10. New Testament, Apocalypse, 1.9, 1.14-1.16, 2.10-2.11, 2.13, 2.16, 2.22-2.23, 3.3, 3.5, 3.9, 3.11, 3.17-3.19, 3.21, 5.6, 7.13-7.14, 9.18-9.20, 11.7, 12.11, 12.17, 13.10, 13.15, 14.13-14.20, 15.2, 16.5, 16.9, 16.11, 16.15, 18.6, 18.9-18.20, 19.11-19.21, 20.6, 20.14, 21.4, 21.7-21.8 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •destroyer, christ as Found in books: Mathews (2013), Riches, Poverty, and the Faithful: Perspectives on Wealth in the Second Temple Period and the Apocalypse of John, 173, 174, 184 1.9. Ἐγὼ Ἰωάνης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ. 1.14. ἡ δὲκεφαλὴ αὐτοῦκαὶαἱ τρίχες λευκαὶ ὡς ἔριονλευκόν,ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡςφλὸξ πυρός, 1.15. καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένης,καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, 1.16. καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡςὁ ἥλιοςφαίνειἐν τῇ δυνάμει αὐτοῦ. 2.10. μὴ φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵναπειρασθῆτε,καὶ ἔχητε θλίψινἡμερῶν δέκα.γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 2.11. Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. 2.13. Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀντίπας, ὁ μάρτυς μου, ὁ πιστός [μου], ὃς ἀπεκτάνθη παρʼ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. 2.16. μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετʼ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 2.22. καὶ τοὺς μοιχεύοντας μετʼ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ μετανοήσουσιν ἐκ τῶν ἔργων αὐτῆς· 2.23. καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁἐραυνῶν νεφροὺς καὶ καρδίας,καὶδώσωὑμῖνἑκάστῳ κατὰ τὰ ἔργαὑμῶν. 3.3. μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ· 3.5. Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴἐξαλείψωτὸ ὄνομα αὐτοῦἐκ τῆς βίβλου τῆς ζωῆς,καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 3.9. ἰδοὺ διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται, — ἰδοὺ ποιήσω αὐτοὺς ἵναἥξουσιν καὶ προσκυνήσουσινἐνώπιον τῶν ποδῶνσου,καὶ γνῶσιν 3.11. κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 3.17. ὅτι λέγεις ὅτι Πλούσιός εἰμι καὶπεπλούτηκακαὶ οὐδὲν χρείαν ἔχω, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός, 3.18. συμβουλεύω σοι ἀγοράσαι παρʼ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. 3.19. ἐγὼὅσους ἐὰν φιλῶ ἐλέγχωκαὶπαιδεύω·ζήλευε οὖν καὶ μετανόησον. 3.21. Ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. 5.6. Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρωνἀρνίονἑστηκὸς ὡςἐσφαγμένον,ἔχων κέρατα ἑπτὰ καὶὀφθαλμοὺς ἑπτά,οἵ εἰσιν τὰ [ἑπτὰ] πνεύματα τοῦ θεοῦ, ἀπεσταλμένοιεἰς πᾶσαν τὴν γῆν. 7.13. Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; 7.14. καὶ εἴρηκα αὐτῷ Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆςθλίψεωςτῆς μεγάλης, καὶἔπλυναν τὰς στολὰς αὐτῶνκαὶ ἐλεύκαναν αὐτὰςἐν τῷ αἵματιτοῦ ἀρνίου. 9.18. ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 9.19. ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστὶν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν. 9.20. καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπε κτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκτῶν ἔργων τῶν χειρῶν αὐτῶν,ἵνα μὴ προσκυνήσουσιντὰ δαιμόνιακαὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύνανταιοὔτε ἀκούειν οὔτε περιπατεῖν, 11.7. καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν, τὸθηρίοντὸἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ̓αὐτῶνπόλεμον καὶ νικήσει αὐτοὺςκαὶ ἀποκτενεῖ αὐτούς. 12.11. καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· 12.17. καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· 13.10. εἴ τις εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίανὑπάγει· εἴ τιςἐν μαχαίρῃἀποκτενεῖ, δεῖ αὐτὸνἐν μαχαίρῃἀποκτανθῆναι. Ὧδέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων. 13.15. καὶ ἐδόθη αὐτῇ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου καὶ ποιήσῃ [ἵνα] ὅσοι ἐὰν μὴπροσκυνήσωσιν τῇ εἰκόνιτοῦ θηρίου ἀποκτανθῶσιν. 14.13. Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης Γράψον Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνήσκοντες ἀπʼ ἄρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετʼ αὐτῶν. 14.14. Καὶεἶδον, καὶ ἰδοὺνεφέλη λευκή, καὶἐπὶτὴννεφέληνκαθήμενονὅμοιον υἱὸν ἀνθρώπου,ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 14.15. Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέληςΠέμψον τὸ δρέπανόνσου καὶ θέρισον,ὅτι ἦλθεν ἡ ὥρα θερίσαι,ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. 14.16. καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ. 14.17. Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 14.18. Καὶ ἄλλος ἄγγελος [ἐξῆλθεν] ἐκ τοῦ θυσιαστηρίου, [ὁ] ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγωνΠέμψονσουτὸ δρέπανοντὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 14.19. καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον́ αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. 14.20. καὶἐπατήθη ἡ ληνὸςἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων. 15.2. Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. 16.5. Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντοςΔίκαιος εἶ, ὁ ὢνκαὶ ὁ ἦν, [ὁ]ὅσιος,ὅτι ταῦτα ἔκρινας, 16.9. καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν. 16.11. καὶ ἐβλασφήμησαντὸν θεὸν τοῦ οὐρανοῦἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν. 16.15. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ. 18.6. ἀπόδοτε αὐτῆ ὡς καὶ αὐτη ἀπέδωκεν,καὶ διπλώσατε [τὰ] διπλᾶκατὰ τὰ ἔργα αὐτῆς·ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν· 18.9. καὶ κλαύσουσιν καὶ κόψονται ἐπ̓αὐτὴνοἱ βασιλεῖς τῆς γῆς οἱ μετʼ αὐτῆς πορνεύσαντεςκαὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 18.10. ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼνἡ πόλις ἡ ἰσχυρά,ὅτι μιᾷ ὥρᾳ ἦλθενlt*gt ἡ κρίσις σου. 18.11. καὶοἱ ἔμποροιτῆς γῆςκλαίουσιν καὶ πενθοῦσινἐπʼ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 18.12. γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶμαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύινον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 18.13. καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶψυχας ἀνθρώπων. 18.14. καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν. 18.15. οἱ ἔμποροιτούτων, οἱ πλουτήσαντες ἀπʼ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆςκλαίοντες καὶ πενθοῦντες, 18.16. λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη [ἐν] χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. 18.17. καὶ πᾶςκυβερνήτηςκαὶ πᾶς ὁ ἐπὶ τόπον πλέων,καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσανἐργάζονται, ἀπὸ μακρόθενἔστησαν 18.18. καὶ ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντεςΤίς ὁμοίατῇ πόλει τῇ μεγάλῃ; 18.19. καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραξαν κλαίοντες καὶ πενθοῦντες, λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗἐπλούτησαν πάντεςοἱ ἔχοντεςτὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητοςαὐτῆς, ὅτι μιᾷ ὥρᾳἠρημώθη. 18.20. Εὐφραίνου ἐπʼ αὐτῇ,οὐρανέ,καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,ὅτι ἔκρινενὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. 19.11. Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον,καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν πιστὸς [καλούμενος] καὶ ἀληθινός, καὶἐν δικαιοσύνῃ κρίνεικαὶ πολεμεῖ. 19.12. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦφλὸξπυρός,καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 19.13. καὶ περιβεβλημένος ἱμάτιον ῤεραντισμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ. 19.14. καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοιβύσσινον λευκὸν καθαρόν. 19.15. καὶ ἐκτοῦ στόματοςαὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇπατάξῃ τὰ ἔθνη,καὶ αὐτὸςποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·καὶ αὐτὸςπατεῖ τὴν ληνὸντοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆςτοῦ θεοῦ τοῦ παντοκράτορος. 19.16. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ. 19.17. Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃλέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοιςἐν μεσουρανήματιΔεῦτε συνάχθητε εἰς τὸδεῖπνον τὸ μέγα τοῦ θεοῦ, 19.18. ἵναφάγητεσάρκαςβασιλέωνκαὶ σάρκας χιλιάρχων καὶσάρκας ἰσχυρῶνκαὶ σάρκαςἵππωνκαὶ τῶν καθημένων ἐπʼ αὐτούς, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων. 19.19. Καὶ εἶδον τὸ θηρίον καὶτους βασιλεῖς τῆς γῆςκαὶ τὰ στρατεύματα αὐτῶνσυνηγμέναποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 19.20. καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετʼ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆςκαιομένης ἐν θείῳ. 19.21. καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶπάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶναὐτῶν. 20.6. μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλʼ ἔσονταιἱερεῖς τοῦ θεοῦκαὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ [τὰ] χίλια ἔτη. 20.14. καὶ ὁ θάνατος καὶ ὁ ᾄδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. 21.4. καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶναὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτεπένθοςοὔτεκραυγὴοὔτε πόνος οὐκ ἔσται ἔτι.τὰ πρῶταἀπῆλθαν. 21.7. ὁ νικῶν κληρονομήσει ταῦτα, καὶἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. 21.8. τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῆκαιομένῃ πυρὶ καὶ θείῳ,ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. | 1.9. I John, your brother and partner with you in oppression, kingdom, and perseverance in Christ Jesus, was on the isle that is called Patmos because of God's Word and the testimony of Jesus Christ. 1.14. His head and his hair were white as white wool, like snow. His eyes were like a flame of fire. 1.15. His feet were like burnished brass, as if it had been refined in a furnace. His voice was like the voice of many waters. 1.16. He had seven stars in his right hand. Out of his mouth proceeded a sharp two-edged sword. His face was like the sun shining at its brightest. 2.10. Don't be afraid of the things which you are about to suffer. Behold, the devil is about to throw some of you into prison, that you may be tested; and you will have oppression for ten days. Be faithful to death, and I will give you the crown of life. 2.11. He who has an ear, let him hear what the Spirit says to the assemblies. He who overcomes won't be harmed by the second death. 2.13. "I know your works and where you dwell, where Satan's throne is. You hold firmly to my name, and didn't deny my faith in the days of Antipas my witness, my faithful one, who was killed among you, where Satan dwells. 2.16. Repent therefore, or else I am coming to you quickly, and I will make war against them with the sword of my mouth. 2.22. Behold, I will throw her into a bed, and those who commit adultery with her into great oppression, unless they repent of her works. 2.23. I will kill her children with Death, and all the assemblies will know that I am he who searches the minds and hearts. I will give to each one of you according to your deeds. 3.3. Remember therefore how you have received and heard. Keep it, and repent. If therefore you won't watch, I will come as a thief, and you won't know what hour I will come upon you. 3.5. He who overcomes will be arrayed in white garments, and I will in no way blot his name out of the book of life, and I will confess his name before my Father, and before his angels. 3.9. Behold, I give of the synagogue of Satan, of those who say they are Jews, and they are not, but lie. Behold, I will make them to come and worship before your feet, and to know that I have loved you. 3.11. I come quickly. Hold firmly that which you have, so that no one takes your crown. 3.17. Because you say, 'I am rich, and have gotten riches, and have need of nothing;' and don't know that you are the wretched one, miserable, poor, blind, and naked; 3.18. I counsel you to buy from me gold refined by fire, that you may become rich; and white garments, that you may clothe yourself, and that the shame of your nakedness may not be revealed; and eye salve to anoint your eyes, that you may see. 3.19. As many as I love, I reprove and chasten. Be zealous therefore, and repent. 3.21. He who overcomes, I will give to him to sit down with me on my throne, as I also overcame, and sat down with my Father on his throne. 5.6. I saw in the midst of the throne and of the four living creatures, and in the midst of the elders, a Lamb standing, as though it had been slain, having seven horns, and seven eyes, which are the seven Spirits of God, sent out into all the earth. 7.13. One of the elders answered, saying to me, "These who are arrayed in white robes, who are they, and where did they come from?" 7.14. I told him, "My lord, you know."He said to me, "These are those who came out of the great tribulation. They washed their robes, and made them white in the Lamb's blood. 9.18. By these three plagues were one third of mankind killed: by the fire, the smoke, and the sulfur, which proceeded out of their mouths. 9.19. For the power of the horses is in their mouths, and in their tails. For their tails are like serpents, and have heads, and with them they harm. 9.20. The rest of mankind, who were not killed with these plagues, didn't repent of the works of their hands, that they wouldn't worship demons, and the idols of gold, and of silver, and of brass, and of stone, and of wood; which can neither see, nor hear, nor walk. 11.7. When they have finished their testimony, the beast that comes up out of the abyss will make war with them, and overcome them, and kill them. 12.11. They overcame him because of the Lamb's blood, and because of the word of their testimony. They didn't love their life, even to death. 12.17. The dragon grew angry with the woman, and went away to make war with the rest of her seed, who keep God's commandments and hold Jesus' testimony. 13.10. If anyone has captivity, he goes away. If anyone is with the sword, he must be killed. Here is the endurance and the faith of the saints. 13.15. It was given to him to give breath to it, to the image of the beast, that the image of the beast should both speak, and cause as many as wouldn't worship the image of the beast to be killed. 14.13. I heard the voice from heaven saying, "Write, 'Blessed are the dead who die in the Lord from now on.'""Yes," says the Spirit, "that they may rest from their labors; for their works follow with them." 14.14. I looked, and behold, a white cloud; and on the cloud one sitting like a son of man, having on his head a golden crown, and in his hand a sharp sickle. 14.15. Another angel came out from the temple, crying with a loud voice to him who sat on the cloud, "Send forth your sickle, and reap; for the hour to reap has come; for the harvest of the earth is ripe!" 14.16. He who sat on the cloud thrust his sickle on the earth, and the earth was reaped. 14.17. Another angel came out from the temple which is in heaven. He also had a sharp sickle. 14.18. Another angel came out from the altar, he who has power over fire, and he called with a great voice to him who had the sharp sickle, saying, "Send forth your sharp sickle, and gather the clusters of the vine of the earth, for the earth's grapes are fully ripe!" 14.19. The angel thrust his sickle into the earth, and gathered the vintage of the earth, and threw it into the great winepress of the wrath of God. 14.20. The winepress was trodden outside of the city, and blood came out from the winepress, even to the bridles of the horses, as far as one thousand six hundred stadia. 15.2. I saw something like a sea of glass mixed with fire, and those who overcame the beast, and his image, and the number of his name, standing on the sea of glass, having harps of God. 16.5. I heard the angel of the waters saying, "You are righteous, who are and who were, you Holy One, because you judged this way. 16.9. People were scorched with great heat, and people blasphemed the name of God who has the power over these plagues. They didn't repent and give him glory. 16.11. and they blasphemed the God of heaven because of their pains and their sores. They didn't repent of their works. 16.15. "Behold, I come like a thief. Blessed is he who watches, and keeps his clothes, so that he doesn't walk naked, and they see his shame." 18.6. Return to her just as she returned, and double back doubles as she did, and according to her works. In the cup which she mixed, mix to her double. 18.9. The kings of the earth, who committed sexual immorality and lived wantonly with her, will weep and wail over her, when they look at the smoke of her burning, 18.10. standing far away for the fear of her torment, saying, 'Woe, woe, the great city, Babylon, the strong city! For your judgment has come in one hour.' 18.11. The merchants of the earth weep and mourn over her, for no one buys their merchandise any more; 18.12. merchandise of gold, silver, precious stones, pearls, fine linen, purple, silk, scarlet, all expensive wood, every vessel of ivory, every vessel made of most precious wood, and of brass, and iron, and marble; 18.13. and cinnamon, incense, perfume, frankincense, wine, olive oil, fine flour, wheat, sheep, horses, chariots, bodies, and people's souls. 18.14. The fruits which your soul lusted after have been lost to you, and all things that were dainty and sumptuous have perished from you, and you will find them no more at all. 18.15. The merchants of these things, who were made rich by her, will stand far away for the fear of her torment, weeping and mourning; 18.16. saying, 'Woe, woe, the great city, she who was dressed in fine linen, purple, and scarlet, and decked with gold and precious stones and pearls! 18.17. For in an hour such great riches are made desolate.' Every shipmaster, and everyone who sails anywhere, and mariners, and as many as gain their living by sea, stood far away, 18.18. and cried out as they looked at the smoke of her burning, saying, 'What is like the great city?' 18.19. They cast dust on their heads, and cried, weeping and mourning, saying, 'Woe, woe, the great city, in which all who had their ships in the sea were made rich by reason of her great wealth!' For in one hour is she made desolate. 18.20. Rejoice over her, O heaven, you saints, apostles, and prophets; for God has judged your judgment on her." 19.11. I saw the heaven opened, and behold, a white horse, and he who sat on it is called Faithful and True. In righteousness he judges and makes war. 19.12. His eyes are a flame of fire, and on his head are many crowns. He has names written and a name written which no one knows but he himself. 19.13. He is clothed in a garment sprinkled with blood. His name is called "The Word of God." 19.14. The armies which are in heaven followed him on white horses, clothed in white, pure, fine linen. 19.15. Out of his mouth proceeds a sharp, double-edged sword, that with it he should strike the nations. He will rule them with a rod of iron. He treads the winepress of the fierceness of the wrath of God, the Almighty. 19.16. He has on his garment and on his thigh a name written, "KING OF KINGS, AND LORD OF LORDS." 19.17. I saw an angel standing in the sun. He cried with a loud voice, saying to all the birds that fly in the sky, "Come! Be gathered together to the great supper of God, 19.18. that you may eat the flesh of kings, the flesh of captains, the flesh of mighty men, and the flesh of horses and of those who sit on them, and the flesh of all men, both free and slave, and small and great." 19.19. I saw the beast, and the kings of the earth, and their armies, gathered together to make war against him who sat on the horse, and against his army. 19.20. The beast was taken, and with him the false prophet who worked the signs in his sight, with which he deceived those who had received the mark of the beast and those who worshiped his image. They two were thrown alive into the lake of fire that burns with sulfur. 19.21. The rest were killed with the sword of him who sat on the horse, the sword which came forth out of his mouth. All the birds were filled with their flesh. 20.6. Blessed and holy is he who has part in the first resurrection. Over these, the second death has no power, but they will be priests of God and of Christ, and will reign with him one thousand years. 20.14. Death and Hades were thrown into the lake of fire. This is the second death, the lake of fire. 21.4. He will wipe away from them every tear from their eyes. Death will be no more; neither will there be mourning, nor crying, nor pain, any more. The first things have passed away. 21.7. He who overcomes, I will give him these things. I will be his God, and he will be my son. 21.8. But for the cowardly, unbelieving, sinners, abominable, murderers, sexually immoral, sorcerers, idolaters, and all liars, their part is in the lake that burns with fire and sulfur, which is the second death." |
|