Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.





12 results for "demodamas"
1. Herodotus, Histories, 1.201-1.206, 1.214, 3.93, 3.116, 4.6, 4.45, 7.64, 7.66 (5th cent. BCE - 5th cent. BCE)  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 340, 341
1.201. ὡς δὲ τῷ Κύρῳ καὶ τοῦτο τὸ ἔθνος κατέργαστο, ἐπεθύμησε Μασσαγέτας ὑπʼ ἑωυτῷ ποιήσασθαι. τὸ δὲ ἔθνος τοῦτο καὶ μέγα λέγεται εἶναι καὶ ἄλκιμον, οἰκημένον δὲ πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολάς, πέρην τοῦ Ἀράξεω ποταμοῦ, ἀντίον δὲ Ἰσσηδόνων ἀνδρῶν. εἰσὶ δὲ οἵτινες καὶ Σκυθικὸν λέγουσι τοῦτο τὸ ἔθνος εἶναι. 1.202. ὁ δὲ Ἀράξης λέγεται καὶ μέζων καὶ ἐλάσσων εἶναι τοῦ Ἴστρου· νήσους δὲ ἐν αὐτῷ Λέσβῳ μεγάθεα παραπλησίας συχνάς φασι εἶναι, ἐν δὲ αὐτῇσι ἀνθρώπους οἳ σιτέονται μὲν ῥίζας τὸ θέρος ὀρύσσοντες παντοίας· καρποὺς δὲ ἀπὸ δενδρέων ἐξευρημένους σφι ἐς φορβὴν κατατίθεσθαι ὡραίους, καὶ τούτους σιτέεσθαι τὴν χειμερινήν. ἄλλα δέ σφι ἐξευρῆσθαι δένδρεα καρποὺς τοιούσδε τινὰς φέροντα, τοὺς ἐπείτε ἂν ἐς τὠυτὸ συνέλθωσι κατὰ εἴλας καὶ πῦρ ἀνακαύσωνται κύκλῳ περιιζομένους ἐπιβάλλειν ἐπὶ τὸ πῦρ, ὀσφραινομένους δὲ καταγιζομένου τοῦ καρποῦ τοῦ ἐπιβαλλομένου μεθύσκεσθαι τῇ ὀσμῇ κατά περ Ἕλληνας τῷ οἴνῳ πλεῦνος δὲ ἐπιβαλλομένου τοῦ καρποῦ μᾶλλον μεθύσκεσθαι, ἐς ὃ ἐς ὄρχησίν τε ἀνίστασθαι καὶ ἐς ἀοιδὴν ἀπικνέεσθαι. τούτων μὲν αὕτη λέγεται δίαιτᾳ εἶναι. ὁ δὲ Ἀράξης ποταμὸς ῥέει μὲν ἐκ Ματιηνῶν, ὅθεν περ ὁ Γύνδης τὸν ἐς τὰς διώρυχας τὰς ἑξήκοντά τε καὶ τριηκοσίας διέλαβε ὁ Κῦρος, στόμασι δὲ ἐξερεύγεται τεσσεράκοντα, τῶν τὰ πάντα πλὴν ἑνὸς ἐς ἕλεά τε καὶ τενάγεα ἐκδιδοῖ· ἐν τοῖσι ἀνθρώπους κατοικῆσθαι λέγουσι ἰχθῦς ὠμοὺς σιτεομένους, ἐσθῆτι δὲ νομίζοντας χρᾶσθαι φωκέων δέρμασι. τὸ δὲ ἓν τῶν στομάτων τοῦ Ἀράξεω ῥέει διὰ καθαροῦ ἐς τὴν Κασπίην θάλασσαν. 1.203. ἡ δὲ Κασπίη θάλασσα ἐστὶ ἐπʼ ἑωυτῆς, οὐ συμμίσγουσα τῇ ἑτέρῃ θαλάσσῃ. τὴν μὲν γὰρ Ἕλληνὲς ναυτίλλονται πᾶσα καὶ ἡ ἔξω στηλέων θάλασσα ἡ Ἀτλαντὶς καλεομένη καὶ ἡ Ἐρυθρὴ μία ἐοῦσα τυγχάνει. ἡ δὲ Κασπίη ἐστὶ ἑτέρη ἐπʼ ἑωυτῆς, ἐοῦσα μῆκος μὲν πλόου εἰρεσίῃ χρεωμένῳ πεντεκαίδεκα ἡμερέων, εὖρος δέ, τῇ εὐρυτάτη ἐστὶ αὐτὴ ἑωυτῆς, ὀκτὼ ἡμερέων. καὶ τὰ μὲν πρὸς τὴν ἑσπέρην φέροντα τῆς θαλάσσης ταύτης ὁ Καύκασος παρατείνει, ἐὸν ὀρέων καὶ πλήθεϊ μέγιστον καὶ μεγάθεϊ ὑψηλότατον. ἔθνεα δὲ ἀνθρώπων πολλὰ καὶ παντοῖα ἐν ἑωυτῷ ἔχει ὁ Καύκασος, τὰ πολλὰ πάντα ἀπʼ ὕλης ἀγρίης ζώοντα· ἐν τοῖσι καὶ δένδρεα φύλλα τοιῆσδε ἰδέης παρεχόμενα εἶναι λέγεται, τὰ τρίβοντάς τε καὶ παραμίσγοντας ὕδωρ ζῷα ἑωυτοῖσι ἐς τὴν ἐσθῆτα ἐγγράφειν· τὰ δὲ ζῷα οὐκ ἐκπλύνεσθαι, ἀλλὰ συγκαταγηράσκειν τῷ ἄλλῳ εἰρίῳ κατὰ περ ἐνυφανθέντα ἀρχήν. μῖξιν δὲ τούτων τῶν ἀνθρώπων εἶναι ἐμφανέα κατὰ περ τοῖσι προβάτοισι. 1.204. τὰ μὲν δὴ πρὸς ἑσπέρην τῆς θαλάσσης ταύτης τῆς Κασπίης καλεομένης ὁ Καύκασος ἀπέργει, τὰ δὲ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα πεδίον ἐκδέκεται πλῆθος ἄπειρον ἐς ἄποψιν. τοῦ ὦν δὴ πεδίου τούτου τοῦ μεγάλου οὐκ ἐλαχίστην μοῖραν μετέχουσι οἱ Μασσαγέται, ἐπʼ οὓς ὁ Κῦρος ἔσχε προθυμίην στρατεύσασθαι. πολλά τε γάρ μιν καὶ μεγάλα τὰ ἐπαείροντα καὶ ἐποτρύνοντα ἦν, πρῶτον μὲν ἡ γένεσις, τὸ δοκέειν πλέον τι εἶναι ἀνθρώπου, δευτέρα δὲ ἡ εὐτυχίη ἡ κατὰ τοὺς πολέμους γενομένη· ὅκῃ γὰρ ἰθύσειε στρατεύεσθαι Κῦρος, ἀμήχανον ἦν ἐκεῖνο τὸ ἔθνος διαφυγεῖν. 1.205. ἦν δὲ τοῦ ἀνδρὸς ἀποθανόντος γυνὴ τῶν Μασσαγετέων βασίλεια. Τόμυρίς οἱ ἦν οὔνομα. ταύτην πέμπων ὁ Κῦρος ἐμνᾶτο τῷ λόγῳ θέλων γυναῖκα ἣν ἔχειν. ἡ δὲ Τόμυρις συνιεῖσα οὐκ αὐτήν μιν μνώμενον ἀλλὰ τὴν Μασαγετέων βασιληίην, ἀπείπατο τὴν πρόσοδον. Κῦρος δὲ μετὰ τοῦτο, ὥς οἱ δόλῳ οὐ προεχώρεε, ἐλάσας ἐπὶ τὸν Ἀράξεα ἐποιέετο ἐκ τοῦ ἐμφανέος ἐπὶ τοὺς Μασσαγέτας στρατηίην, γεφύρας τε ζευγνύων ἐπὶ τοῦ ποταμοῦ διάβασιν τῷ στρατῷ, καὶ πύργους ἐπὶ πλοίων τῶν διαπορθμευόντων τὸν ποταμὸν οἰκοδομεόμενος. 1.206. ἔχοντι δέ οἱ τοῦτον τὸν πόνον πέμψασα ἡ Τόμυρις κήρυκα ἔλεγε τάδε. “ὦ βασιλεῦ Μήδων, παῦσαι σπεύδων τὰ σπεύδεις· οὐ γὰρ ἂν εἰδείης εἴ τοι ἐς καιρὸν ἔσται ταῦτα τελεόμενα· παυσάμενος δὲ βασίλευε τῶν σεωυτοῦ, καὶ ἡμέας ἀνέχευ ὁρέων ἄρχοντας τῶν περ ἄρχομεν. οὔκων ἐθελήσεις ὑποθήκῃσι τῇσιδε χρᾶσθαι, ἀλλὰ πάντως μᾶλλον ἢ διʼ ἡσυχίης εἶναι· σὺ δὴ εἰ μεγάλως προθυμέαι Μασσαγετέων πειρηθῆναι, φέρε μόχθον μὲν τὸν ἔχεις ζευγνὺς τὸν ποταμὸν ἄπες, σὺ δὲ ἡμέων ἀναχωρησάντων ἀπὸ τοῦ ποταμοῦ τριῶν ἡμερέων ὁδὸν διάβαινε ἐς τὴν ἡμετέρην· εἰ δʼ ἡμέας βούλεαι ἐσδέξασθαι μᾶλλον ἐς τὴν ὑμετέρην, σὺ τὠυτὸ τοῦτο ποίεε.” ταῦτα δὲ ἀκούσας ὁ Κῦρος συνεκάλεσε Περσέων τοὺς πρώτους, συναγείρας δὲ τούτους ἐς μέσον σφι προετίθεε τὸ πρῆγμα, συμβουλευόμενος ὁκότερα ποιέῃ. τῶν δὲ κατὰ τὠυτὸ αἱ γνῶμαι συνεξέπιπτον κελευόντων ἐσδέκεσθαι Τόμυρίν τε καὶ τὸν στρατὸν αὐτῆς ἐς τὴν χώρην. 1.214. καὶ δὴ οὗτος μὲν τρόπῳ τοιούτῳ τελευτᾷ· Τόμυρις δέ, ὥς οἱ Κῦρος οὐκ ἐσήκουσε, συλλέξασα πᾶσαν τὴν ἑωυτῆς δύναμιν συνέβαλε Κύρῳ. ταύτην τὴν μάχην, ὅσαι δὴ βαρβάρων ἀνδρῶν μάχαι ἐγένοντο, κρίνω ἰσχυροτάτην γενέσθαι, καὶ δὴ καὶ πυνθάνομαι οὕτω τοῦτο γενόμενον. πρῶτα μὲν γὰρ λέγεται αὐτοὺς διαστάντας ἐς ἀλλήλους τοξεύειν, μετὰ δὲ ὥς σφι τὰ βέλεα ἐξετετόξευτο, συμπεσόντας τῇσι αἰχμῇσί τε καὶ τοῖσι ἐγχειριδίοισι συνέχεσθαι. χρόνον τε δὴ ἐπὶ πολλὸν συνεστάναι μαχομένους καὶ οὐδετέρους ἐθέλειν φεύγειν. τέλος δὲ οἱ Μασσαγέται περιεγένοντο, ἥ τε δὴ πολλὴ τῆς Περσικῆς στρατιῆς αὐτοῦ ταύτῃ διεφθάρη καὶ δὴ καὶ αὐτὸς Κῦρος τελευτᾷ, βασιλεύσας τὰ πάντα ἑνὸς δέοντα τριήκοντα ἔτεα. ἀσκὸν δὲ πλήσασα αἵματος ἀνθρωπηίου Τόμυρις ἐδίζητο ἐν τοῖσι τεθνεῶσι τῶν Περσέων τὸν Κύρου νέκυν, ὡς δὲ εὗρε, ἐναπῆκε αὐτοῦ τὴν κεφαλὴν ἐς τὸν ἀσκόν, λυμαινομένη δὲ τῷ νεκρῷ ἐπέλεγε τάδε· “σὺ μὲν ἐμὲ ζῶσάν τε καὶ νικῶσάν σε μάχῃ ἀπώλεσας, παῖδα τὸν ἐμὸν ἑλὼν δόλῳ· σὲ δʼ ἐγώ, κατά περ ἠπείλησα, αἵματος κορέσω.” τὰ μὲν δὴ κατὰ τὴν Κύρου τελευτὴν τοῦ βίου, πολλῶν λόγων λεγομένων, ὅδε μοι ὁ πιθανώτατος εἴρηται. 3.93. ἀπὸ Βακτριανῶν δὲ μέχρι Αἰγλῶν ἑξήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν· νομὸς δυωδέκατος οὗτος. ἀπὸ Πακτυϊκῆς δὲ καὶ Ἀρμενίων καὶ τῶν προσεχέων μέχρι τοῦ πόντου τοῦ Εὐξείνου τετρακόσια τάλαντα· νομὸς τρίτος καὶ δέκατος οὗτος. ἀπὸ δὲ Σαγαρτίων καὶ Σαραγγέων καὶ Θαμαναίων καὶ Οὐτίων καὶ Μύκων καὶ τῶν ἐν τῇσι νήσοισι οἰκεόντων τῶν ἐν τῇ Ἐρυθρῇ θαλάσσῃ, ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς, ἀπὸ τούτων πάντων ἑξακόσια τάλαντα ἐγίνετο φόρος· νομὸς τέταρτος καὶ δέκατος οὗτος. Σάκαι δὲ καὶ Κάσπιοι πεντήκοντα καὶ διηκόσια ἀπαγίνεον τάλαντα· νομὸς πέμπτος καὶ δέκατος οὗτος. Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Ἄρειοι τριηκόσια τάλαντα· νομὸς ἕκτος καὶ δέκατος οὗτος. 3.116. πρὸς δὲ ἄρκτου τῆς Εὐρώπης πολλῷ τι πλεῖστος χρυσὸς φαίνεται ἐών· ὅκως μὲν γινόμενος, οὐκ ἔχω οὐδὲ τοῦτο ἀτρεκέως εἶπαι, λέγεται δὲ ὑπὲκ τῶν γρυπῶν ἁρπάζειν Ἀριμασποὺς ἄνδρας μουνοφθάλμους. πείθομαι δὲ οὐδὲ τοῦτο ὅκως μουνόφθαλμοι ἄνδρες φύονται, φύσιν ἔχοντες τὴν ἄλλην ὁμοίην τοῖσι ἄλλοισι ἀνθρώποισι· αἱ δὲ ὦν ἐσχατιαὶ οἴκασι, περικληίουσαι τὴν ἄλλην χώρην καὶ ἐντὸς ἀπέργουσαι, τὰ κάλλιστα δοκέοντα ἡμῖν εἶναι καὶ σπανιώτατα ἔχειν αὗται. 4.6. ἀπὸ μὲν δὴ Λιποξάιος γεγονέναι τούτους τῶν Σκυθέων οἳ Αὐχάται γένος καλέονται, ἀπὸ δὲ τοῦ μέσου Ἀρποξάιος οἳ Κατίαροί τε καὶ Τράσπιες καλέονται, ἀπὸ δὲ τοῦ νεωτάτου αὐτῶν τοῦ βασιλέος οἳ καλέονται Παραλάται· σύμπασι δὲ εἶναι οὔνομα Σκολότους, τοῦ βασιλέος ἐπωνυμίην. Σκύθας δὲ Ἕλληνες ὠνόμασαν. 4.45. ἡ δὲ Εὐρώπη πρὸς οὐδαμῶν φανερή ἐστι γινωσκομένη, οὔτε τὰ πρὸς ἥλιον ἀνατέλλοντα οὔτε τὰ πρὸς βορέην, εἰ περίρρυτος ἐστί· μήκεϊ δὲ γινώσκεται παρʼ ἀμφοτέρας παρήκουσα. οὐδʼ ἔχω συμβαλέσθαι ἐπʼ ὅτευ μιῇ ἐούσῃ γῇ οὐνόματα τριφάσια κέεται ἐπωνυμίας ἔχοντα γυναικῶν, καὶ οὐρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος ʽοἳ δὲ Τάναιν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσἰ, οὐδὲ τῶν διουρισάντων τὰ οὐνόματα πυθέσθαι, καὶ ὅθεν ἔθεντο τὰς ἐπωνυμίας. ἤδη γὰρ Λιβύη μὲν ἐπὶ Λιβύης λέγεται ὑπὸ τῶν πολλῶν Ἑλλήνων ἔχειν τὸ οὔνομα γυναικὸς αὐτόχθονος, ἡ δὲ Ἀσίη ἐπὶ τῆς Προμηθέος γυναικὸς τὴν ἐπωνυμίην. καὶ τούτου μὲν μεταλαμβάνονται τοῦ οὐνόματος Λυδοί, φάμενοι ἐπὶ Ἀσίεω τοῦ Κότυος τοῦ Μάνεω κεκλῆσθαι τὴν Ἀσίην, ἀλλʼ οὐκ ἐπὶ τῆς Προμηθέος Ἀσίης. ἀπʼ ὅτευ καὶ τὴν ἐν Σάρδισι φυλὴν κεκλῆσθαι Ἀσιάδα. ἡ δὲ δὴ Εὐρώπη οὔτε εἰ περίρρυτος ἐστὶ γινώσκεται πρὸς οὐδαμῶν ἀνθρώπων, οὔτε ὁκόθεν τὸ οὔνομα ἔλαβε τοῦτο, οὔτε ὅστις οἱ ἦν ὁ θέμενος φαίνεται, εἰ μὴ ἀπὸ τῆς Τυρίης φήσομεν Εὐρώπης λαβεῖν τὸ οὔνομα τὴν χώρην· πρότερον δὲ ἦν ἄρα ἀνώνυμος ὥσπερ αἱ ἕτεραι. ἀλλʼ αὕτη γε ἐκ τῆς Ἀσίης τε φαίνεται ἐοῦσα καὶ οὐκ ἀπικομένη ἐς τὴν γῆν ταύτην ἥτις νῦν ὑπὸ Ἑλλήνων Εὐρώπη καλέεται, ἀλλʼ ὅσον ἐκ Φοινίκης ἐς Κρήτην, ἐκ Κρήτης δὲ ἐς Λυκίην. ταῦτα μέν νυν ἐπὶ τοσοῦτον εἰρήσθω· τοῖσι γὰρ νομιζομένοισι αὐτῶν χρησόμεθα. 7.64. Βάκτριοι δὲ περὶ μὲν τῇσι κεφαλῇσι ἀγχότατα τῶν Μηδικῶν ἔχοντες ἐστρατεύοντο, τόξα δὲ καλάμινα ἐπιχώρια καὶ αἰχμὰς βραχέας. Σάκαι δὲ οἱ Σκύθαι περὶ μὲν τῇσι κεφαλῇσι κυρβασίας ἐς ὀξὺ ἀπηγμένας ὀρθὰς εἶχον πεπηγυίας, ἀναξυρίδας δὲ ἐνεδεδύκεσαν, τόξα δὲ ἐπιχώρια καὶ ἐγχειρίδια, πρὸς δὲ καὶ ἀξίνας σαγάρις εἶχον. τούτους δὲ ἐόντας Σκύθας Ἀμυργίους Σάκας ἐκάλεον· οἱ γὰρ Πέρσαι πάντας τοὺς Σκύθας καλέουσι Σάκας. Βακτρίων δὲ καὶ Σακέων ἦρχε Ὑστάσπης ὁ Δαρείου τε καὶ Ἀτόσσης τῆς Κύρου. 7.66. ἄριοι δὲ τόξοισι μὲν ἐσκευασμένοι ἦσαν Μηδικοῖσι, τὰ δὲ ἄλλα κατά περ Βάκτριοι. Ἀρίων δὲ ἦρχε Σισάμνης ὁ Ὑδάρνεος. Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Γανδάριοι καὶ Δαδίκαι τὴν αὐτὴν σκευὴν ἔχοντες τὴν καὶ Βάκτριοι ἐστρατεύοντο. τούτων δὲ ἦρχον οἵδε. Πάρθων μὲν καὶ Χορασμίων Ἀρτάβαζος ὁ Φαρνάκεος, Σόγδων δὲ Ἀζάνης ὁ Ἀρταίου, Γανδαρίων δὲ καὶ Δαδικέων Ἀρτύφιος ὁ Ἀρταβάνου. 1.201. When Cyrus had conquered this nation, too, he wanted to subject the Massagetae. These are said to be a great and powerful people dwelling towards the east and the sunrise, beyond the Araxes and opposite the Issedones; and some say that they are a Scythian people. 1.202. The Araxes is said by some to be greater and by some to be less than the Ister. It is reported that there are many islands in it as big as Lesbos, and men on them who in summer live on roots of all kinds that they dig up, and in winter on fruit that they have got from trees when it was ripe and stored for food; ,and they know (it is said) of trees bearing a fruit whose effect is this: gathering in groups and kindling a fire, the people sit around it and throw the fruit into the flames; then the fumes of it as it burns make them drunk as the Greeks are with wine, and more and more drunk as more fruit is thrown on the fire, until at last they rise up to dance and even sing. Such is said to be their way of life. ,The Araxes flows from the country of the Matieni (as does the Gyndes, which Cyrus divided into the three hundred and sixty channels) and empties itself through forty mouths, of which all except one issue into bogs and swamps, where men are said to live whose food is raw fish, and their customary dress sealskins. ,The one remaining stream of the Araxes flows in a clear channel into the Caspian sea .This is a sea by itself, not joined to the other sea. For that on which the Greeks sail, and the sea beyond the pillars of Heracles, which they call Atlantic, and the Red Sea, are all one: 1.203. but the Caspian is separate and by itself. Its length is what a ship rowed by oars can traverse in fifteen days, and its breadth, where it is broadest, is an eight days' journey. Along its western shore stretches the range of Caucasus, which has more and higher peaks than any other range. Many and all kinds of nations dwell in the Caucasus, and the most of them live on the fruits of the forest. ,Here, it is said, are trees growing leaves that men crush and mix with water and use for painting figures on their clothing; these figures cannot be washed out, but last as long as the wool, as if they had been woven into it from the first. Men and women here (they say) have intercourse openly, like beasts of the flock. 1.204. This sea called Caspian is hemmed in to the west by the Caucasus : towards the east and the sunrise there stretches from its shores a boundless plain as far as the eye can see. The greater part of this wide plain is the country of the Massagetae, against whom Cyrus was eager to lead his army. ,For there were many weighty reasons that impelled and encouraged him to do so: first, his birth, because of which he seemed to be something more than mortal; and next, his victories in his wars: for no nation that Cyrus undertook to attack could escape from him. 1.205. Now at this time the Massagetae were ruled by a queen called Tomyris, whose husband was dead. Cyrus sent a message with a pretence of wanting her for his wife, but Tomyris would have none of his advances, well understanding that he wanted not her but the kingdom of the Massagetae. ,So when guile was of no avail, Cyrus marched to the Araxes and openly prepared to attack the Massagetae; he bridged the river for his army to cross, and built towers on the pontoons bridging the river. 1.206. But while he was busy at this, Tomyris sent a herald to him with this message: “O king of the Medes, stop hurrying on what you are hurrying on, for you cannot know whether the completion of this work will be for your advantage. Stop, and be king of your own country; and endure seeing us ruling those whom we rule. ,But if you will not take this advice, and will do anything rather than remain at peace, then if you so greatly desire to try the strength of the Massagetae, stop your present work of bridging the river, and let us withdraw three days' journey from the Araxes; and when that is done, cross into our country. ,Or if you prefer to receive us into your country, then withdraw yourself as I have said.” Hearing this, Cyrus called together the leading Persians and laid the matter before them, asking them to advise him which he should do. They all spoke to the same end, urging him to let Tomyris and her army enter his country. 1.214. Such was the end of Spargapises. Tomyris, when Cyrus would not listen to her, collected all her forces and engaged him. This fight I judge to have been the fiercest ever fought by men that were not Greek; and indeed I have learned that this was so. ,For first (it is said) they shot arrows at each other from a distance; then, when their arrows were all spent, they rushed at each other and fought with their spears and swords; and for a long time they stood fighting and neither would give ground; but at last the Massagetae got the upper hand. ,The greater part of the Persian army was destroyed there on the spot, and Cyrus himself fell there, after having reigned for one year short of thirty years. ,Tomyris filled a skin with human blood, and searched among the Persian dead for Cyrus' body; and when she found it, she pushed his head into the skin, and insulted the dead man in these words: ,“Though I am alive and have defeated you in battle, you have destroyed me, taking my son by guile; but just as I threatened, I give you your fill of blood.” Many stories are told of Cyrus' death; this, that I have told, is the most credible. 3.93. The twelfth, the Bactrians as far as the land of the Aegli; these paid three hundred and sixty. The thirteenth, the Pactyic country and Armenia and the lands adjoining as far as the Euxine sea ; these paid four hundred. ,The fourteenth province was made up of the Sagartii, Sarangeis, Thamanaei, Utii, Myci, and the inhabitants of those islands of the southern sea on which the king settles the so-called displaced people; these together paid a tribute of six hundred talents. ,The Sacae and Caspii were the fifteenth, paying two hundred and fifty. The Parthians, Chorasmians, Sogdi, and Arii were the sixteenth, paying three hundred. 3.116. But in the north of Europe there is by far the most gold. In this matter again I cannot say with assurance how the gold is produced, but it is said that one-eyed men called Arimaspians steal it from griffins. ,But I do not believe this, that there are one-eyed men who have a nature otherwise the same as other men. ,The most outlying lands, though, as they enclose and wholly surround all the rest of the world, are likely to have those things which we think the finest and the rarest. 4.6. Lipoxaïs, it is said, was the father of the Scythian clan called Auchatae; Arpoxaïs, the second brother, of those called Katiari and Traspians; the youngest, who was king, of those called Paralatae. ,All these together bear the name of Skoloti, after their king; “Scythians” is the name given them by Greeks. This, then, is the Scythians' account of their origin, 4.45. But it is plain that none have obtained knowledge of Europe's eastern or northern regions, so as to be able say if it is bounded by seas; its length is known to be enough to stretch along both Asia and Libya. ,I cannot guess for what reason the earth, which is one, has three names, all women's, and why the boundary lines set for it are the Egyptian Nile river and the Colchian Phasis river (though some say that the Maeetian Tanaïs river and the Cimmerian Ferries are boundaries); and I cannot learn the names of those who divided the world, or where they got the names which they used. ,For Libya is said by most Greeks to be named after a native woman of that name, and Asia after the wife of Prometheus; yet the Lydians claim a share in the latter name, saying that Asia was not named after Prometheus' wife Asia, but after Asies, the son of Cotys, who was the son of Manes, and that from him the Asiad clan at Sardis also takes its name. ,But as for Europe, no men have any knowledge whether it is bounded by seas or not, or where it got its name, nor is it clear who gave the name, unless we say that the land took its name from the Tyrian Europa, having been (it would seem) before then nameless like the rest. ,But it is plain that this woman was of Asiatic birth, and never came to this land which the Greeks now call Europe, but only from Phoenicia to Crete and from Crete to Lycia. Thus much I have said of these matters, and let it suffice; we will use the names established by custom. 7.64. The Bactrians in the army wore a headgear very similar to the Median, carrying their native reed bows and short spears. ,The Sacae, who are Scythians, had on their heads tall caps, erect and stiff and tapering to a point; they wore trousers, and carried their native bows, and daggers, and also axes which they call “sagaris.” These were Amyrgian Scythians, but were called Sacae; that is the Persian name for all Scythians. The commander of the Bactrians and Sacae was Hystaspes, son of Darius and Cyrus' daughter Atossa. 7.66. The Arians were equipped with Median bows, but in all else like the Bactrians; their commander was Sisamnes son of Hydarnes. The Parthians, Chorasmians, Sogdians, Gandarians, and Dadicae in the army had the same equipment as the Bactrians. ,The Parthians and Chorasmians had for their commander Artabazus son of Pharnaces, the Sogdians Azanes son of Artaeus, the Gandarians and Dadicae Artyphius son of Artabanus.
2. Hippocrates, On Airs, Waters, And Places, 13 (5th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 340
3. Strabo, Geography, 3.5.5, 11.7.1, 11.7.4, 11.11.2, 15.1.5, 15.1.26 (1st cent. BCE - 1st cent. BCE)  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 340, 341
3.5.5. Concerning the foundation of Gades, the Gaditanians report that a certain oracle commanded the Tyrians to found a colony by the Pillars of Hercules. Those who were sent out for the purpose of exploring, when they had arrived at the strait by Calpe, imagined that the capes which form the strait were the boundaries of the habitable earth, as well as of the expedition of Hercules, and consequently they were what the oracle termed the Pillars. They landed on the inside of the straits, at a place where the city of the Exitani now stands. Here they offered sacrifices, which however not being favourable, they returned. After a time others were sent, who advanced about 1500 stadia beyond the strait, to an island consecrated to Hercules, and lying opposite to Onoba, a city of Iberia: considering that here were the Pillars, they sacrificed to the god, but the sacrifices being again unfavourable, they returned home. In the third voyage they reached Gades, and founded the sanctuary in the eastern part of the island, and the city in the west. On this account some consider that the capes in the strait are the Pillars, others suppose Gades, while others again believe that they lie still farther, beyond Gades. There are also some who think that the Pillars are Calpe, and the mountain of Libya which is opposite, named Abilyx, and situated, according to Eratosthenes, amongst the Metagonians, a wandering race. Others fancy that they are two small islands near to the former, one of which is named the Island of Juno. Artemidorus speaks both of the Island of Juno and the sanctuary there, but makes no mention either of mount Abilyx, or the nation of the Metagonians. Some have transported hither the Planctae and the Symplgades, supposing them to be the Pillars, which Pindar calls the Gates of Gades, when he says that they were the farthest limits at which Hercules arrived. Dicaearchus, Eratosthenes, and Polybius, with most of the Grecians, represent the Pillars as being close to the strait, while the Iberians and Libyans place them at Gades, alleging that there is nothing at all resembling pillars close by the strait. Others pretend that they are the pillars of brass eight cubits high in the sanctuary of Hercules at Gades, on which is inscribed the cost of erecting that edifice; and that the sailors coming there on the completion of their voyage and sacrificing to Hercules, rendered the place so famous that it came to be regarded as the termination of the land and sea. Posidonius thinks this view the most probable of all, and looks upon the oracle and the several expeditions as a Phoenician invention. As for the expeditions, what matters it whether any one should vehemently deny or credit the account, as neither the one nor the other would be inconsistent with reason: but the assertion that neither the little islands, nor yet the mountains, bear much resemblance to pillars, and that we should seek for pillars, strictly so called, [set up] either as the termination of the habitable earth, or of the expedition of Hercules, has at all events some reason in it; it being an ancient usage to set up such boundary marks. As for instance the small column which the inhabitants of Rhegium erected by the Strait of Sicily, which is indeed a little tower; and the tower called after Pelorus, which is situated opposite to this small column; also the structures called altars of the Philaeni, about midway in the land between the Syrtes; likewise it is recorded, that a certain pillar was formerly erected on the Isthmus of Corinth, which the Ionians who took possession of Attica and Megaris when they were driven out of the Peloponnesus, and those who settled in the Peloponnesus, set up in common, and inscribed on the side next Megaris, This is no longer Peloponnesus, but Ionia, and on the opposite, This is Peloponnesus, not Ionia. Alexander too erected altars as boundaries of his Indian campaign in those parts of the Indies he arrived at, which were situated farthest towards the east, in imitation of Hercules and Bacchus. That this custom existed, then, cannot be doubted. 11.7.1. Those nomads, however, who live along the coast on the left as one sails into the Caspian Sea are by the writers of today called Daae, I mean, those who are surnamed Aparni; then, in front of them, intervenes a desert country; and next comes Hyrcania, where the Caspian resembles an open sea to the point where it borders on the Median and Armenian mountains. The shape of these mountains is crescent-like along the foothills, which end at the sea and form the recess of the gulf. This side of the mountains, beginning at the sea, is inhabited as far as their heights for a short stretch by a part of the Albanians and the Armenians, but for the most part by Gelae, Cadusii, Amardi, Vitii, and Anariacae. They say that some of the Parrhasii took up their abode with the Anariacae, who, they say, are now called Parsii; and that the Aenianes built a walled city in the Vitian territory, which, they say, is called Aeniana; and that Greek armour, brazen vessels, and burial places are to be seen there; and that there is also a city Anariace there, in which, they say, is to be seen an oracle for sleepers, and some other tribes that are more inclined to brigandage and war than to farming; but this is due to the ruggedness of the region. However, the greater part of the seaboard round the mountainous country is occupied by Cadusii, for a stretch of almost five thousand stadia, according to Patrocles, who considers this sea almost equal to the Pontic Sea. Now these regions have poor soil. 11.7.4. Many false notions were also added to the account of this sea because of Alexander's love of glory; for, since it was agreed by all that the Tanais separated Asia from Europe, and that the region between the sea and the Tanais, being a considerable part of Asia, had not fallen under the power of the Macedonians, it was resolved to manipulate the account of Alexander's expedition so that in fame at least he might be credited with having conquered those parts of Asia too. They therefore united lake Maeotis, which receives the Tanais, with the Caspian Sea, calling this too a lake and asserting that both were connected with one another by an underground passage and that each was a part of the other. Polycleitus goes on to adduce proofs in connection with his belief that the sea is a lake (for instance, he says that it produces serpents, and that its water is sweetish); and that it is no other than Maeotis he judges from the fact that the Tanais empties into it. From the same Indian mountains, where the Ochus and the Oxus and several other rivers rise, flows also the Iaxartes, which, like those rivers, empties into the Caspian Sea and is the most northerly of them all. This river, accordingly, they named Tanais; and in addition to so naming it they gave as proof that it was the Tanais mentioned by Polycleitus that the country on the far side of this river produces the fir-tree and that the Scythians in that region use arrows made of fir-wood; and they say that this is also evidence that the country on the far side belongs to Europe and not to Asia, for, they add, Upper and Eastern Asia does not produce the fir-tree. But Eratosthenes says that the fir-tree grows also in India and that Alexander built his fleet out of fir-wood from there. Eratosthenes tries to reconcile many other differences of this kind, but as for me, let what I have said about them suffice. 11.11.2. Their cities were Bactra (also called Zariaspa, through which flows a river bearing the same name and emptying into the Oxus), and Darapsa, and several others. Among these was Eucratidia, which was named after its ruler. The Greeks took possession of it and divided it into satrapies, of which the satrapy Turiva and that of Aspionus were taken away from Eucratides by the Parthians. And they also held Sogdiana, situated above Bactriana towards the east between the Oxus River, which forms the boundary between the Bactrians and the Sogdians, and the Iaxartes River. And the Iaxartes forms also the boundary between the Sogdians and the nomads. 15.1.5. If, then, we set aside these stories, and direct our attention to accounts of the country prior to the expedition of Alexander, we shall find them still more obscure. It is probable that Alexander, elated by his extraordinary good fortune, believed these accounts.According to Nearchus, Alexander was ambitious of conducting his army through Gedrosia, when he heard that Semiramis and Cyrus had undertaken expeditions against India (through this country), although both had abandoned the enterprise, the former escaping with twenty, and Cyrus with seven men only. For he considered that it would be a glorious achievement for him to lead a conquering army safe through the same nations and countries where Semiramis and Cyrus had suffered such disasters. Alexander, therefore, believed these stories. 15.1.26. We must describe these rivers in detail, with the particulars, which are useful for the purposes of geography, and which have been handed down to us by historians.Besides this, rivers, being a kind of physical boundaries of the size and figures of countries, are of the greatest use in every part of the present work. But the Nile and the rivers in India have a superiority above the rest, because the country could not be inhabited without them. By means of the rivers it is open to navigation and capable of cultivation, when otherwise it would not be accessible, nor could it be occupied by inhabitants.We shall speak of the rivers deserving notice, which flow into the Indus, and of the countries which they traverse; with regard to the rest we know some particulars, but are ignorant of more. Alexander, who discovered the greatest portion of this country, first of all resolved it to be more expedient to pursue and destroy those who had treacherously killed Darius, and were meditating the revolt of Bactriana. He approached India therefore through Ariana, which he left on the right hand, and crossed the Paropamisus to the northern parts, and to Bactriana. Having conquered all the country subject to the Persians, and many other places besides, he then entertained the desire of possessing India, of which he had received many, although indistinct, accounts.He therefore returned, crossing over the same mountains by other and shorter roads, having India on the left hand; he then immediately turned towards it, and towards its western boundaries and the rivers Cophes and Choaspes. The latter river empties itself into the Cophes, near Plemyrium, after passing by another city Gorys, in its course through Bandobene and Gandaritis.He was informed that the mountainous and northern parts were the most habitable and fertile, but that the southern part was either without water, or liable to be overflowed by rivers at one time, or entirely burnt up at another, more fit to be the haunts of wild beasts than the dwellings of men. He resolved therefore to get possession of that part of India first which had been well spoken of, considering at the same time that the rivers which it was necessary to pass, and which flowed transversely through the country which he intended to attack, would be crossed with more facility near their sources. He heard also that many of the rivers united and formed one stream, and that this more frequently occurred the farther they advanced into the country, so that from want of boats it would be more difficult to traverse. Being apprehensive of this obstruction, he crossed the Cophes, and conquered the whole of the mountainous country situated towards the east.
4. Diodorus Siculus, Historical Library, 17.95 (1st cent. BCE - 1st cent. BCE)  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 340
5. Arrian, Anabasis of Alexander, 4.1.3, 5.29.1 (1st cent. CE - missingth cent. CE)  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 340
4.1.3. αὐτὸς δὲ πρὸς τῷ Τανάϊδι ποταμῷ ἐπενόει πόλιν οἰκίσαι, καὶ ταύτην ἑαυτοῦ ἐπώνυμον. ὅ τε γὰρ χῶρος ἐπιτήδειος αὐτῷ ἐφαίνετο αὐξῆσαι ἐπὶ μέγα τὴν πόλιν καὶ ἐν καλῷ οἰκισθήσεσθαι τῆς ἐπὶ Σκύθας, εἴποτε ξυμβαίνοι, ἐλάσεως καὶ τῆς προφυλακῆς τῆς χώρας πρὸς τὰς καταδρομὰς τῶν πέραν τοῦ ποταμοῦ ἐποικούντων βαρβάρων.
6. Mela, De Chorographia, 1.13, 3.39 (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 340
3.39. To the interior, beside Caspian Bay, are the Caspians and Amazons (at least the ones they call the Sauromatidae); alongside the Bay of Hyrcania are the Albani, the Moschi, and the Hyrcani; and on Scythian Bay are the Amardi, the Pestici, and, at this point near the strait, the Derbices. Many rivers, great and small, flow into that bay, but the famous one, the <... >, descends in a single bed from the Ceraunian Mountains and makes its outlet into the Caspian in two beds.
7. Pliny The Elder, Natural History, 7.193 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 25
8. Ctesias, Fragments, f1b  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 340
10. Ptolemy, Geographical Guide, 6.14.10  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 341
11. Polykleitos of Larisa, Fr., f7  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 340
12. Xenophon, Kyropaideia, 1.1.4  Tagged with subjects: •demodamas of miletus Found in books: Roller, A Guide to the Geography of Pliny the Elder (2022) 340