1. Xenophon, Memoirs, 1.4.2, 1.4.4-1.4.18, 4.3.16 (5th cent. BCE - 4th cent. BCE) Tagged with subjects: •epicurus, on charis Found in books: Mikalson (2010) 44, 178 1.4.2. λέξω δὲ πρῶτον ἅ ποτε αὐτοῦ ἤκουσα περὶ τοῦ δαιμονίου διαλεγομένου πρὸς Ἀριστόδημον τὸν μικρὸν ἐπικαλούμενον. καταμαθὼν γὰρ αὐτὸν οὔτε θύοντα τοῖς θεοῖς οὔτε μαντικῇ χρώμενον, ἀλλὰ καὶ τῶν ποιούντων ταῦτα καταγελῶντα, εἰπέ μοι, ἔφη, ὦ Ἀριστόδημε, ἔστιν οὕστινας ἀνθρώπους τεθαύμακας ἐπὶ σοφίᾳ; ἔγωγʼ, ἔφη. 1.4.4. πότερά σοι δοκοῦσιν οἱ ἀπεργαζόμενοι εἴδωλα ἄφρονά τε καὶ ἀκίνητα ἀξιοθαυμαστότεροι εἶναι ἢ οἱ ζῷα ἔμφρονά τε καὶ ἐνεργά; πολὺ νὴ Δία οἱ ζῷα, εἴπερ γε μὴ τύχῃ τινί, ἀλλʼ ὑπὸ γνώμης ταῦτα γίγνεται. τῶν δὲ ἀτεκμάρτως ἐχόντων ὅτου ἕνεκα ἔστι καὶ τῶν φανερῶς ἐπʼ ὠφελείᾳ ὄντων πότερα τύχης καὶ πότερα γνώμης ἔργα κρίνεις; πρέπει μὲν τὰ ἐπʼ ὠφελείᾳ γιγνόμενα γνώμης εἶναι ἔργα. 1.4.5. οὐκοῦν δοκεῖ σοι ὁ ἐξ ἀρχῆς ποιῶν ἀνθρώπους ἐπʼ ὠφελείᾳ προσθεῖναι αὐτοῖς διʼ ὧν αἰσθάνονται ἕκαστα, ὀφθαλμοὺς μὲν ὥσθʼ ὁρᾶν τὰ ὁρατά, ὦτα δὲ ὥστʼ ἀκούειν τὰ ἀκουστά; ὀσμῶν γε μήν, εἰ μὴ ῥῖνες προσετέθησαν, τί ἂν ἡμῖν ὄφελος ἦν; τίς δʼ ἂν αἴσθησις ἦν γλυκέων καὶ δριμέων καὶ πάντων τῶν διὰ στόματος ἡδέων, εἰ μὴ γλῶττα τούτων γνώμων ἐνειργάσθη; 1.4.6. πρὸς δὲ τούτοις οὐ δοκεῖ σοι καὶ τάδε προνοίας ἔργοις ἐοικέναι, τὸ ἐπεὶ ἀσθενὴς μέν ἐστιν ἡ ὄψις, βλεφάροις αὐτὴν θυρῶσαι, ἅ, ὅταν μὲν αὐτῇ χρῆσθαί τι δέῃ, ἀναπετάννυται, ἐν δὲ τῷ ὕπνῳ συγκλείεται, ὡς δʼ ἂν μηδὲ ἄνεμοι βλάπτωσιν, ἡθμὸν βλεφαρίδας ἐμφῦσαι, ὀφρύσι τε ἀπογεισῶσαι τὰ ὑπὲρ τῶν ὀμμάτων, ὡς μηδʼ ὁ ἐκ τῆς κεφαλῆς ἱδρὼς κακουργῇ· τὸ δὲ τὴν ἀκοὴν δέχεσθαι μὲν πάσας φωνάς, ἐμπίμπλασθαι δὲ μήποτε· καὶ τοὺς μὲν πρόσθεν ὀδόντας πᾶσι ζῴοις οἵους τέμνειν εἶναι, τοὺς δὲ γομφίους οἵους παρὰ τούτων δεξαμένους λεαίνειν· καὶ στόμα μέν, διʼ οὗ ὧν ἐπιθυμεῖ τὰ ζῷα εἰσπέμπεται, πλησίον ὀφθαλμῶν καὶ ῥινῶν καταθεῖναι· ἐπεὶ δὲ τὰ ἀποχωροῦντα δυσχερῆ, ἀποστρέψαι τοὺς τούτων ὀχετοὺς καὶ ἀπενεγκεῖν ᾗ δυνατὸν προσωτάτω ἀπὸ τῶν αἰσθήσεων· ταῦτα οὕτω προνοητικῶς πεπραγμένα ἀπορεῖς πότερα τύχης ἢ γνώμης ἔργα ἐστίν; 1.4.7. οὐ μὰ τὸν Δίʼ, ἔφη, ἀλλʼ οὕτω γε σκοπουμένῳ πάνυ ἔοικε ταῦτα σοφοῦ τινος δημιουργοῦ καὶ φιλοζῴου τεχνήμασι. τὸ δὲ ἐμφῦσαι μὲν ἔρωτα τῆς τεκνοποιίας, ἐμφῦσαι δὲ ταῖς γειναμέναις ἔρωτα τοῦ ἐκτρέφειν, τοῖς δὲ τραφεῖσι μέγιστον μὲν πόθον τοῦ ζῆν, μέγιστον δὲ φόβον τοῦ θανάτου; ἀμέλει καὶ ταῦτα ἔοικε μηχανήμασί τινος ζῷα εἶναι βουλευσαμένου. 1.4.8. σὺ δὲ σαυτῷ δοκεῖς τι φρόνιμον ἔχειν; ἐρώτα γοῦν καὶ ἀποκρινοῦμαι. ἄλλοθι δὲ οὐδαμοῦ οὐδὲν οἴει φρόνιμον εἶναι; καὶ ταῦτʼ εἰδὼς ὅτι γῆς τε μικρὸν μέρος ἐν τῷ σώματι πολλῆς οὔσης ἔχεις καὶ ὑγροῦ βραχὺ πολλοῦ ὄντος καὶ τῶν ἄλλων δήπου μεγάλων ὄντων ἑκάστου μικρὸν μέρος λαβόντι τὸ σῶμα συνήρμοσταί σοι· νοῦν δὲ μόνον ἄρα οὐδαμοῦ ὄντα σε εὐτυχῶς πως δοκεῖς συναρπάσαι, καὶ τάδε τὰ ὑπερμεγέθη καὶ πλῆθος ἄπειρα διʼ ἀφροσύνην τινά, ὡς οἴει, εὐτάκτως ἔχειν; 1.4.9. μὰ Δίʼ οὐ γὰρ ὁρῶ τοὺς κυρίους, ὥσπερ τῶν ἐνθάδε γιγνομένων τοὺς δημιουργούς. οὐδὲ γὰρ τὴν σαυτοῦ σύγε ψυχὴν ὁρᾷς, ἣ τοῦ σώματος κυρία ἐστίν· ὥστε κατά γε τοῦτο ἔξεστί σοι λέγειν, ὅτι οὐδὲν γνώμῃ, ἀλλὰ τύχῃ πάντα πράττεις. 1.4.10. καὶ ὁ Ἀριστόδημος, οὔτοι, ἔφη, ἐγώ, ὦ Σώκρατες, ὑπερορῶ τὸ δαιμόνιον, ἀλλʼ ἐκεῖνο μεγαλοπρεπέστερον ἡγοῦμαι ἢ ὡς τῆς ἐμῆς θεραπείας προσδεῖσθαι. οὐκοῦν, ἔφη, ὅσῳ μεγαλοπρεπέστερον ὂν ἀξιοῖ σε θεραπεύειν, τοσούτῳ μᾶλλον τιμητέον αὐτό. 1.4.11. εὖ ἴσθι, ἔφη, ὅτι, εἰ νομίζοιμι θεοὺς ἀνθρώπων τι φροντίζειν, οὐκ ἂν ἀμελοίην αὐτῶν. ἔπειτʼ οὐκ οἴει φροντίζειν; οἳ πρῶτον μὲν μόνον τῶν ζῴων ἄνθρωπον ὀρθὸν ἀνέστησαν· ἡ δὲ ὀρθότης καὶ προορᾶν πλέον ποιεῖ δύνασθαι καὶ τὰ ὕπερθεν μᾶλλον θεᾶσθαι καὶ ἧττον κακοπαθεῖν καὶ ὄψιν καὶ ἀκοὴν καὶ στόμα ἐνεποίησαν· ἔπειτα τοῖς μὲν ἄλλοις ἑρπετοῖς πόδας ἔδωκαν, οἳ τὸ πορεύεσθαι μόνον παρέχουσιν, ἀνθρώπῳ δὲ καὶ χεῖρας προσέθεσαν, αἳ τὰ πλεῖστα οἷς εὐδαιμονέστεροι ἐκείνων ἐσμὲν ἐξεργάζονται. 1.4.12. καὶ μὴν γλῶττάν γε πάντων τῶν ζῴων ἐχόντων, μόνην τὴν τῶν ἀνθρώπων ἐποίησαν οἵαν ἄλλοτε ἀλλαχῇ ψαύουσαν τοῦ στόματος ἀρθροῦν τε τὴν φωνὴν καὶ σημαίνειν πάντα ἀλλήλοις ἃ βουλόμεθα. τὸ δὲ καὶ τὰς τῶν ἀφροδισίων ἡδονὰς τοῖς μὲν ἄλλοις ζῴοις δοῦναι περιγράψαντας τοῦ ἔτους χρόνον, ἡμῖν δὲ συνεχῶς μέχρι γήρως ταῦτα παρέχειν. 1.4.13. οὐ τοίνυν μόνον ἤρκεσε τῷ θεῷ τοῦ σώματος ἐπιμεληθῆναι, ἀλλʼ, ὅπερ μέγιστόν ἐστι, καὶ τὴν ψυχὴν κρατίστην τῷ ἀνθρώπῳ ἐνέφυσε. τίνος γὰρ ἄλλου ζῴου ψυχὴ πρῶτα μὲν θεῶν τῶν τὰ μέγιστα καὶ κάλλιστα συνταξάντων ᾔσθηται ὅτι εἰσί; τί δὲ φῦλον ἄλλο ἢ ἄνθρωποι θεοὺς θεραπεύουσι; ποία δὲ ψυχὴ τῆς ἀνθρωπίνης ἱκανωτέρα προφυλάττεσθαι ἢ λιμὸν ἢ δίψος ἢ ψύχη ἢ θάλπη, ἢ νόσοις ἐπικουρῆσαι, ἢ ῥώμην ἀσκῆσαι, ἢ πρὸς μάθησιν ἐκπονῆσαι, ἢ ὅσα ἂν ἀκούσῃ ἢ ἴδῃ ἢ μάθῃ ἱκανωτέρα ἐστὶ διαμεμνῆσθαι; 1.4.14. οὐ γὰρ πάνυ σοι κατάδηλον ὅτι παρὰ τἆλλα ζῷα ὥσπερ θεοὶ ἄνθρωποι βιοτεύουσι, φύσει καὶ τῷ σώματι καὶ τῇ ψυχῇ κρατιστεύοντες; οὔτε γὰρ βοὸς ἂν ἔχων σῶμα, ἀνθρώπου δὲ γνώμην ἐδύνατʼ ἂν πράττειν ἃ ἐβούλετο, οὔθʼ ὅσα χεῖρας ἔχει, ἄφρονα δʼ ἐστί, πλέον οὐδὲν ἔχει. σὺ δʼ ἀμφοτέρων τῶν πλείστου ἀξίων τετυχηκὼς οὐκ οἴει σοῦ θεοὺς ἐπιμελεῖσθαι; ἀλλʼ ὅταν τί ποιήσωσι, νομιεῖς αὐτοὺς σοῦ φροντίζειν; 1.4.15. ὅταν πέμπωσιν, ὥσπερ σὺ φὴς πέμπειν αὐτούς, συμβούλους ὅ τι χρὴ ποιεῖν καὶ μὴ ποιεῖν. ὅταν δὲ Ἀθηναίοις, ἔφη, πυνθανομένοις τι διὰ μαντικῆς φράζωσιν, οὐ καὶ σοὶ δοκεῖς φράζειν αὐτούς, οὐδʼ ὅταν τοῖς Ἕλλησι τέρατα πέμποντες προσημαίνωσιν, οὐδʼ ὅταν πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνον σὲ ἐξαιροῦντες ἐν ἀμελείᾳ κατατίθενται; 1.4.16. οἴει δʼ ἂν τοὺς θεοὺς τοῖς ἀνθρώποις δόξαν ἐμφῦσαι ὡς ἱκανοί εἰσιν εὖ καὶ κακῶς ποιεῖν, εἰ μὴ δυνατοὶ ἦσαν, καὶ ἀνθρώπους ἐξαπατωμένους τὸν πάντα χρόνον οὐδέποτʼ ἂν αἰσθέσθαι; οὐχ ὁρᾷς ὅτι τὰ πολυχρονιώτατα καὶ σοφώτατα τῶν ἀνθρωπίνων, πόλεις καὶ ἔθνη, θεοσεβέστατά ἐστι, καὶ αἱ φρονιμώταται ἡλικίαι θεῶν ἐπιμελέσταται; 1.4.17. ὠγαθέ, ἔφη, κατάμαθε ὅτι καὶ ὁ σὸς νοῦς ἐνὼν τὸ σὸν σῶμα ὅπως βούλεται μεταχειρίζεται. οἴεσθαι οὖν χρὴ καὶ τὴν ἐν τῷ παντὶ φρόνησιν τὰ πάντα, ὅπως ἂν αὐτῇ ἡδὺ ᾖ, οὕτω τίθεσθαι, καὶ μὴ τὸ σὸν μὲν ὄμμα δύνασθαι ἐπὶ πολλὰ στάδια ἐξικνεῖσθαι, τὸν δὲ τοῦ θεοῦ ὀφθαλμὸν ἀδύνατον εἶναι ἅμα πάντα ὁρᾶν, μηδὲ τὴν σὴν μὲν ψυχὴν καὶ περὶ τῶν ἐνθάδε καὶ περὶ τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Σικελίᾳ δύνασθαι φροντίζειν, τὴν δὲ τοῦ θεοῦ φρόνησιν μὴ ἱκανὴν εἶναι ἅμα πάντων ἐπιμελεῖσθαι. 1.4.18. ἂν μέντοι, ὥσπερ ἀνθρώπους θεραπεύων γιγνώσκεις τοὺς ἀντιθεραπεύειν ἐθέλοντας καὶ χαριζόμενος τοὺς ἀντιχαριζομένους καὶ συμβουλευόμενος καταμανθάνεις τοὺς φρονίμους, οὕτω καὶ τῶν θεῶν πεῖραν λαμβάνῃς θεραπεύων, εἴ τί σοι θελήσουσι περὶ τῶν ἀδήλων ἀνθρώποις συμβουλεύειν, γνώσει τὸ θεῖον ὅτι τοσοῦτον καὶ τοιοῦτόν ἐστιν ὥσθʼ ἅμα πάντα ὁρᾶν καὶ πάντα ἀκούειν καὶ πανταχοῦ παρεῖναι καὶ ἅμα πάντων ἐπιμελεῖσθαι αὐτούς . 4.3.16. ἀλλὰ μὴ τοῦτο ἀθύμει, ἔφη, ὦ Εὐθύδημε· ὁρᾷς γὰρ ὅτι ὁ ἐν Δελφοῖς θεός, ὅταν τις αὐτὸν ἐπερωτᾷ πῶς ἂν τοῖς θεοῖς χαρίζοιτο, ἀποκρίνεται· νόμῳ πόλεως· νόμος δὲ δήπου πανταχοῦ ἐστι κατὰ δύναμιν ἱεροῖς θεοὺς ἀρέσκεσθαι. πῶς οὖν ἄν τις κάλλιον καὶ εὐσεβέστερον τιμῴη θεοὺς ἤ, ὡς αὐτοὶ κελεύουσιν, οὕτω ποιῶν; | 1.4.2. I will first state what I once heard him say about the godhead in conversation with Aristodemus the dwarf, as he was called. On learning that he was not known to sacrifice or pray or use divination, and actually made a mock of those who did so, he said: Tell me, Aristodemus, do you admire any human beings for wisdom? I do, he answered. 1.4.4. Which, think you, deserve the greater admiration, the creators of phantoms without sense and motion, or the creators of living, intelligent, and active beings? Oh, of living beings, by far, provided only they are created by design and not mere chance. Suppose that it is impossible to guess the purpose of one creature’s existence, and obvious that another’s serves a useful end, which, in your judgment, is the work of chance, and which of design? Presumably the creature that serves some useful end is the work of design. 1.4.5. Do you not think then that he who created man from the beginning had some useful end in view when he endowed him with his several senses, giving eyes to see visible objects, ears to hear sounds? Would odours again be of any use to us had we not been endowed with nostrils? What perception should we have of sweet and bitter and all things pleasant to the palate had we no tongue in our mouth to discriminate between them? 1.4.6. Besides these, are there not other contrivances that look like the results of forethought? Thus the eyeballs, being weak, are set behind eyelids, that open like doors when we want to see, and close when we sleep: on the lids grow lashes through which the very winds filter harmlessly: above the eyes is a coping of brows that lets no drop of sweat from the head hurt them. The ears catch all sounds, but are never choked with them. Again, the incisors of all creatures are adapted for cutting, the molars for receiving food from them and grinding it. And again, the mouth, through which the food they want goes in, is set near the eyes and nostrils; but since what goes out is unpleasant, the ducts through which it passes are turned away and removed as far as possible from the organs of sense. With such signs of forethought in these arrangements, can you doubt whether they are the works of chance or design? No, of course not. 1.4.7. When I regard them in this light they do look very like the handiwork of a wise and loving creator. What of the natural desire to beget children, the mother’s desire to rear her babe, the child’s strong will to live and strong fear of death? Undoubtedly these, too, look like the contrivances of one who deliberately willed the existence of living creatures. 1.4.8. Do you think you have any wisdom yourself? Oh! Ask me a question and judge from my answer. And do you suppose that wisdom is nowhere else to be found, although you know that you have a mere speck of all the earth in your body and a mere drop of all the water, and that of all the other mighty elements you received, I suppose, just a scrap towards the fashioning of your body? But as for mind, which alone, it seems, is without mass, do you think that you snapped it up by a lucky accident, and that the orderly ranks of all these huge masses, infinite in number, are due, forsooth, to a sort of absurdity? 1.4.9. Yes; for I don’t see the master hand, whereas I see the makers of things in this world. Neither do you see your own soul, Cyropaedia VIII. Vii. 17. which has the mastery of the body; so that, as far as that goes, you may say that you do nothing by design, but everything by chance. Here Aristodemus exclaimed: 1.4.10. Really, Socrates , I don’t despise the godhead. But I think it is too great to need my service. Then the greater the power that deigns to serve you, the more honour it demands of you. 1.4.11. I assure you, that if I believed that the gods pay any heed to man, I would not neglect them. Then do you think them unheeding? In the first place, man is the only living creature that they have caused to stand upright; and the upright position gives him a wider range of vision in front and a better view of things above, and exposes him less to injury. Secondly, to grovelling creatures they have given feet that afford only the power of moving, whereas they have endowed man with hands, which are the instruments to which we chiefly owe our greater happiness. 1.4.12. Again, though all creatures have a tongue, the tongue of man alone has been formed by them to be capable of contact with different parts of the mouth, so as to enable us to articulate the voice and express all our wants to one another. Once more, for all other creatures they have prescribed a fixed season of sexual indulgence; in our case the only time limit they have set is old age. 1.4.13. Nor was the deity content to care for man’s body. What is of yet higher moment, he has implanted in him the noblest type of soul. For in the first place what other creature’s soul has apprehended the existence of gods who set in order the universe, greatest and fairest of things? And what race of living things other than man worships gods? And what soul is more apt than man’s to make provision against hunger and thirst, cold and heat, to relieve sickness and promote health, to acquire knowledge by toil, and to remember accurately all that is heard, seen, or learned? 1.4.14. For is it not obvious to you that, in comparison with the other animals, men live like gods, by nature peerless both in body and in soul? For with a man’s reason and the body of an ox we could not carry out our wishes, and the possession of hands without reason is of little worth. Do you, then, having received the two most precious gifts, yet think that the gods take no care of you? What are they to do, to make you believe that they are heedful of you? 1.4.15. I will believe when they send counsellors, as you declare they do, saying, Do this, avoid that. But when the Athenians inquire of them by divination and they reply, do you not suppose that to you, too, the answer is given? Or when they send portents for warning to the Greeks, or to all the world? Are you their one exception, the only one consigned to neglect? 1.4.16. Or do you suppose that the gods would have put into man a belief in their ability to help and harm, if they had not that power; and that man throughout the ages would never have detected the fraud? Do you not see that the wisest and most enduring of human institutions, cities and nations, are most god-fearing, and that the most thoughtful period of life is the most religious? 1.4.17. Be well assured, my good friend, that the mind within you directs your body according to its will; and equally you must think that Thought indwelling in the Universal disposes all things according to its pleasure. For think not that your eye can travel over many furlongs and yet god’s eye cannot see the the whole world at once; that your soul can ponder on things in Egypt and in Sicily , and god’s thought is not sufficient to pay heed to the whole world at once. 1.4.18. Nay, but just as by serving men you find out who is willing to serve you in return, by being kind who will be kind to you in return, and by taking counsel, discover the masters of thought, so try the gods by serving them, and see whether they will vouchsafe to counsel you in matters hidden from man. Then you will know that such is the greatness and such the nature of the deity that he sees all things Cyropaedia VIII. vii. 22. and hears all things alike, and is present in all places and heedful of all things. 4.3.16. Nay, be not down-hearted, Euthydemus; for you know that to the inquiry, How am I to please the gods? the Delphic god replies, Follow the custom of the state ; and everywhere, I suppose, it is the custom that men propitiate the gods with sacrifices according to their power. How then can a man honour the gods more excellently and more devoutly than by doing as they themselves ordain? |
|