. And so the malady of Eurypylus and the sacrifice of these people came to an end, and the river was given its present name Meilichus. Certain writers have said that the events I have related happened not to the Thessalian Eurypylus, but to Eurypylus the son of Dexamenus who was king in Olenus, holding that this man joined Heracles in his campaign against Troy and received the chest from Heracles. The rest of their story is the same as mine. 7.19.10. But I cannot bring myself to believe that Heracles did not know the facts about the chest, if they were as described, nor, if he were aware of them, do I think that he would ever have given it to an ally as a gift. Further, the people of Patrae have no tradition of a Eurypylus save the son of Euaemon, and to him every year they sacrifice as to a hero, when they celebrate the festival in honor of Dionysus. 7.20.9. Near this precinct the people of Patrae have other sanctuaries. These are not in the open, but there is an entrance to them through the porticoes. The image of Asclepius, save for the drapery, is of stone; Athena is made of ivory and gold. Before the sanctuary of Athena is the tomb of Preugenes. Every year they sacrifice to Preugenes as to a hero, and likewise to Patreus also, when the festival of our Lady is being held. Not far from the theater is a temple of Nemesis, and another of Aphrodite. The images are colossal and of white marble. ''. None |
|