3. Herodotus, Histories, 4.32-4.35, 4.35.4, 5.82, 6.97, 6.118, 6.132, 6.134-6.135, 7.142-7.144, 9.1, 9.101 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • Aigina, Aiginetans, and Delian League • Akhaiia (archetypal Delian theoros) • Delian League • Delian tribute • Delos and Delians • Lesbos, and early Delian League • Naxos, Naxians, and Delian theoria • Omens, to Delians • Paros, and Delian theoria • Simonides, Delian paeans • Theseus, reformulating myth-ritual network of Delian theoria • islands, in the Aegean, in Delian League
Found in books: Eidinow and Kindt (2015), The Oxford Handbook of Ancient Greek Religion, 280; Gagne (2021), Cosmography and the Idea of Hyperborea in Ancient Greece, 17, 51, 143, 203, 312; Kowalzig (2007), Singing for the Gods: Performances of Myth and Ritual in Archaic and Classical Greece, 83, 84, 85, 90, 99, 106, 123, 215; Mikalson (2003), Herodotus and Religion in the Persian Wars, 26, 27, 36, 43, 87, 122, 140, 148, 157, 231; Raaflaub Ober and Wallace (2007), Origins of Democracy in Ancient Greece, 79
sup> 4.32 Ὑπερβορέων δὲ πέρι ἀνθρώπων οὔτε τι Σκύθαι λέγουσι οὐδὲν οὔτε τινὲς ἄλλοι τῶν ταύτῃ οἰκημένων, εἰ μὴ ἄρα Ἰσσηδόνες. ὡς δὲ ἐγὼ δοκέω, οὐδʼ οὗτοι λέγουσι οὐδέν· ἔλεγον γὰρ ἂν καὶ Σκύθαι, ὡς περὶ τῶν μουνοφθάλμων λέγουσι. ἀλλʼ Ἡσιόδῳ μὲν ἐστὶ περὶ Ὑπερβορέων εἰρημένα, ἔστι δὲ καὶ Ὁμήρῳ ἐν Ἐπιγόνοισι, εἰ δὴ τῷ ἐόντι γε Ὅμηρος ταῦτα τὰ ἔπεα ἐποίησε. 4.33 πολλῷ δέ τι πλεῖστα περὶ αὐτῶν Δήλιοι λέγουσι, φάμενοι ἱρὰ ἐνδεδεμένα ἐν καλάμῃ πυρῶν ἐξ Ὑπερβορέων φερόμενα ἀπικνέεσθαι ἐς Σκύθας, ἀπὸ δὲ Σκυθέων ἤδη δεκομένους αἰεὶ τοὺς πλησιοχώρους ἑκάστους κομίζειν αὐτὰ τὸ πρὸς ἑσπέρης ἑκαστάτω ἐπὶ τὸν Ἀδρίην, ἐνθεῦτεν δὲ πρὸς μεσαμβρίην προπεμπόμενα πρώτους Δωδωναίους Ἑλλήνων δέκεσθαι, ἀπὸ δὲ τούτων καταβαίνειν ἐπὶ τὸν Μηλιέα κόλπον καὶ διαπορεύεσθαι ἐς Εὔβοιαν, πόλιν τε ἐς πόλιν πέμπειν μέχρι Καρύστου, τὸ δʼ ἀπὸ ταύτης ἐκλιπεῖν Ἄνδρον· Καρυστίους γὰρ εἶναι τοὺς κομίζοντας ἐς Τῆνον, Τηνίους δὲ ἐς Δῆλον. ἀπικνέεσθαι μέν νυν οὕτω ταῦτα τὰ ἱρὰ λέγουσι ἐς Δῆλον· πρῶτον δὲ τοὺς Ὑπερβορέους πέμψαι φερούσας τὰ ἱρὰ δὺο κόρας, τὰς ὀνομάζουσι Δήλιοι εἶναι Ὑπερόχην τε καὶ Λαοδίκην· ἅμα δὲ αὐτῇσι ἀσφαλείης εἵνεκεν πέμψαι τοὺς Ὑπερβορέους τῶν ἀστῶν ἄνδρας πέντε πομπούς, τούτους οἳ νῦν Περφερέες καλέονται τιμὰς μεγάλας ἐν Δήλῳ ἔχοντες. ἐπεὶ δὲ τοῖσι Ὑπερβορέοισι τοὺς ἀποπεμφθέντας ὀπίσω οὐκ ἀπονοστέειν, δεινὰ ποιευμένους εἰ σφέας αἰεὶ καταλάμψεται ἀποστέλλοντας μὴ ἀποδέκεσθαι, οὕτω δὴ φέροντας ἐς τοὺς οὔρους τὰ ἱρὰ ἐνδεδεμένα ἐν πυρῶν καλάμῃ τοὺς πλησιοχώρους ἐπισκήπτειν κελεύοντας προπέμπειν σφέα ἀπὸ ἑωυτῶν ἐς ἄλλο ἔθνος. καὶ ταῦτα μὲν οὕτω προπεμπόμενα ἀπικνέεσθαι λέγουσι ἐς Δῆλον. οἶδα δὲ αὐτὸς τούτοισι τοῖσι ἱροῖσι τόδε ποιεύμενον προσφερές, τὰς Θρηικίας καὶ τὰς Παιονίδας γυναῖκας, ἐπεὰν θύωσι τῇ Ἀρτέμιδι τῇ βασιλείῃ, οὐκ ἄνευ πυρῶν καλάμης ἐχούσας τὰ ἱρά. 4.34 καὶ ταῦτα μὲν δὴ ταύτας οἶδα ποιεύσας· τῇσι δὲ παρθένοισι ταύτῃσι τῇσι ἐξ Ὑπερβορέων τελευτησάσῃσι ἐν Δήλῳ κείρονται καὶ αἱ κόραι καὶ οἱ παῖδες οἱ Δηλίων· αἱ μὲν πρὸ γάμου πλόκαμον ἀποταμνόμεναι καὶ περὶ ἄτρακτον εἱλίξασαι ἐπὶ τὸ σῆμα τιθεῖσι ʽτὸ δὲ σῆμα ἐστὶ ἔσω ἐς τὸ Ἀρτεμίσιον ἐσιόντι ἀριστερῆς χειρός, ἐπιπέφυκε δέ οἱ ἐλαίἠ, ὅσοι δὲ παῖδες τῶν Δηλίων, περὶ χλόην τινὰ εἱλίξαντες τῶν τριχῶν τιθεῖσι καὶ οὗτοι ἐπὶ τὸ σῆμα. 4.35 αὗται μὲν δὴ ταύτην τιμὴν ἔχουσι πρὸς τῶν Δήλου οἰκητόρων. φασὶ δὲ οἱ αὐτοὶ οὗτοι καὶ τὴν Ἄργην τε καὶ τὴν Ὦπιν ἐούσας παρθένους ἐξ Ὑπερβορέων κατὰ τοὺς αὐτοὺς τούτους ἀνθρώπους πορευομένας ἀπικέσθαι ἐς Δῆλον ἔτι πρότερον Ὑπερόχης τε καὶ Λαοδίκης. ταύτας μέν νυν τῇ Εἰλειθυίῃ ἀποφερούσας ἀντὶ τοῦ ὠκυτόκου τὸν ἐτάξαντο φόρον ἀπικέσθαι, τὴν δὲ Ἄργην τε καὶ τὴν Ὦπιν ἅμα αὐτοῖσι θεοῖσι ἀπικέσθαι λέγουσι καὶ σφι τιμὰς ἄλλας δεδόσθαι πρὸς σφέων· καὶ γὰρ ἀγείρειν σφι τὰς γυναῖκας ἐπονομαζούσας τὰ οὐνόματα ἐν τῷ ὕμνῳ τόν σφι Ὠλὴν ἀνὴρ Λύκιος ἐποίησε, παρὰ δὲ σφέων μαθόντας νησιώτας τε καὶ Ἴωνας ὑμνέειν Ὦπίν τε καὶ Ἄργην ὀνομάζοντάς τε καὶ ἀγείροντας ʽοὗτος δὲ ὁ Ὠλὴν καὶ τοὺς ἄλλους τοὺς παλαιοὺς ὕμνους ἐποίησε ἐκ Λυκίης ἐλθὼν τοὺς ἀειδομένους ἐν Δήλᾠ, καὶ τῶν μηρίων καταγιζομένων ἐπὶ τῷ βωμῷ τὴν σποδὸν ταύτην ἐπὶ τὴν θήκην τῆς Ὤπιός τε καὶ Ἄργης ἀναισιμοῦσθαι ἐπιβαλλομένην. ἡ δὲ θήκη αὐτέων ἐστὶ ὄπισθε τοῦ Ἀρτεμισίου, πρὸς ἠῶ τετραμμένη, ἀγχοτάτω τοῦ Κηίων ἱστιητορίου.' 5.82 ἡ δὲ ἔχθρη ἡ προοφειλομένη ἐς Ἀθηναίους ἐκ τῶν Αἰγινητέων ἐγένετο ἐξ ἀρχῆς τοιῆσδε. Ἐπιδαυρίοισι ἡ γῆ καρπὸν οὐδένα ἀνεδίδου. περὶ ταύτης ὦν τῆς συμφορῆς οἱ Ἐπιδαύριοι ἐχρέωντο ἐν Δελφοῖσι· ἡ δὲ Πυθίη σφέας ἐκέλευε Δαμίης τε καὶ Αὐξησίης ἀγάλματα ἱδρύσασθαι καί σφι ἱδρυσαμένοισι ἄμεινον συνοίσεσθαι. ἐπειρώτεον ὦν οἱ Ἐπιδαύριοι κότερα χαλκοῦ ποιέωνται τὰ ἀγάλματα ἢ λίθου· ἡ δὲ Πυθίη οὐδέτερα τούτων ἔα, ἀλλὰ ξύλου ἡμέρης ἐλαίης. ἐδέοντο ὦν οἱ Ἐπιδαύριοι Ἀθηναίων ἐλαίην σφι δοῦναι ταμέσθαι, ἱρωτάτας δὴ κείνας νομίζοντες εἶναι. λέγεται δὲ καὶ ὡς ἐλαῖαι ἦσαν ἄλλοθι γῆς οὐδαμοῦ κατὰ χρόνον ἐκεῖνον ἢ ἐν Ἀθήνῃσι. οἳ δὲ ἐπὶ τοῖσιδε δώσειν ἔφασαν ἐπʼ ᾧ ἀπάξουσι ἔτεος ἑκάστου τῇ Ἀθηναίῃ τε τῇ Πολιάδι ἱρὰ καὶ τῷ Ἐρεχθέι. καταινέσαντες δὲ ἐπὶ τούτοισι οἱ Ἐπιδαύριοι τῶν τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα ἐκ τῶν ἐλαιέων τουτέων ποιησάμενοι ἱδρύσαντο· καὶ ἥ τε γῆ σφι ἔφερε καρπὸν καὶ Ἀθηναίοισι ἐπετέλεον τὰ συνέθεντο. 6.97 ἐν ᾧ δὲ οὗτοι ταῦτα ἐποίευν, οἱ Δήλιοι ἐκλιπόντες καὶ αὐτοὶ τὴν Δῆλον οἴχοντο φεύγοντες ἐς Τῆνον. τῆς δὲ στρατιῆς καταπλεούσης ὁ Δᾶτις προπλώσας οὐκ ἔα τὰς νέας πρὸς τὴν Δῆλον προσορμίζεσθαι, ἀλλὰ πέρην ἐν τῇ Ῥηναίῃ· αὐτὸς δὲ πυθόμενος ἵνα ἦσαν οἱ Δήλιοι, πέμπων κήρυκα ἠγόρευέ σφι τάδε. “ἄνδρες ἱροί, τί φεύγοντες οἴχεσθε, οὐκ ἐπιτήδεα καταγνόντες κατʼ ἐμεῦ; ἐγὼ γὰρ καὶ αὐτὸς ἐπὶ τοσοῦτό γε φρονέω καὶ μοι ἐκ βασιλέος ὧδε ἐπέσταλται, ἐν τῇ χώρῃ οἱ δύο θεοὶ ἐγένοντο, ταύτην μηδὲν σίνεσθαι, μήτε αὐτὴν τὴν χώρην μήτε τοὺς οἰκήτορας αὐτῆς. νῦν ὦν καὶ ἄπιτε ἐπὶ τὰ ὑμέτερα αὐτῶν καὶ τὴν νῆσον νέμεσθε.” ταῦτα μὲν ἐπεκηρυκεύσατο τοῖσι Δηλίοισι, μετὰ δὲ λιβανωτοῦ τριηκόσια τάλαντα κατανήσας ἐπὶ τοῦ βωμοῦ ἐθυμίησε. 6.118 Δᾶτις δὲ πορευόμενος ἅμα τῷ στρατῷ ἐς τὴν Ἀσίην, ἐπείτε ἐγένετο ἐν Μυκόνῳ, εἶδε ὄψιν ἐν τῷ ὕπνῳ. καὶ ἥτις μὲν ἦν ἡ ὄψις, οὐ λέγεται· ὁ δέ, ὡς ἡμέρη τάχιστα ἐπέλαμψε, ζήτησιν ἐποιέετο τῶν νεῶν, εὑρὼν δὲ ἐν νηὶ Φοινίσσῃ ἄγαλμα Ἀπόλλωνος κεχρυσωμένον ἐπυνθάνετο ὁκόθεν σεσυλημένον εἴη, πυθόμενος δὲ ἐξ οὗ ἦν ἱροῦ, ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐς Δῆλον· καὶ ἀπίκατο γὰρ τηνικαῦτα οἱ Δήλιοι ὀπίσω ἐς τὴν νῆσον, κατατίθεταί τε ἐς τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται τοῖσι Δηλίοισι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐς Δήλιον τὸ Θηβαίων· τὸ δʼ ἔστι ἐπὶ θαλάσσῃ Χαλκίδος καταντίον. Δᾶτις μὲν δὴ ταῦτα ἐντειλάμενος ἀπέπλεε, τὸν δὲ ἀνδριάντα τοῦτον Δήλιοι οὐκ ἀπήγαγον, ἀλλά μιν διʼ ἐτέων εἴκοσι Θηβαῖοι αὐτοὶ ἐκ θεοπροπίου ἐκομίσαντο ἐπὶ Δήλιον. 6.132 μετὰ δὲ τὸ ἐν Μαραθῶνι τρῶμα γενόμενον Μιλτιάδης, καὶ πρότερον εὐδοκιμέων παρὰ Ἀθηναίοισι, τότε μᾶλλον αὔξετο. αἰτήσας δὲ νέας ἑβδομήκοντα καὶ στρατιήν τε καὶ χρήματα Ἀθηναίους, οὐ φράσας σφι ἐπʼ ἣν ἐπιστρατεύσεται χώρην, ἀλλὰ φὰς αὐτοὺς καταπλουτιεῖν ἤν οἱ ἕπωνται· ἐπὶ γὰρ χώρην τοιαύτην δή τινα ἄξειν ὅθεν χρυσὸν εὐπετέως ἄφθονον οἴσονται· λέγων τοιαῦτα αἴτεε τὰς νέας. Ἀθηναῖοι δὲ τούτοισι ἐπαερθέντες παρέδοσαν. 6.134 ἐς μὲν δὴ τοσοῦτο τοῦ λόγου οἱ πάντες Ἕλληνες λέγουσι, τὸ ἐνθεῦτεν δὲ αὐτοὶ Πάριοι γενέσθαι ὧδε λέγουσι. Μιλτιάδῃ ἀπορέοντι ἐλθεῖν ἐς λόγους αἰχμάλωτον γυναῖκα, ἐοῦσαν μὲν Παρίην γένος, οὔνομα δέ οἱ εἶναι Τιμοῦν, εἶναι δὲ ὑποζάκορον τῶν χθονίων θεῶν· ταύτην ἐλθοῦσαν ἐς ὄψιν Μιλτιάδεω συμβουλεῦσαι, εἰ περὶ πολλοῦ ποιέεται Πάρον ἑλεῖν, τὰ ἂν αὐτὴ ὑποθῆται, ταῦτα ποιέειν. μετὰ δὲ τὴν μὲν ὑποθέσθαι, τὸν δὲ διερχόμενον ἐπὶ τὸν κολωνὸν τὸν πρὸ τῆς πόλιος ἐόντα ἕρκος θεσμοφόρου Δήμητρος ὑπερθορεῖν, οὐ δυνάμενον τὰς θύρας ἀνοῖξαι, ὑπερθορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον ὅ τι δὴ ποιήσοντα ἐντός, εἴτε κινήσοντά τι τῶν ἀκινήτων εἴτε ὅ τι δή κοτε πρήξοντα· πρὸς τῇσι θύρῃσί τε γενέσθαι καὶ πρόκατε φρίκης αὐτὸν ὑπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι, καταθρώσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι· οἳ δὲ αὐτὸν τὸ γόνυ προσπταῖσαι λέγουσι. 6.135 Μιλτιάδης μέν νυν φλαύρως ἔχων ἀπέπλεε ὀπίσω, οὔτε χρήματα Ἀθηναίοισι ἄγων οὔτε Πάρον προσκτησάμενος, ἀλλὰ πολιορκήσας τε ἓξ καὶ εἴκοσι ἡμέρας καὶ δηιώσας τὴν νῆσον. Πάριοι δὲ πυθόμενοι ὡς ἡ ὑποζάκορος τῶν θεῶν Τιμὼ Μιλτιάδῃ κατηγήσατο, βουλόμενοί μιν ἀντὶ τούτων τιμωρήσασθαι, θεοπρόπους πέμπουσι ἐς Δελφούς ὥς σφεας ἡσυχίη τῆς πολιορκίης ἔσχε· ἔπεμπον δὲ ἐπειρησομένους εἰ καταχρήσωνται τὴν ὑποζάκορον τῶν θεῶν τὴν ἐξηγησαμένην τοῖσι ἐχθροῖσι τῆς πατρίδος ἅλωσιν καὶ τὰ ἐς ἔρσενα γόνον ἄρρητα ἱρὰ ἐκφήνασαν Μιλτιάδῃ. ἡ δὲ Πυθίη οὐκ ἔα, φᾶσα οὐ Τιμοῦν εἶναι τὴν αἰτίην τούτων, ἀλλὰ δεῖν γὰρ Μιλτιάδεα τελευτᾶν μὴ εὖ, φανῆναί οἱ τῶν κακῶν κατηγεμόνα. 7.142 ταῦτα σφι ἠπιώτερα γὰρ τῶν προτέρων καὶ ἦν καὶ ἐδόκεε εἶναι, συγγραψάμενοι ἀπαλλάσσοντο ἐς τὰς Ἀθήνας. ὡς δὲ ἀπελθόντες οἱ θεοπρόποι ἀπήγγελλον ἐς τὸν δῆμον, γνῶμαι καὶ ἄλλαι πολλαὶ γίνονται διζημένων τὸ μαντήιον καὶ αἵδε συνεστηκυῖαι μάλιστα. τῶν πρεσβυτέρων ἔλεγον μετεξέτεροι δοκέειν σφίσι τὸν θεὸν τὴν ἀκρόπολιν χρῆσαι περιέσεσθαι. ἡ γὰρ ἀκρόπολις τὸ πάλαι τῶν Ἀθηναίων ῥηχῷ ἐπέφρακτο. οἳ μὲν δὴ κατὰ τὸν φραγμὸν συνεβάλλοντο τοῦτο τὸ ξύλινον τεῖχος εἶναι, οἳ δʼ αὖ ἔλεγον τὰς νέας σημαίνειν τὸν θεόν, καὶ ταύτας παραρτέεσθαι ἐκέλευον τὰ ἄλλα ἀπέντας. τοὺς ὦν δὴ τὰς νέας λέγοντας εἶναι τὸ ξύλινον τεῖχος ἔσφαλλε τὰ δύο τὰ τελευταῖα ῥηθέντα ὑπὸ τῆς Πυθίης, ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. κατὰ ταῦτα τὰ ἔπεα συνεχέοντο αἱ γνῶμαι τῶν φαμένων τὰς νέας τὸ ξύλινον τεῖχος εἶναι· οἱ γὰρ χρησμολόγοι ταύτῃ ταῦτα ἐλάμβανον, ὡς ἀμφὶ Σαλαμῖνα δεῖ σφεας ἑσσωθῆναι ναυμαχίην παρασκευασαμένους. 7.143 ἦν δὲ τῶν τις Ἀθηναίων ἀνὴρ ἐς πρώτους νεωστὶ παριών, τῷ οὔνομα μὲν ἦν Θεμιστοκλέης, παῖς δὲ Νεοκλέος ἐκαλέετο. οὗτος ὡνὴρ οὐκ ἔφη πᾶν ὀρθῶς τοὺς χρησμολόγους συμβάλλεσθαι, λέγων τοιάδε· εἰ ἐς Ἀθηναίους εἶχε τὸ ἔπος εἰρημένον ἐόντως, οὐκ ἂν οὕτω μιν δοκέειν ἠπίως χρησθῆναι, ἀλλὰ ὧδε “ὦ σχετλίη Σαλαμίσ” ἀντὶ τοῦ “ὦ θείη Σαλαμίς,” εἴ πέρ γε ἔμελλον οἱ οἰκήτορες ἀμφʼ αὐτῇ τελευτήσειν· ἀλλὰ γὰρ ἐς τοὺς πολεμίους τῷ θεῷ εἰρῆσθαι τὸ χρηστήριον συλλαμβάνοντι κατὰ τὸ ὀρθόν, ἀλλʼ οὐκ ἐς Ἀθηναίους· παρασκευάζεσθαι ὦν αὐτοὺς ὡς ναυμαχήσοντας συνεβούλευε, ὡς τούτου ἐόντος τοῦ ξυλίνου τείχεος. ταύτῃ Θεμιστοκλέος ἀποφαινομένου Ἀθηναῖοι ταῦτα σφίσι ἔγνωσαν αἱρετώτερα εἶναι μᾶλλον ἢ τὰ τῶν χρησμολόγων, οἳ οὐκ ἔων ναυμαχίην ἀρτέεσθαι, τὸ δὲ σύμπαν εἰπεῖν οὐδὲ χεῖρας ἀνταείρεσθαι, ἀλλὰ ἐκλιπόντας χώρην τὴν Ἀττικὴν ἄλλην τινὰ οἰκίζειν. 7.144 ἑτέρη τε Θεμιστοκλέι γνώμη ἔμπροσθε ταύτης ἐς καιρὸν ἠρίστευσε, ὅτε Ἀθηναίοισι γενομένων χρημάτων μεγάλων ἐν τῷ κοινῷ, τὰ ἐκ τῶν μετάλλων σφι προσῆλθε τῶν ἀπὸ Λαυρείου, ἔμελλον λάξεσθαι ὀρχηδὸν ἕκαστος δέκα δραχμάς· τότε Θεμιστοκλέης ἀνέγνωσε Ἀθηναίους τῆς διαιρέσιος ταύτης παυσαμένους νέας τούτων τῶν χρημάτων ποιήσασθαι διηκοσίας ἐς τὸν πόλεμον, τὸν πρὸς Αἰγινήτας λέγων. οὗτος γὰρ ὁ πόλεμος συστὰς ἔσωσε ἐς τὸ τότε τὴν Ἑλλάδα, ἀναγκάσας θαλασσίους γενέσθαι Ἀθηναίους. αἳ δὲ ἐς τὸ μὲν ἐποιήθησαν οὐκ ἐχρήσθησαν, ἐς δέον δὲ οὕτω τῇ Ἑλλάδι ἐγένοντο. αὗταί τε δὴ αἱ νέες τοῖσι Ἀθηναίοισι προποιηθεῖσαι ὑπῆρχον, ἑτέρας τε ἔδεε προσναυπηγέεσθαι. ἔδοξέ τέ σφι μετὰ τὸ χρηστήριον βουλευομένοισι ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα τὸν βάρβαρον δέκεσθαι τῇσι νηυσὶ πανδημεί, τῷ θεῷ πειθομένους, ἅμα Ἑλλήνων τοῖσι βουλομένοισι. 9.1 Μαρδόνιος δέ, ὥς οἱ ἀπονοστήσας Ἀλέξανδρος τὰ παρὰ Ἀθηναίων ἐσήμηνε, ὁρμηθεὶς ἐκ Θεσσαλίης ἦγε τὴν στρατιὴν σπουδῇ ἐπὶ τὰς Ἀθήνας. ὅκου δὲ ἑκάστοτε γίνοιτο, τούτους παρελάμβανε. τοῖσι δὲ Θεσσαλίης ἡγεομένοισι οὔτε τὰ πρὸ τοῦ πεπρηγμένα μετέμελε οὐδὲν πολλῷ τε μᾶλλον ἐπῆγον τὸν Πέρσην, καὶ συμπροέπεμψέ τε Θώρηξ ὁ Ληρισαῖος Ξέρξην φεύγοντα καὶ τότε ἐκ τοῦ φανεροῦ παρῆκε Μαρδόνιον ἐπὶ τὴν Ἑλλάδα.
9.101 καὶ τόδε ἕτερον συνέπεσε γενόμενον, Δήμητρος τεμένεα Ἐλευσινίης παρὰ ἀμφοτέρας τὰς συμβολὰς εἶναι· καὶ γὰρ δὴ ἐν τῇ Πλαταιίδι παρʼ αὐτὸ τὸ Δημήτριον ἐγίνετο, ὡς καὶ πρότερόν μοι εἴρηται, ἡ μάχη, καὶ ἐν Μυκάλῃ ἔμελλε ὡσαύτως ἔσεσθαι. γεγονέναι δὲ νίκην τῶν μετὰ Παυσανίεω Ἑλλήνων ὀρθῶς σφι ἡ φήμη συνέβαινε ἐλθοῦσα· τὸ μὲν γὰρ ἐν Πλαταιῇσι πρωὶ ἔτι τῆς ἡμέρης ἐγίνετο, τὸ δὲ ἐν Μυκάλῃ περὶ δείλην· ὅτι δὲ τῆς αὐτῆς ἡμέρης συνέβαινε γίνεσθαι μηνός τε τοῦ αὐτοῦ, χρόνῳ οὐ πολλῷ σφι ὕστερον δῆλα ἀναμανθάνουσι ἐγίνετο. ἦν δὲ ἀρρωδίη σφι, πρὶν τὴν φήμην ἐσαπικέσθαι, οὔτι περὶ σφέων αὐτῶν οὕτω ὡς τῶν Ἑλλήνων, μὴ περὶ Μαρδονίῳ πταίσῃ ἡ Ἑλλάς. ὡς μέντοι ἡ κληδὼν αὕτη σφι ἐσέπτατο, μᾶλλόν, τι καὶ ταχύτερον τὴν πρόσοδον ἐποιεῦντο. οἱ μὲν δὴ Ἕλληνες καὶ οἱ βάρβαροι ἔσπευδον ἐς τὴν μάχην, ὥς σφι καί αἱ νῆσοι καὶ ὁ Ἑλλήσποντος ἄεθλα προέκειτο.'' None | sup> 4.32 Concerning the Hyperborean people, neither the Scythians nor any other inhabitants of these lands tell us anything, except perhaps the Issedones. And, I think, even they say nothing; for if they did, then the Scythians, too, would have told, just as they tell of the one-eyed men. But Hesiod speaks of Hyperboreans, and Homer too in his poem 4.33 But the Delians say much more about them than any others do. They say that offerings wrapped in straw are brought from the Hyperboreans to Scythia; when these have passed Scythia, each nation in turn receives them from its neighbors until they are carried to the Adriatic sea, which is the most westerly limit of their journey; ,from there, they are brought on to the south, the people of Dodona being the first Greeks to receive them. From Dodona they come down to the Melian gulf, and are carried across to Euboea, and one city sends them on to another until they come to Carystus; after this, Andros is left out of their journey, for Carystians carry them to Tenos, and Tenians to Delos. ,Thus (they say) these offerings come to Delos. But on the first journey, the Hyperboreans sent two maidens bearing the offerings, to whom the Delians give the names Hyperoche and Laodice, and five men of their people with them as escort for safe conduct, those who are now called Perpherees and greatly honored at Delos. ,But when those whom they sent never returned, they took it amiss that they should be condemned always to be sending people and not getting them back, and so they carry the offerings, wrapped in straw, to their borders, and tell their neighbors to send them on from their own country to the next; ,and the offerings, it is said, come by this conveyance to Delos. I can say of my own knowledge that there is a custom like these offerings; namely, that when the Thracian and Paeonian women sacrifice to the Royal Artemis, they have straw with them while they sacrifice. 4.34 I know that they do this. The Delian girls and boys cut their hair in honor of these Hyperborean maidens, who died at Delos; the girls before their marriage cut off a tress and lay it on the tomb, wound around a spindle ,(this tomb is at the foot of an olive-tree, on the left hand of the entrance of the temple of Artemis); the Delian boys twine some of their hair around a green stalk, and lay it on the tomb likewise. 4.35.4 Furthermore, they say that when the thighbones are burnt in sacrifice on the altar, the ashes are all cast on the burial-place of Opis and Arge, behind the temple of Artemis, looking east, nearest the refectory of the people of Ceos. ' "4.35 In this way, then, these maidens are honored by the inhabitants of Delos. These same Delians relate that two virgins, Arge and Opis, came from the Hyperboreans by way of the aforesaid peoples to Delos earlier than Hyperoche and Laodice; ,these latter came to bring to Eileithyia the tribute which they had agreed to pay for easing child-bearing; but Arge and Opis, they say, came with the gods themselves, and received honors of their own from the Delians. ,For the women collected gifts for them, calling upon their names in the hymn made for them by Olen of Lycia; it was from Delos that the islanders and Ionians learned to sing hymns to Opis and Arge, calling upon their names and collecting gifts (this Olen, after coming from Lycia, also made the other and ancient hymns that are sung at Delos). ,Furthermore, they say that when the thighbones are burnt in sacrifice on the altar, the ashes are all cast on the burial-place of Opis and Arge, behind the temple of Artemis, looking east, nearest the refectory of the people of Ceos. 5.82 This was the beginning of the Aeginetans' long-standing debt of enmity against the Athenians. The Epidaurians' land bore no produce. For this reason they inquired at Delphi concerning this calamity, and the priestess bade them set up images of Damia and Auxesia, saying that if they so did their luck would be better. The Epidaurians then asked in addition whether they should make the images of bronze or of stone, and the priestess bade them do neither, but make them of the wood of the cultivated olive. ,So the men of Epidaurus asked the Athenians to permit them to cut down some olive trees, supposing the olives there to be the holiest. Indeed it is said that at that time there were no olives anywhere save at Athens. ,The Athenians consented to give the trees, if the Epidaurians would pay yearly sacred dues to Athena, the city's goddess, and to Erechtheus. The Epidaurians agreed to this condition, and their request was granted. When they set up images made of these olive trees, their land brought forth fruit, and they fulfilled their agreement with the Athenians." " 6.97 While they did this, the Delians also left Delos and fled away to Tenos. As his expedition was sailing landwards, Datis went on ahead and bade his fleet anchor not off Delos, but across the water off Rhenaea. Learning where the Delians were, he sent a herald to them with this proclamation: ,“Holy men, why have you fled away, and so misjudged my intent? It is my own desire, and the king's command to me, to do no harm to the land where the two gods were born, neither to the land itself nor to its inhabitants. So return now to your homes and dwell on your island.” He made this proclamation to the Delians, and then piled up three hundred talents of frankincense on the altar and burnt it. " 6.118 Datis journeyed with his army to Asia, and when he arrived at Myconos he saw a vision in his sleep. What that vision was is not told, but as soon as day broke Datis made a search of his ships. He found in a Phoenician ship a gilded image of Apollo, and asked where this plunder had been taken. Learning from what temple it had come, he sailed in his own ship to Delos. ,The Delians had now returned to their island, and Datis set the image in the temple, instructing the Delians to carry it away to Theban Delium, on the coast opposite Chalcis. ,Datis gave this order and sailed away, but the Delians never carried that statue away; twenty years later the Thebans brought it to Delium by command of an oracle. 6.132 After the Persian disaster at Marathon, the reputation of Miltiades, already great at Athens, very much increased. He asked the Athenians for seventy ships, an army, and money, not revealing against what country he would lead them, but saying that he would make them rich if they followed him; he would bring them to a country from which they could easily carry away an abundance of gold; so he said when he asked for the ships. The Athenians were induced by these promises and granted his request. 6.134 All the Greeks tell the same story up to this point; after this the Parians themselves say that the following happened: as Miltiades was in a quandary, a captive woman named Timo, Parian by birth and an under-priestess of the goddesses of the dead, came to talk with him. ,Coming before Miltiades, she advised him, if taking Paros was very important to him, to do whatever she suggested. Then, following her advice, he passed through to the hill in front of the city and jumped over the fence of the precinct of Demeter the Lawgiver, since he was unable to open the door. After leaping over, he went to the shrine, whether to move something that should not be moved, or with some other intention. When he was right at the doors, he was immediately seized with panic and hurried back by the same route; leaping down from the wall he twisted his thigh, but some say he hit his knee. ' "6.135 So Miltiades sailed back home in a sorry condition, neither bringing money for the Athenians nor having won Paros; he had besieged the town for twenty-six days and ravaged the island. ,The Parians learned that Timo the under-priestess of the goddesses had been Miltiades' guide and desired to punish her for this. Since they now had respite from the siege, they sent messengers to Delphi to ask if they should put the under-priestess to death for guiding their enemies to the capture of her native country, and for revealing to Miltiades the rites that no male should know. ,But the Pythian priestess forbade them, saying that Timo was not responsible: Miltiades was doomed to make a bad end, and an apparition had led him in these evils. " 7.142 This answer seemed to be and really was more merciful than the first, and the envoys, writing it down, departed for Athens. When the messengers had left Delphi and laid the oracle before the people, there was much inquiry concerning its meaning, and among the many opinions which were uttered, two contrary ones were especially worthy of note. Some of the elder men said that the gods answer signified that the acropolis should be saved, for in old time the acropolis of Athens had been fenced by a thorn hedge, ,which, by their interpretation, was the wooden wall. But others supposed that the god was referring to their ships, and they were for doing nothing but equipping these. Those who believed their ships to be the wooden wall were disabled by the two last verses of the oracle: 7.143 Now there was a certain Athenian, by name and title Themistocles son of Neocles, who had lately risen to be among their chief men. He claimed that the readers of oracles had incorrectly interpreted the whole of the oracle and reasoned that if the verse really pertained to the Athenians, it would have been formulated in less mild language, calling Salamis “cruel” rather than “divine ” seeing that its inhabitants were to perish. ,Correctly understood, the gods' oracle was spoken not of the Athenians but of their enemies, and his advice was that they should believe their ships to be the wooden wall and so make ready to fight by sea. ,When Themistocles put forward this interpretation, the Athenians judged him to be a better counsellor than the readers of oracles, who would have had them prepare for no sea fight, and, in short, offer no resistance at all, but leave Attica and settle in some other country. " "7.144 The advice of Themistocles had prevailed on a previous occasion. The revenues from the mines at Laurium had brought great wealth into the Athenians' treasury, and when each man was to receive ten drachmae for his share, Themistocles persuaded the Athenians to make no such division but to use the money to build two hundred ships for the war, that is, for the war with Aegina. ,This was in fact the war the outbreak of which saved Hellas by compelling the Athenians to become seamen. The ships were not used for the purpose for which they were built, but later came to serve Hellas in her need. These ships, then, had been made and were already there for the Athenians' service, and now they had to build yet others. ,In their debate after the giving of the oracle they accordingly resolved that they would put their trust in the god and meet the foreign invader of Hellas with the whole power of their fleet, ships and men, and with all other Greeks who were so minded. " 9.1 When Alexander returned and told him what he had heard from the Athenians, Mardonius set forth from Thessaly and led his army with all zeal against Athens; he also took with him all the people to whose countries he came along the way. The rulers of Thessaly did not repent of what they had already done and were readier than before to further his march. Thorax of Larissa, who had given Xerxes safe-conduct in his flight, now, without any attempt of concealment, opened a passage for Mardonius into Hellas.
9.101 Moreover, there was the additional coincidence, that there were precincts of Eleusinian Demeter on both battlefields; for at Plataea the fight was near the temple of Demeter, as I have already said, and so it was to be at Mykale also. ,It happened that the rumor of a victory won by the Greeks with Pausanias was true, for the defeat at Plataea happened while it was yet early in the day, and the defeat of Mykale in the afternoon. That the two fell on the same day of the same month was proven to the Greeks when they examined the matter not long afterwards. ,Now before this rumor came they had been faint-hearted, fearing less for themselves than for the Greeks with Pausanias, that Hellas should stumble over Mardonius. But when the report sped among them, they grew stronger and swifter in their onset. So Greeks and barbarians alike were eager for battle, seeing that the islands and the Hellespont were the prizes of victory. '" None |
|