1. Septuagint, Daniel, 7.13-7.14 (th cent. BCE - 2nd cent. BCE) Tagged with subjects: •dunn, james d. g. Found in books: Dürr (2022) 187 |
2. Septuagint, Daniel (Theodotionis Versio), 7.13-7.14 (th cent. BCE - 2nd cent. BCE) Tagged with subjects: •dunn, james d. g. Found in books: Dürr (2022) 187 |
3. Septuagint, Genesis, 1.26-1.28 (th cent. BCE - 2nd cent. BCE) Tagged with subjects: •dunn, james d. g. Found in books: Dürr (2022) 186, 187 |
4. Septuagint, Psalms, 8.6-8.9 (th cent. BCE - 2nd cent. BCE) Tagged with subjects: •dunn, james d. g. Found in books: Dürr (2022) 186, 187 |
5. Hebrew Bible, Jeremiah, a b c d\n0 9 9 9 None\n1 [ [ [ None\n2 None\n3 4 4 4 None\n4 - None\n5 ] ] ] None\n6 31.34 31.34 31 34 \n7 31.33 31.33 31 33 \n8 31.32 31.32 31 32 \n9 31.31 31.31 31 31 \n10 1 1 1 None\n11 . . \n12 8 8 8 None\n13 3 3 3 None (8th cent. BCE - 5th cent. BCE) Tagged with subjects: •nan Found in books: Klawans (2019) 124 |
6. Epictetus, Discourses, 1.6, 1.6.40-1.6.42, 1.16 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Dürr (2022) 187, 248 |
7. New Testament, Mark, 1.23-1.34, 1.40-1.45, 2.21-2.22, 11.15-11.17, 13.1-13.37 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 124, 147 1.23. καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν 1.24. λέγων Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. 1.25. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς [λέγων] Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. 1.26. καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ φωνῆσαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. καὶ ἐθαμβήθησαν ἅπαντες, 1.27. ὥστε συνζητεῖν αὐτοὺς λέγοντας Τί ἐστιν τοῦτο; διδαχὴ καινή· κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. 1.28. Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην την περίχωρον τῆς Γαλιλαίας. 1.29. Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθαν εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάνου. 1.30. ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός· 1.31. καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς. 1.32. Ὀψίας δὲ γενομένης, ὅτε ἔδυσεν ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· 1.33. καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 1.34. καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν [Χριστὸν εἶναι]. 1.40. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν [καὶ γονυπετῶν] λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 1.41. καὶ σπλαγχνισθεὶς ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ Θέλω, καθαρίσθητι· 1.42. καὶ εὐθὺς ἀπῆλθεν ἀπʼ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθερίσθη. 1.43. καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτόν, 1.44. καὶ λέγει αὐτῷ Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωυσῆς εἰς μαρτύριον αὐτοῖς. 1.45. ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ἐπʼ ἐρήμοις τόποις [ἦν]· καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν. 2.21. οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπʼ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 2.22. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί· [ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς.] 11.15. Καὶ ἔρχονται εἰς Ἰεροσόλυμα. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν 11.16. καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, 11.17. καὶ ἐδίδασκεν καὶ ἔλεγεν Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. 13.1. Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 13.2. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ . 13.3. Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάνης καὶ Ἀνδρέας 13.4. Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα. 13.5. ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 13.6. πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 13.7. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος. 13.8. ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα. 13.9. βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. 13.10. καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον. 13.11. καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 13.12. καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 13.13. καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 13.14. Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 13.15. ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ, 13.16. καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 13.17. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 13.18. προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος· 13.19. ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 13.20. καὶ εἰ μὴ ἐκολόβωσεν Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. 13.21. Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ Ἴδε ὧδε ὁ χριστός Ἴδε ἐκεῖ, μὴ πιστεύετε· 13.22. ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾷν εἰ δυνατὸν τοὺς ἐκλεκτούς· 13.23. ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα. 13.24. Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλίψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 13.25. καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 13.26. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· 13.27. καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς [αὐτοῦ] ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. 13.28. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 13.29. οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 13.30. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται. 13.31. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ παρελεύσονται. 13.32. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 13.33. βλέπετε ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός [ἐστιν]· 13.34. ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 13.35. γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωί, 13.36. μὴ ἐλθὼν ἐξέφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 13.37. ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω, γρηγορεῖτε. | 1.23. Immediately there was in their synagogue a man with an unclean spirit, and he cried out, 1.24. saying, "Ha! What do we have to do with you, Jesus, you Nazarene? Have you come to destroy us? I know you who you are: the Holy One of God!" 1.25. Jesus rebuked him, saying, "Be quiet, and come out of him!" 1.26. The unclean spirit, convulsing him and crying with a loud voice, came out of him. 1.27. They were all amazed, so that they questioned among themselves, saying, "What is this? A new teaching? For with authority he commands even the unclean spirits, and they obey him!" 1.28. The report of him went out immediately everywhere into all the region of Galilee and its surrounding area. 1.29. Immediately, when they had come out of the synagogue, they came into the house of Simon and Andrew, with James and John. 1.30. Now Simon's wife's mother lay sick with a fever, and immediately they told him about her. 1.31. He came and took her by the hand, and raised her up. The fever left her, and she served them. 1.32. At evening, when the sun had set, they brought to him all who were sick, and those who were possessed by demons. 1.33. All the city was gathered together at the door. 1.34. He healed many who were sick with various diseases, and cast out many demons. He didn't allow the demons to speak, because they knew him. 1.40. There came to him a leper, begging him, kneeling down to him, and saying to him, "If you want to, you can make me clean." 1.41. Being moved with compassion, he stretched out his hand, and touched him, and said to him, "I want to. Be made clean." 1.42. When he had said this, immediately the leprosy departed from him, and he was made clean. 1.43. He strictly warned him, and immediately sent him out, 1.44. and said to him, "See you say nothing to anybody, but go show yourself to the priest, and offer for your cleansing the things which Moses commanded, for a testimony to them." 1.45. But he went out, and began to proclaim it much, and to spread about the matter, so that Jesus could no more openly enter into a city, but was outside in desert places: and they came to him from everywhere. 2.21. No one sews a piece of unshrunk cloth on an old garment, or else the patch shrinks and the new tears away from the old, and a worse hole is made. 2.22. No one puts new wine into old wineskins, or else the new wine will burst the skins, and the wine pours out, and the skins will be destroyed; but they put new wine into fresh wineskins." 11.15. They came to Jerusalem, and Jesus entered into the temple, and began to throw out those who sold and those who bought in the temple, and overthrew the tables of the money-changers, and the seats of those who sold the doves. 11.16. He would not allow anyone to carry a container through the temple. 11.17. He taught, saying to them, "Isn't it written, 'My house will be called a house of prayer for all the nations?' But you have made it a den of robbers!" 13.1. As he went out out of the temple, one of his disciples said to him, "Teacher, see what kind of stones and what kind of buildings!" 13.2. Jesus said to him, "Do you see these great buildings? There will not be left here one stone on another, which will not be thrown down." 13.3. As he sat on the Mount of Olives opposite the temple, Peter, James, John, and Andrew asked him privately, 13.4. "Tell us, when will these things be? What is the sign that these things are all about to be fulfilled?" 13.5. Jesus, answering, began to tell them, "Be careful that no one leads you astray. 13.6. For many will come in my name, saying, 'I am he!' and will lead many astray. 13.7. "When you hear of wars and rumors of wars, don't be troubled. For those must happen, but the end is not yet. 13.8. For nation will rise against nation, and kingdom against kingdom. There will be earthquakes in various places. There will be famines and troubles. These things are the beginning of birth pains. 13.9. But watch yourselves, for they will deliver you up to councils. You will be beaten in synagogues. You will stand before rulers and kings for my sake, for a testimony to them. 13.10. The gospel must first be preached to all the nations. 13.11. When they lead you away and deliver you up, don't be anxious beforehand, or premeditate what you will say, but say whatever will be given you in that hour. For it is not you who speak, but the Holy Spirit. 13.12. "Brother will deliver up brother to death, and the father his child. Children will rise up against parents, and cause them to be put to death. 13.13. You will be hated by all men for my name's sake, but he who endures to the end, the same will be saved. 13.14. But when you see the abomination of desolation, spoken of by Daniel the prophet, standing where it ought not (let the reader understand), then let those who are in Judea flee to the mountains, 13.15. and let him who is on the housetop not go down, nor enter in, to take anything out of his house. 13.16. Let him who is in the field not return back to take his cloak. 13.17. But woe to those who are with child and to those who nurse babies in those days! 13.18. Pray that your flight won't be in the winter. 13.19. For in those days there will be oppression, such as there has not been the like from the beginning of the creation which God created until now, and never will be. 13.20. Unless the Lord had shortened the days, no flesh would have been saved; but for the elect's sake, whom he chose, he shortened the days. 13.21. Then if anyone tells you, 'Look, here is the Christ!' or, 'Look, there!' don't believe it. 13.22. For there will arise false christs and false prophets, and will show signs and wonders, that they may lead astray, if possible, even the chosen ones. 13.23. But you watch. "Behold, I have told you all things beforehand. 13.24. But in those days, after that oppression, the sun will be darkened, the moon will not give its light, 13.25. the stars will be falling from the sky, and the powers that are in the heavens will be shaken. 13.26. Then they will see the Son of Man coming in clouds with great power and glory. 13.27. Then he will send out his angels, and will gather together his elect from the four winds, from the ends of the earth to the ends of the sky. 13.28. "Now from the fig tree, learn this parable. When the branch has now become tender, and puts forth its leaves, you know that the summer is near; 13.29. even so you also, when you see these things coming to pass, know that it is near, at the doors. 13.30. Most assuredly I say to you, this generation will not pass away until all these things happen. 13.31. Heaven and earth will pass away, but my words will not pass away. 13.32. But of that day or that hour no one knows, not even the angels in heaven, nor the Son, but only the Father. 13.33. Watch, keep alert, and pray; for you don't know when the time is. 13.34. "It is like a man, traveling to another country, having left his house, and given authority to his servants, and to each one his work, and also commanded the doorkeeper to keep watch. 13.35. Watch therefore, for you don't know when the lord of the house is coming, whether at evening, or at midnight, or when the rooster crows, or in the morning; 13.36. lest coming suddenly he might find you sleeping. 13.37. What I tell you, I tell all: Watch." |
|
8. New Testament, Luke, 4.25-4.27, 4.33-4.41, 5.12-5.16, 5.36-5.39, 19.45-19.46, 21.5-21.38, 22.17-22.20 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 124, 147 4.25. ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλείου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, 4.26. καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλείας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. 4.27. καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος. 4.33. καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ 4.34. Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; 4.35. οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων Φιμώθητι καὶ ἔξελθε ἀπʼ αὐτοῦ. καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπʼ αὐτοῦ μηδὲν βλάψαν αὐτόν. 4.36. καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες Τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, 4.37. καὶ ἐξέρχονται; Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου. 4.38. Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς. 4.39. καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς. 4.40. Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς. 4.41. ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντα καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ· καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι. 5.12. Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ἰδὼν δὲ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 5.13. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπʼ αὐτοῦ. 5.14. καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωυσῆς εἰς μαρτύριον αὐτοῖς. 5.15. διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· 5.16. αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος. 5.36. Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν σχίσει καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ. 5.37. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· 5.38. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον. 5.39. [Οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ Ὁ παλαιὸς χρηστός ἐστιν.] 19.45. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας, 19.46. λέγων αὐτοῖς Γέγραπται Καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 21.5. Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, 21.6. εἶπεν Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ ὧδε ὃς οὐ καταλυθήσεται. 21.7. ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; 21.8. ὁ δὲ εἶπεν Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες Ἐγώ εἰμι καί Ὁ καιρὸς ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν. 21.9. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος. 21.10. Τότε ἔλεγεν αὐτοῖς Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 21.11. σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λοιμοὶ καὶ λιμοὶ ἔσονται, φόβηθρά τε καὶ ἀπʼ οὐρανοῦ σημεῖα μεγάλα ἔσται. 21.12. πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 21.13. ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. 21.14. θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι, 21.15. ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. 21.16. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 21.17. καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 21.18. καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 21.19. ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν. 21.20. Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. 21.21. τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, 21.22. ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. 21.23. οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ, 21.24. καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν [καὶ ἔσονται] καιροὶ ἐθνῶν. 21.25. καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἠχοῦς θαλάσσης καὶ σάλου, 21.26. ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 21.27. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. 21.28. Ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι. ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. 21.29. Καὶ εἶπεν παραβολὴν αὐτοῖς Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· 21.30. ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· 21.31. οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. 21.32. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως [ἂν] πάντα γένηται. 21.33. ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται. 21.34. Προσέχετε δὲ ἑαυτοῖς μή ποτε βαρηθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κρεπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφʼ ὑμᾶς ἐφνίδιος ἡ ἡμέρα ἐκείνη ὡς παγίς· 21.35. ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. 21.36. ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 21.37. Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· 21.38. καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ. 22.17. καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν Λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς· 22.18. λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. 22.19. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων Τοῦτό ἐστιν τὸ σῶμά μου ⟦τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. 22.20. καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον⟧. | 4.25. But truly I tell you, there were many widows in Israel in the days of Elijah, when the the sky was shut up three years and six months, when a great famine came over all the land. 4.26. Elijah was sent to none of them, except to Zarephath, in the land of Sidon, to a woman who was a widow. 4.27. There were many lepers in Israel in the time of Elisha the prophet, yet not one of them was cleansed, except Naaman, the Syrian." 4.33. In the synagogue there was a man who had a spirit of an unclean demon, and he cried out with a loud voice, 4.34. saying, "Ah! what have we to do with you, Jesus of Nazareth? Have you come to destroy us? I know you who you are: the Holy One of God!" 4.35. Jesus rebuked him, saying, "Be silent, and come out of him!" When the demon had thrown him down in their midst, he came out of him, having done him no harm. 4.36. Amazement came on all, and they spoke together, one with another, saying, "What is this word? For with authority and power he commands the unclean spirits, and they come out!" 4.37. News about him went out into every place of the surrounding region. 4.38. He rose up from the synagogue, and entered into Simon's house. Simon's mother-in-law was afflicted with a great fever, and they begged him for her. 4.39. He stood over her, and rebuked the fever; and it left her. Immediately she rose up and served them. 4.40. When the sun was setting, all those who had any sick with various diseases brought them to him; and he laid his hands on every one of them, and healed them. 4.41. Demons also came out from many, crying out, and saying, "You are the Christ, the Son of God!" Rebuking them, he didn't allow them to speak, because they knew that he was the Christ. 5.12. It happened, while he was in one of the cities, behold, there was a man full of leprosy. When he saw Jesus, he fell on his face, and begged him, saying, "Lord, if you want to, you can make me clean." 5.13. He stretched out his hand, and touched him, saying, "I want to. Be made clean."Immediately the leprosy left him. 5.14. He charged him to "Tell no one, but go your way, and show yourself to the priest, and offer for your cleansing according to what Moses commanded, for a testimony to them." 5.15. But the report concerning him spread much more, and great multitudes came together to hear, and to be healed by him of their infirmities. 5.16. But he withdrew himself into the desert, and prayed. 5.36. He also told a parable to them. "No one puts a piece from a new garment on an old garment, or else he will tear the new, and also the piece from the new will not match the old. 5.37. No one puts new wine into old wineskins, or else the new wine will burst the skins, and it will be spilled, and the skins will be destroyed. 5.38. But new wine must be put into fresh wineskins, and both are preserved. 5.39. No man having drunk old wine immediately desires new, for he says, 'The old is better.'" 19.45. He entered into the temple, and began to drive out those who bought and sold in it, 19.46. saying to them, "It is written, 'My house is a house of prayer,' but you have made it a 'den of robbers'!" 21.5. As some were talking about the temple and how it was decorated with beautiful stones and gifts, he said, 21.6. "As for these things which you see, the days will come, in which there will not be left here one stone on another that will not be thrown down." 21.7. They asked him, "Teacher, so when will these things be? What is the sign that these things are about to happen?" 21.8. He said, "Watch out that you don't get led astray, for many will come in my name, saying, 'I AM,' and, 'The time is at hand.' Therefore don't follow them. 21.9. When you hear of wars and disturbances, don't be terrified, for these things must happen first, but the end won't come immediately." 21.10. Then he said to them, "Nation will rise against nation, and kingdom against kingdom. 21.11. There will be great earthquakes, famines, and plagues in various places. There will be terrors and great signs from heaven. 21.12. But before all these things, they will lay their hands on you and will persecute you, delivering you up to synagogues and prisons, bringing you before kings and governors for my name's sake. 21.13. It will turn out as a testimony for you. 21.14. Settle it therefore in your hearts not to meditate beforehand how to answer, 21.15. for I will give you a mouth and wisdom which all your adversaries will not be able to withstand or to contradict. 21.16. You will be handed over even by parents, brothers, relatives, and friends. Some of you they will cause to be put to death. 21.17. You will be hated by all men for my name's sake. 21.18. Not a hair of your head will perish. 21.19. By your endurance you will win your lives. 21.20. "But when you see Jerusalem surrounded by armies, then know that its desolation is at hand. 21.21. Then let those who are in Judea flee to the mountains. Let those who are in the midst of her depart. Let those who are in the country not enter therein. 21.22. For these are days of vengeance, that all things which are written may be fulfilled. 21.23. Woe to those who are pregt and to those who nurse infants in those days! For there will be great distress in the land, and wrath to this people. 21.24. They will fall by the edge of the sword, and will be led captive into all the nations. Jerusalem will be trampled down by the Gentiles, until the times of the Gentiles are fulfilled. 21.25. There will be signs in the sun, moon, and stars; and on the earth anxiety of nations, in perplexity for the roaring of the sea and the waves; 21.26. men fainting for fear, and for expectation of the things which are coming on the world: for the powers of the heavens will be shaken. 21.27. Then they will see the Son of Man coming in a cloud with power and great glory. 21.28. But when these things begin to happen, look up, and lift up your heads, because your redemption is near." 21.29. He told them a parable. "See the fig tree, and all the trees. 21.30. When they are already budding, you see it and know by your own selves that the summer is already near. 21.31. Even so you also, when you see these things happening, know that the Kingdom of God is near. 21.32. Most assuredly I tell you, this generation will not pass away until all things are accomplished. 21.33. Heaven and earth will pass away, but my words will by no means pass away. 21.34. "So be careful, or your hearts will be loaded down with carousing, drunkenness, and cares of this life, and that day will come on you suddenly. 21.35. For it will come like a snare on all those who dwell on the surface of all the earth. 21.36. Therefore be watchful all the time, asking that you may be counted worthy to escape all these things that will happen, and to stand before the Son of Man." 21.37. Every day Jesus was teaching in the temple, and every night he would go out, and spent the night on the mountain that is called Olivet. 21.38. All the people came early in the morning to him in the temple to hear him. 22.17. He received a cup, and when he had given thanks, he said, "Take this, and share it among yourselves, 22.18. for I tell you, I will not drink at all again from the fruit of the vine, until the Kingdom of God comes." 22.19. He took bread, and when he had given thanks, he broke it, and gave to them, saying, "This is my body which is given for you. Do this in memory of me." 22.20. Likewise, he took the cup after supper, saying, "This cup is the new covet in my blood, which is poured out for you. |
|
9. New Testament, John, 2.14-2.17 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 147 2.14. καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, 2.15. καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέτρεψεν, 2.16. καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 2.17. Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. | 2.14. He found in the temple those who sold oxen, sheep, and doves, and the changers of money sitting. 2.15. He made a whip of cords, and threw all out of the temple, both the sheep and the oxen; and he poured out the changers' money, and overthrew their tables. 2.16. To those who sold the doves, he said, "Take these things out of here! Don't make my Father's house a marketplace!" 2.17. His disciples remembered that it was written, "Zeal for your house will eat me up." |
|
10. New Testament, Romans, 5.12, 5.13, 5.14, 5.15, 5.16, 5.17, 5.18, 5.19, 5.20, 5.21, 9.3, 9.4, 9.5, 12, 12.1, 12.6, 13, 14, 14.1-15.13, 14.19, 14.20, 15, 15.5, 15.6, 15.7 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Klawans (2019) 127 9.3. ηὐχόμην γὰρ ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλεῖται, | 9.3. For I could wish that I myself were accursed from Christ for my brothers' sake, my relatives according to the flesh, |
|
11. New Testament, Hebrews, 9.20 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 124 9.20. λέγων Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο | 9.20. saying, "This is the blood of the covet which God has commanded you." |
|
12. New Testament, Galatians, 3.1-3.19, 4.21-4.26, 6.15 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 126, 127 3.1. Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατʼ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος; 3.2. τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; 3.3. οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; 3.4. τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. 3.5. ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; 3.6. καθὼς Ἀβραὰμἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 3.7. Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ. 3.8. προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτιἘνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. 3.9. ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. 3.10. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. 3.11. ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτιὉ δίκαιος ἐκ πίστεως ζήσεται, 3.12. ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλʼὉ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. 3.13. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπταιἘπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, 3.14. ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Ἰησοῦ Χριστῷ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως. 3.15. Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 3.16. τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαικαὶ τῷ σπέρματιαὐτοῦ· οὐ λέγει Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλʼ ὡς ἐφʼ ἑνόςΚαὶ τῷ σπέρματί σου,ὅς ἐστιν Χριστός. 3.17. τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 3.18. εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται ὁ θεός. 3.19. Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου· 4.21. Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 4.22. γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· 4.23. ἀλλʼ ὁ [μὲν] ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διʼ ἐπαγγελίας. 4.24. ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινά, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ, 4.25. τὸ δὲ Ἅγαρ Σινὰ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συνστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς· 4.26. ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, 6.15. οὔτε γὰρ περιτομή τι ἔστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. | 3.1. Foolish Galatians, who has bewitched you not to obey thetruth, before whose eyes Jesus Christ was openly set forth among you as crucified? 3.2. I just want to learn this from you. Did you receivethe Spirit by the works of the law, or by hearing of faith? 3.3. Areyou so foolish? Having begun in the Spirit, are you now completed inthe flesh? 3.4. Did you suffer so many things in vain, if it is indeedin vain? 3.5. He therefore who supplies the Spirit to you, and worksmiracles among you, does he do it by the works of the law, or byhearing of faith? 3.6. Even as Abraham "believed God, and it wascounted to him for righteousness." 3.7. Know therefore that those whoare of faith, the same are sons of Abraham. 3.8. The Scripture,foreseeing that God would justify the Gentiles by faith, preached thegospel beforehand to Abraham, saying, "In you all the nations will beblessed." 3.9. So then, those who are of faith are blessed with thefaithful Abraham. 3.10. For as many as are of the works of the law areunder a curse. For it is written, "Cursed is everyone who doesn'tcontinue in all things that are written in the book of the law, to dothem." 3.11. Now that no man is justified by the law before God isevident, for, "The righteous will live by faith." 3.12. The law is notof faith, but, "The man who does them will live by them." 3.13. Christ redeemed us from the curse of the law, having become acurse for us. For it is written, "Cursed is everyone who hangs on atree," 3.14. that the blessing of Abraham might come on the Gentilesthrough Christ Jesus; that we might receive the promise of the Spiritthrough faith. 3.15. Brothers, I speak like men. Though it is only aman's covet, yet when it has been confirmed, no one makes it void,or adds to it. 3.16. Now the promises were spoken to Abraham and tohis seed. He doesn't say, "To seeds," as of many, but as of one, "Toyour seed," which is Christ. 3.17. Now I say this. A covetconfirmed beforehand by God in Christ, the law, which came four hundredand thirty years after, does not annul, so as to make the promise of noeffect. 3.18. For if the inheritance is of the law, it is no more ofpromise; but God has granted it to Abraham by promise. 3.19. What then is the law? It was added because of transgressions,until the seed should come to whom the promise has been made. It wasordained through angels by the hand of a mediator. 4.21. Tell me, you that desire to be under the law, don't you listen to thelaw? 4.22. For it is written that Abraham had two sons, one by thehandmaid, and one by the free woman. 4.23. However, the son by thehandmaid was born according to the flesh, but the son by the free womanwas born through promise. 4.24. These things contain an allegory, forthese are two covets. One is from Mount Sinai, bearing children tobondage, which is Hagar. 4.25. For this Hagar is Mount Sinai inArabia, and answers to the Jerusalem that exists now, for she is inbondage with her children. 4.26. But the Jerusalem that is above isfree, which is the mother of us all. 6.15. For in Christ Jesus neitheris circumcision anything, nor uncircumcision, but a new creation. |
|
13. New Testament, Ephesians, 2.12, 2.20, 3.5, 4.11 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 127, 147 2.12. — ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. 2.20. ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, 3.5. ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, 4.11. καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, | 2.12. that you were at that time separate from Christ, alienated from the commonwealth of Israel, and strangers from the covets of the promise, having no hope and without God in the world. 2.20. being built on the foundation of the apostles and prophets, Christ Jesus himself being the chief cornerstone; 3.5. which in other generations was not made known to the sons of men, as it has now been revealed to his holy apostles and prophets in the Spirit; 4.11. He gave some to be apostles; and some, prophets; and some, evangelists; and some, shepherds and teachers; |
|
14. New Testament, 2 Corinthians, 3.6-3.11, 3.14-3.16, 5.17, 12.1-12.10 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 124, 125, 126, 127, 147 3.6. ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. 3.7. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωυσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 3.8. πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 3.9. εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ. 3.10. καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης· 3.11. εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ. 3.14. ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται, 3.15. ἀλλʼ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· 3.16. ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸξ Κύριον, περιαιρεῖται τὸ κάλυμμα. 5.17. ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονεν καινά· 12.1. Καυχᾶσθαι δεῖ· οὐ συμφέρον μέν, ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 12.2. οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, —εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, —ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 12.3. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον,—εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος [οὐκ οἶδα,] ὁ θεὸς οἶδεν, 12.4. —ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 12.5. ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις. 12.6. ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ἐξ ἐμοῦ, 12.7. καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατανᾶ, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι. 12.8. ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ· καὶ εἴρηκέν μοι Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. 12.9. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις, ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ χριστοῦ. 12.10. διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι. | |
|
15. New Testament, Acts, 2.1-2.47, 11.27-11.30, 15.30-15.35, 21.7-21.14 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 147 2.1. Καὶ ἐν τῷ συνπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό, 2.2. καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι, 2.3. καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφʼ ἕνα ἕκαστον αὐτῶν, 2.4. καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. 2.5. Ἦσαν δὲ [ἐν] Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· 2.6. γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν· 2.7. ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχὶ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 2.8. καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; 2.9. Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμεῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 2.10. Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, 2.11. Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ. 2.12. ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες Τί θέλει τοῦτο εἶναι; 2.13. ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. 2.14. Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 2.15. οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας, 2.16. ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ 2.17. 2.18. 2.19. 2.20. 2.21. 2.22. Ἄνδρες Ἰσραηλεῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, 2.23. τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε, 2.24. ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ· 2.25. Δαυεὶδ γὰρ λέγει εἰς αὐτόν 2.26. 2.27. 2.28. 2.29. Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυείδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης· 2.30. προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸςἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, 2.31. προιδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾄδην οὔτε ἡ σὰρξ αὐτοῦεἶδεν διαφθοράν. 2.32. τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμὲν μάρτυρες. 2.33. τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς [καὶ] βλέπετε καὶ ἀκούετε. 2.34. οὐ γὰρ Δαυεὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός 2.35. 2.36. ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. 2.37. Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπάν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους Τί ποιήσωμεν, 2.38. ἄνδρες ἀδελφοί; Πέτρος δὲ πρὸς αὐτούς Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· 2.39. ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος ὁ θεὸς ἡμῶν. 2.40. ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. 2.41. Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 2.42. ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. 2.43. Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλὰ δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 2.44. πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινά, 2.45. καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν· 2.46. καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 2.47. αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σωζομένους καθʼ ἡμέραν ἐπὶ τὸ αὐτό. 11.27. ΕΝ ΤΑΥΤΑΙΣ ΔΕ ΤΑΙΣ ΗΜΕΡΑΙΣ κατῆλθον ἀπὸ Ἰεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 11.28. ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμαινεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐφʼ ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου. 11.29. τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 11.30. ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βᾳρνάβα καὶ Σαύλου. 15.30. Οἱ μὲν οὖν ἀπολυθέντες κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν· 15.31. ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. 15.32. Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν· 15.33. ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετʼ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστείλαντας αὐτούς. 15.34. 15.35. Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου. 21.7. Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρʼ αὐτοῖς. 21.8. τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθαμεν εἰς Καισαρίαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρʼ αὐτῷ. 21.9. τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι. 21.10. Ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος, 21.11. καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστὶν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. 21.12. ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. 21.13. τότε ἀπεκρίθη [ὁ] Παῦλος Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ. 21.14. μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες Τοῦ κυρίου τὸ θέλημα γινέσθω. | 2.1. Now when the day of Pentecost had come, they were all with one accord in one place. 2.2. Suddenly there came from the sky a sound like the rushing of a mighty wind, and it filled all the house where they were sitting. 2.3. Tongues like fire appeared and were distributed to them, and it sat on each one of them. 2.4. They were all filled with the Holy Spirit, and began to speak with other languages, as the Spirit gave them the ability to speak. 2.5. Now there were dwelling at Jerusalem Jews, devout men, from every nation under the sky. 2.6. When this sound was heard, the multitude came together, and were bewildered, because everyone heard them speaking in his own language. 2.7. They were all amazed and marveled, saying to one another, "Behold, aren't all these who speak Galileans? 2.8. How do we hear, everyone in our own native language? 2.9. Parthians, Medes, Elamites, and people from Mesopotamia, Judea, Cappadocia, Pontus, Asia, 2.10. Phrygia, Pamphylia, Egypt, the parts of Libya around Cyrene, visitors from Rome, both Jews and proselytes, 2.11. Cretans and Arabians: we hear them speaking in our languages the mighty works of God!" 2.12. They were all amazed, and were perplexed, saying one to another, "What does this mean?" 2.13. Others, mocking, said, "They are filled with new wine." 2.14. But Peter, standing up with the eleven, lifted up his voice, and spoke out to them, "You men of Judea, and all you who dwell at Jerusalem, let this be known to you, and listen to my words. 2.15. For these aren't drunken, as you suppose, seeing it is only the third hour of the day. 2.16. But this is what has been spoken through the prophet Joel: 2.17. 'It will be in the last days, says God, I will pour out my Spirit on all flesh. Your sons and your daughters will prophesy. Your young men will see visions. Your old men will dream dreams. 2.18. Yes, and on my servants and on my handmaidens in those days, I will pour out my Spirit, and they will prophesy. 2.19. I will show wonders in the the sky above, And signs on the earth beneath; Blood, and fire, and billows of smoke. 2.20. The sun will be turned into darkness, And the moon into blood, Before the great and glorious day of the Lord comes. 2.21. It will be, that whoever will call on the name of the Lord will be saved.' 2.22. "You men of Israel, hear these words. Jesus of Nazareth, a man approved by God to you by mighty works and wonders and signs which God did by him in the midst of you, even as you yourselves know, 2.23. him, being delivered up by the determined counsel and foreknowledge of God, you have taken by the hand of lawless men, crucified and killed; 2.24. whom God raised up, having freed him from the agony of death, because it was not possible that he should be held by it. 2.25. For David says concerning him, 'I saw the Lord always before my face, For he is on my right hand, that I should not be moved. 2.26. Therefore my heart was glad, and my tongue rejoiced. Moreover my flesh also will dwell in hope; 2.27. Because you will not leave my soul in Hades, Neither will you allow your Holy One to see decay. 2.28. You made known to me the ways of life. You will make me full of gladness with your presence.' 2.29. "Brothers, I may tell you freely of the patriarch David, that he both died and was buried, and his tomb is with us to this day. 2.30. Therefore, being a prophet, and knowing that God had sworn with an oath to him that of the fruit of his body, according to the flesh, he would raise up the Christ to sit on his throne, 2.31. he foreseeing this spoke about the resurrection of the Christ, that neither was his soul left in Hades, nor did his flesh see decay. 2.32. This Jesus God raised up, whereof we all are witnesses. 2.33. Being therefore exalted by the right hand of God, and having received from the Father the promise of the Holy Spirit, he has poured out this, which you now see and hear. 2.34. For David didn't ascend into the heavens, but he says himself, 'The Lord said to my Lord, "Sit by my right hand, 2.35. Until I make your enemies the footstool of your feet."' 2.36. "Let all the house of Israel therefore know assuredly that God has made him both Lord and Christ, this Jesus whom you crucified." 2.37. Now when they heard this, they were cut to the heart, and said to Peter and the rest of the apostles, "Brothers, what shall we do?" 2.38. Peter said to them, "Repent, and be baptized, everyone of you, in the name of Jesus Christ for the forgiveness of sins, and you will receive the gift of the Holy Spirit. 2.39. For to you is the promise, and to your children, and to all who are far off, even as many as the Lord our God will call to himself." 2.40. With many other words he testified, and exhorted them, saying, "Save yourselves from this crooked generation!" 2.41. Then those who gladly received his word were baptized. There were added that day about three thousand souls. 2.42. They continued steadfastly in the apostles' teaching and fellowship, in the breaking of bread, and prayer. 2.43. Fear came on every soul, and many wonders and signs were done through the apostles. 2.44. All who believed were together, and had all things common. 2.45. They sold their possessions and goods, and distributed them to all, according as anyone had need. 2.46. Day by day, continuing steadfastly with one accord in the temple, and breaking bread at home, they took their food with gladness and singleness of heart, 2.47. praising God, and having favor with all the people. The Lord added to the assembly day by day those who were being saved. 11.27. Now in these days, prophets came down from Jerusalem to Antioch. 11.28. One of them named Agabus stood up, and indicated by the Spirit that there should be a great famine over all the world, which also happened in the days of Claudius. 11.29. The disciples, as anyone had plenty, each determined to send relief to the brothers who lived in Judea; 11.30. which they also did, sending it to the elders by the hands of Barnabas and Saul. 15.30. So, when they were sent off, they came to Antioch. Having gathered the multitude together, they delivered the letter. 15.31. When they had read it, they rejoiced for the consolation. 15.32. Judas and Silas, also being prophets themselves, encouraged the brothers with many words, and strengthened them. 15.33. After they had spent some time there, they were sent back with greetings from the brothers to the apostles. 15.34. 15.35. But Paul and Barnabas stayed in Antioch, teaching and preaching the word of the Lord, with many others also. 21.7. When we had finished the voyage from Tyre, we arrived at Ptolemais. We greeted the brothers, and stayed with them one day. 21.8. On the next day, we, who were Paul's companions, departed, and came to Caesarea. We entered into the house of Philip the evangelist, who was one of the seven, and stayed with him. 21.9. Now this man had four virgin daughters who prophesied. 21.10. As we stayed there some days, a certain prophet named Agabus came down from Judea. 21.11. Coming to us, and taking Paul's belt, he bound his own feet and hands, and said, "Thus says the Holy Spirit: 'So will the Jews at Jerusalem bind the man who owns this belt, and will deliver him into the hands of the Gentiles.'" 21.12. When we heard these things, both we and they of that place begged him not to go up to Jerusalem. 21.13. Then Paul answered, "What are you doing, weeping and breaking my heart? For I am ready not only to be bound, but also to die at Jerusalem for the name of the Lord Jesus." 21.14. When he would not be persuaded, we ceased, saying, "The Lord's will be done." |
|
16. New Testament, Matthew, 8.1-8.4, 8.14-8.17, 9.16-9.17, 18.19-18.20, 21.12-21.13, 24.1-24.35 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 124, 147 8.1. Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. 8.2. Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 8.3. καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθερίσθη αὐτοῦ ἡ λέπρα. 8.4. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωυσῆς εἰς μαρτύριον αὐτοῖς. 8.14. Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· 8.15. καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη, καὶ διηκόνει αὐτῷ. 8.16. Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· 8.17. ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν. 9.16. οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. 9.17. οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται. 18.19. Πάλιν [ἀμὴν] λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 18.20. οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν. 21.12. Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, 21.13. καὶ λέγει αὐτοῖς Γέγραπται Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν. 24.1. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ· 24.2. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται. 24.3. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος. 24.4. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 24.5. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν. 24.6. μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· Δεῖ γὰρ γενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος. 24.7. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· 24.8. πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 24.9. τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 24.10. καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· 24.11. καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 24.12. καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 24.13. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 24.14. καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος. 24.15. Ὅταν οὖν ἴδητε τὸ Βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 24.16. τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 24.17. ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 24.18. καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ, 24.19. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 24.20. προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ· 24.21. ἔσται γὰρ τότε θλίψις μεγάλη οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται. 24.22. καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 24.23. Τότε ἐάν τις ὑμῖν εἴπῃ Ἰδοὺ ὧδε ὁ χριστός ἤ?̔͂ωδε, μὴ πιστεύσητε· 24.24. ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανᾶσθαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς· 24.25. ἰδοὺ προείρηκα ὑμῖν. 24.26. ἐὰν οὖν εἴπωσιν ὑμῖν Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 24.27. ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 24.28. ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. 24.29. Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. 24.30. καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· 24.31. καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕως [τῶν] ἄκρων αὺτῶν. 24.32. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 24.33. οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 24.34. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως [ἂν] πάντα ταῦτα γένηται. 24.35. ὸ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. | 8.1. When he came down from the mountain, great multitudes followed him. 8.2. Behold, a leper came to him and worshiped him, saying, "Lord, if you want to, you can make me clean." 8.3. Jesus stretched out his hand, and touched him, saying, "I want to. Be made clean." Immediately his leprosy was cleansed. 8.4. Jesus said to him, "See that you tell nobody, but go, show yourself to the priest, and offer the gift that Moses commanded, as a testimony to them." 8.14. When Jesus came into Peter's house, he saw his wife's mother lying sick with a fever. 8.15. He touched her hand, and the fever left her. She got up and served him. 8.16. When evening came, they brought to him many possessed with demons. He cast out the spirits with a word, and healed all who were sick; 8.17. that it might be fulfilled which was spoken through Isaiah the prophet, saying: "He took our infirmities, and bore our diseases." 9.16. No one puts a piece of unshrunk cloth on an old garment; for the patch would tear away from the garment, and a worse hole is made. 9.17. Neither do people put new wine into old wineskins, or else the skins would burst, and the wine be spilled, and the skins ruined. No, they put new wine into fresh wineskins, and both are preserved." 18.19. Again, assuredly I tell you, that if two of you will agree on earth concerning anything that they will ask, it will be done for them by my Father who is in heaven. 18.20. For where two or three are gathered together in my name, there I am in the midst of them." 21.12. Jesus entered into the temple of God, and drove out all of those who sold and bought in the temple, and overthrew the money-changers' tables and the seats of those who sold the doves. 21.13. He said to them, "It is written, 'My house shall be called a house of prayer,' but you have made it a den of robbers!" 24.1. Jesus went out from the temple, and was going on his way. His disciples came to him to show him the buildings of the temple. 24.2. But he answered them, "Don't you see all of these things? Most assuredly I tell you, there will not be left here one stone on another, that will not be thrown down." 24.3. As he sat on the Mount of Olives, the disciples came to him privately, saying, "Tell us, when will these things be? What is the sign of your coming, and of the end of the age?" 24.4. Jesus answered them, "Be careful that no one leads you astray. 24.5. For many will come in my name, saying, 'I am the Christ,' and will lead many astray. 24.6. You will hear of wars and rumors of wars. See that you aren't troubled, for all this must happen, but the end is not yet. 24.7. For nation will rise against nation, and kingdom against kingdom; and there will be famines, plagues, and earthquakes in various places. 24.8. But all these things are the beginning of birth pains. 24.9. Then they will deliver you up to oppression, and will kill you. You will be hated by all of the nations for my name's sake. 24.10. Then many will stumble, and will deliver up one another, and will hate one another. 24.11. Many false prophets will arise, and will lead many astray. 24.12. Because iniquity will be multiplied, the love of many will grow cold. 24.13. But he who endures to the end, the same will be saved. 24.14. This gospel of the kingdom will be preached in the whole world for a testimony to all the nations, and then the end will come. 24.15. "When, therefore, you see the abomination of desolation, which was spoken of through Daniel the prophet, standing in the holy place (let the reader understand), 24.16. then let those who are in Judea flee to the mountains. 24.17. Let him who is on the housetop not go down to take out things that are in his house. 24.18. Let him who is in the field not return back to get his clothes. 24.19. But woe to those who are with child and to nursing mothers in those days! 24.20. Pray that your flight will not be in the winter, nor on a Sabbath, 24.21. for then there will be great oppression, such as has not been from the beginning of the world until now, no, nor ever will be. 24.22. Unless those days had been shortened, no flesh would have been saved. But for the elect's sake, those days will be shortened. 24.23. "Then if any man tells you, 'Behold, here is the Christ,' or, 'There,' don't believe it. 24.24. For there will arise false Christs, and false prophets, and they will show great signs and wonders, so as to lead astray, if possible, even the elect. 24.25. "Behold, I have told you beforehand. 24.26. If therefore they tell you, 'Behold, he is in the wilderness,' don't go out; 'Behold, he is in the inner chambers,' don't believe it. 24.27. For as the lightning comes forth from the east, and is seen even to the west, so will be the coming of the Son of Man. 24.28. For wherever the carcass is, there will the vultures be gathered together. 24.29. But immediately after the oppression of those days, the sun will be darkened, the moon will not give its light, the stars will fall from the sky, and the powers of the heavens will be shaken; 24.30. and then the sign of the Son of Man will appear in the sky. Then all the tribes of the earth will mourn, and they will see the Son of Man coming on the clouds of the sky with power and great glory. 24.31. He will send out his angels with a great sound of a trumpet, and they will gather together his elect from the four winds, from one end of the sky to the other. 24.32. "Now from the fig tree learn this parable. When its branch has now become tender, and puts forth its leaves, you know that the summer is near. 24.33. Even so you also, when you see all these things, know that it is near, even at the doors. 24.34. Most assuredly I tell you, this generation will not pass away, until all these things are accomplished. 24.35. Heaven and earth will pass away, but my words will not pass away. |
|
17. New Testament, 1 Thessalonians, 5.19-5.22 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 147 5.19. τὸ πνεῦμα μὴ σβέννυτε, 5.20. προφητείας μὴ ἐξουθενεῖτε· 5.21. πάντα [δὲ] δοκιμάζετε, τὸ καλὸν κατέχετε, 5.22. ἀπὸ παντὸςεἴδουςπονηροῦ ἀπέχεσθε. | 5.19. Don't quench the Spirit. 5.20. Don't despise prophesies. 5.21. Test all things, and hold firmly that which is good. 5.22. Abstain from every form of evil. |
|
18. New Testament, 1 Corinthians, 11.4-11.5, 12.1-12.11, 12.27-12.31, 14.1-14.40, 15.20-15.28 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Dürr (2022) 187; Klawans (2019) 147 11.4. πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· 11.5. πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς, ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. 12.1. Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. 12.2. Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι. 12.3. διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ΑΝΑΘΕΜΑ ΙΗΣΟΥΣ, καὶ οὐδεὶς δύναται εἰπεῖν ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ εἰ μὴ ἐν πνεύματι ἁγίῳ. 12.4. Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα· 12.5. καὶ διαιρέσεις διακονιῶν εἰσίν, καὶ ὁ αὐτὸς κύριος· 12.6. καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, καὶ ὁ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. 12.7. ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. 12.8. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, 12.9. ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι, 12.10. ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ [δὲ] προφητεία, ἄλλῳ [δὲ] διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνία γλωσσῶν· 12.11. πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. 12.27. ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 12.28. Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν. 12.29. μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 12.30. μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν; 12.31. ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα. 14.1. Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 14.2. ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 14.3. ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 14.4. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· 14.5. ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 14.6. νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 14.7. ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 14.8. καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 14.9. οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 14.10. τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσὶν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον· 14.11. ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 14.12. οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 14.13. Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14.14. ἐὰν [γὰρ] προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 14.15. τί οὖν ἐστίν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ [δὲ] καὶ τῷ νοΐ· 14.16. ἐπεὶ ἐὰν εὐλογῇς [ἐν] πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τό Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 14.17. σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 14.18. εὐχαριστῶ τῷθεῷ, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ· 14.19. ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. 14.20. Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 14.21. ἐν τῷ νόμῳ γέγραπται ὅτιἘν ἑτερογλώσσοις καὶ ἐν Χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼοὕτωςεἰσακούσονταίμου, λέγει Κύριος. 14.22. ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 14.23. Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 14.24. ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 14.25. τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπονπροσκυνήσειτῷ θεῷ, ἀπαγγέλλων ὅτιὌντως ὁ θεὸς ἐν ὑμῖν ἐστίν. 14.26. Τί οὖν ἐστίν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνίαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 14.27. εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 14.28. ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 14.29. προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 14.30. ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 14.31. δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται, 14.32. ?̔καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 14.33. οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης?̓ ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. 14.34. Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. 14.35. εἰ δέ τι μανθάνειν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ. 14.36. Ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, 14.37. ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐντολή· 14.38. εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται. 14.39. ὥστε, ἀδελφοί μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις· 14.40. πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. 15.20. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. 15.21. ἐπειδὴ γὰρ διʼ ἀνθρώπου θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν· 15.22. ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται. 15.23. Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· 15.24. εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν, 15.25. δεῖ γὰρ αὐτὸν βασιλεύεινἄχρι οὗθῇπάνταςτοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδαςαὐτοῦ. 15.26. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, 15.27. πάνταγὰρὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ.ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα. 15.28. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε [καὶ] αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν. | 11.4. Every manpraying or prophesying, having his head covered, dishonors his head. 11.5. But every woman praying or prophesying with her head unveileddishonors her head. For it is one and the same thing as if she wereshaved. 12.1. Now concerning spiritual gifts, brothers, I don't want you tobe ignorant. 12.2. You know that when you were heathen, you were ledaway to those mute idols, however you might be led. 12.3. Therefore Imake known to you that no man speaking by God's Spirit says, "Jesus isaccursed." No one can say, "Jesus is Lord," but by the Holy Spirit. 12.4. Now there are various kinds of gifts, but the same Spirit. 12.5. There are various kinds of service, and the same Lord. 12.6. There are various kinds of workings, but the same God, who works allthings in all. 12.7. But to each one is given the manifestation of theSpirit for the profit of all. 12.8. For to one is given through theSpirit the word of wisdom, and to another the word of knowledge,according to the same Spirit; 12.9. to another faith, by the sameSpirit; and to another gifts of healings, by the same Spirit; 12.10. and to another workings of miracles; and to another prophecy; and toanother discerning of spirits; to another different kinds of languages;and to another the interpretation of languages. 12.11. But the one andthe same Spirit works all of these, distributing to each one separatelyas he desires. 12.27. Now you are the body of Christ, and members individually. 12.28. God has set some in the assembly: first apostles, secondprophets, third teachers, then miracle workers, then gifts of healings,helps, governments, and various kinds of languages. 12.29. Are allapostles? Are all prophets? Are all teachers? Are all miracle workers? 12.30. Do all have gifts of healings? Do all speak with variouslanguages? Do all interpret? 12.31. But earnestly desire the bestgifts. Moreover, I show a most excellent way to you. 14.1. Follow after love, and earnestly desire spiritual gifts, butespecially that you may prophesy. 14.2. For he who speaks in anotherlanguage speaks not to men, but to God; for no one understands; but inthe Spirit he speaks mysteries. 14.3. But he who prophesies speaks tomen for their edification, exhortation, and consolation. 14.4. He whospeaks in another language edifies himself, but he who prophesiesedifies the assembly. 14.5. Now I desire to have you all speak withother languages, but rather that you would prophesy. For he is greaterwho prophesies than he who speaks with other languages, unless heinterprets, that the assembly may be built up. 14.6. But now, brothers, if I come to you speaking with otherlanguages, what would I profit you, unless I speak to you either by wayof revelation, or of knowledge, or of prophesying, or of teaching? 14.7. Even things without life, giving a voice, whether pipe or harp,if they didn't give a distinction in the sounds, how would it be knownwhat is piped or harped? 14.8. For if the trumpet gave an uncertainsound, who would prepare himself for war? 14.9. So also you, unlessyou uttered by the tongue words easy to understand, how would it beknown what is spoken? For you would be speaking into the air. 14.10. There are, it may be, so many kinds of sounds in the world, and none ofthem is without meaning. 14.11. If then I don't know the meaning ofthe sound, I would be to him who speaks a foreigner, and he who speakswould be a foreigner to me. 14.12. So also you, since you are zealousfor spiritual gifts, seek that you may abound to the building up of theassembly. 14.13. Therefore let him who speaks in another language praythat he may interpret. 14.14. For if I pray in another language, myspirit prays, but my understanding is unfruitful. 14.15. What is it then? I will pray with the spirit, and I willpray with the understanding also. I will sing with the spirit, and Iwill sing with the understanding also. 14.16. Otherwise if you blesswith the spirit, how will he who fills the place of the unlearned saythe "Amen" at your giving of thanks, seeing he doesn't know what yousay? 14.17. For you most assuredly give thanks well, but the otherperson is not built up. 14.18. I thank my God, I speak with otherlanguages more than you all. 14.19. However in the assembly I wouldrather speak five words with my understanding, that I might instructothers also, than ten thousand words in another language. 14.20. Brothers, don't be children in thoughts, yet in malice bebabies, but in thoughts be mature. 14.21. In the law it is written,"By men of strange languages and by the lips of strangers I will speakto this people. Not even thus will they hear me, says the Lord." 14.22. Therefore other languages are for a sign, not to those whobelieve, but to the unbelieving; but prophesying is for a sign, not tothe unbelieving, but to those who believe. 14.23. If therefore thewhole assembly is assembled together and all speak with otherlanguages, and unlearned or unbelieving people come in, won't they saythat you are crazy? 14.24. But if all prophesy, and someoneunbelieving or unlearned comes in, he is reproved by all, and he isjudged by all. 14.25. And thus the secrets of his heart are revealed.So he will fall down on his face and worship God, declaring that God isamong you indeed. 14.26. What is it then, brothers? When you come together, each oneof you has a psalm, has a teaching, has a revelation, has anotherlanguage, has an interpretation. Let all things be done to build eachother up. 14.27. If any man speaks in another language, let it be two,or at the most three, and in turn; and let one interpret. 14.28. Butif there is no interpreter, let him keep silent in the assembly, andlet him speak to himself, and to God. 14.29. Let the prophets speak,two or three, and let the others discern. 14.30. But if a revelationis made to another sitting by, let the first keep silent. 14.31. Foryou all can prophesy one by one, that all may learn, and all may beexhorted. 14.32. The spirits of the prophets are subject to theprophets, 14.33. for God is not a God of confusion, but of peace.As in all the assemblies of the saints, 14.34. let your wives keepsilent in the assemblies, for it has not been permitted for them tospeak; but let them be in subjection, as the law also says. 14.35. Ifthey desire to learn anything, let them ask their own husbands at home,for it is shameful for a woman to chatter in the assembly. 14.36. What? Was it from you that the word of God went out? Or did it come toyou alone? 14.37. If any man thinks himself to be a prophet, orspiritual, let him recognize the things which I write to you, that theyare the commandment of the Lord. 14.38. But if anyone is ignorant, lethim be ignorant. 14.39. Therefore, brothers, desire earnestly toprophesy, and don't forbid speaking with other languages. 14.40. Letall things be done decently and in order. 15.20. But now Christ has been raised from the dead. He became thefirst fruits of those who are asleep. 15.21. For since death came byman, the resurrection of the dead also came by man. 15.22. For as inAdam all die, so also in Christ all will be made alive. 15.23. Buteach in his own order: Christ the first fruits, then those who areChrist's, at his coming. 15.24. Then the end comes, when he willdeliver up the Kingdom to God, even the Father; when he will haveabolished all rule and all authority and power. 15.25. For he mustreign until he has put all his enemies under his feet. 15.26. The lastenemy that will be abolished is death. 15.27. For, "He put all thingsin subjection under his feet." But when he says, "All things are put insubjection," it is evident that he is excepted who subjected all thingsto him. 15.28. When all things have been subjected to him, then theSon will also himself be subjected to him who subjected all things tohim, that God may be all in all. |
|
19. Anon., Didache, 10.7, 11.3-13.7, 15.1 (1st cent. CE - 2nd cent. CE) Tagged with subjects: •nan Found in books: Klawans (2019) 147 |
20. New Testament, Apocalypse, 16.15 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 147 16.15. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ. | 16.15. "Behold, I come like a thief. Blessed is he who watches, and keeps his clothes, so that he doesn't walk naked, and they see his shame." |
|
21. Nag Hammadi, The Gospel of Thomas, 47 (3rd cent. CE - 3rd cent. CE) Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 124 |
22. Anon., Gospel of Thomas, 47 Tagged with subjects: •dunn, james d. g. Found in books: Klawans (2019) 124 |