7. New Testament, Apocalypse, 1.1, 1.3, 1.5-1.7, 1.9, 2.9, 2.13, 5.9-5.10, 5.12-5.13, 7.9-7.17, 11.2, 11.11, 11.15-11.19, 12.6, 12.10-12.12, 14.1-14.5, 15.2-15.8, 20.4-20.6, 22.5, 22.10 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •nan Found in books: Berglund Crostini and Kelhoffer (2022) 133, 134, 135 1.1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ, ἥν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ,ἃ δεῖ γενέσθαιἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάνει, 1.3. μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα, ὁ γὰρ καιρὸς ἐγγύς. 1.5. καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ,ὁ μάρτυς ὁ πιστός,ὁπρωτότοκοςτῶν νεκρῶν καὶ ὁἄρχων τῶν βασιλέων τῆς γῆς.Τῷ ἀγαπῶντι ἡμᾶς καὶλύσαντιἡμᾶςἐκ τῶν αμαρτιῶν[ἡμῶν] ἐν τῷ αἵματι αὐτοῦ, 1.6. — καὶ ἐποίησεν ἡμᾶςβασιλείαν, ἱερεῖς τῷ θεῷκαὶ πατρὶ αὐτοῦ, — αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν. 1.7. Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν,καὶὄψεταιαὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸνἐξεκέντησαν, καὶ κόψονται ἐπʼ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς.ναί, ἀμήν. 1.9. Ἐγὼ Ἰωάνης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ. 2.9. Οἶδά σου τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 2.13. Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀντίπας, ὁ μάρτυς μου, ὁ πιστός [μου], ὃς ἀπεκτάνθη παρʼ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. 5.9. καὶᾁδουσιν ᾠδὴν καινὴνλέγοντες Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 5.10. καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς, καὶ βασιλεύουσιν ἐπὶ τῆς γῆς· 5.12. λέγοντες φωνῇ μεγάλῃ Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 5.13. καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης [ἐστίν], καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 7.9. Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· 7.10. καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ. 7.11. καὶ πάντες οἱ ἄγγελοι ἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 7.12. λέγοντες Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων [· ἀμήν]. 7.13. Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; 7.14. καὶ εἴρηκα αὐτῷ Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆςθλίψεωςτῆς μεγάλης, καὶἔπλυναν τὰς στολὰς αὐτῶνκαὶ ἐλεύκαναν αὐτὰςἐν τῷ αἵματιτοῦ ἀρνίου. 7.15. διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁκαθήμενος ἐπὶ τοῦ θρόνουσκηνώσει ἐπʼ αὐτούς. 7.16. οὐ πεινάσουσινἔτιοὐδὲ διψήσουσινἔτι, οὐδὲ μὴ πέσῃ ἐπʼ αὐτοὺς ὁ 7.17. ἥλιος οὐδὲ πᾶνκαῦμα,ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνουποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺςἐπὶζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶναὐτῶν. 11.2. καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθητοῖς ἔθνεσιν,καὶ τὴν πόλιν τὴν ἁγίανπατήσουσινμῆνας τεσσεράκοντα [καὶ] δύο. 11.11. καὶ μετὰ [τὰς] τρεῖς ἡμέρας καὶ ἥμισυπνεῦμα ζωῆςἐκ τοῦ θεοῦεἰσῆλθεν [ἐν] αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν,καὶφόβοςμέγαςἐπέπεσεν ἐπὶτοὺς θεωροῦντας αὐτούς· 11.15. Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγοντες Ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ κυρίου ἡμῶν καὶ τοῦ χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 11.16. καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι [οἱ] ἐνώπιον τοῦ θεοῦ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτῶν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ, 11.17. λέγοντες Εὐχαριστοῦμέν σοι, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφες τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας· 11.18. καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν. 11.19. καὶ ἠνοίγη ὁ ναὸς τοῦ θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθηἡ κιβωτὸς τῆς διαθήκηςαὐτοῦἐν τῷ ναῷαὐτοῦ· καὶ ἐγένοντοἀστραπαὶκαὶφωναὶ καὶ βρονταὶκαὶ σεισμὸς καὶχάλαζα μεγάλη. 12.6. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. 12.10. καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγωρ τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτοὺς ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός· 12.11. καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· 12.12. διὰ τοῦτο εὐφραίνεσθε, οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. 14.1. Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετʼ αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένονἐπὶ τῶν μετώπωναὐτῶν. 14.2. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦὡς φωνὴν ὑδάτων πολλῶνκαὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. 14.3. καὶᾁδουσινὡςᾠδὴν καινὴνἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. 14.4. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγει· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, 14.5. καὶἐν τῷ στόματιαὐτῶνοὐχ εὑρέθη ψεῦδος·ἄμωμοί εἰσιν. 15.2. Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. 15.3. καὶᾁδουσιν τὴν ᾠδὴν Μωυσέως τοῦ δούλου τοῦ θεοῦκαὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν αἰώνων· 15.4. τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος ὅσιος; ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν. 15.5. Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸςτῆς σκηνῆς τοῦ μαρτυρίουἐν τῷ οὐρανῷ, 15.6. καὶ ἐξῆλθαν οἱ ἑπτὰ ἄγγελοι [οἱ] ἔχοντες τὰςἑπτὰ πληγὰςἐκ τοῦ ναοῦ,ἐνδεδυ- μένοι λίθονκαθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. 15.7. καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 15.8. καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦἐκτῆς δόξηςτοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ,καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰςτὸν ναὸν ἄχρι τελεσθῶσιν αἱἑπτὰ πληγαὶτῶν ἑπτὰ ἀγγέλων. 20.4. Καὶεἶδον θρόνους,καὶἐκάθισανἐπʼ αὐτούς,καὶ κρίμͅα ἐδόθηαὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τὸ θηρίον οὐδὲ τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν· καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ χριστοῦ χίλια ἔτη. 20.5. οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. αὕτη ἡ ἀνάστασις ἡ πρώτη. 20.6. μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλʼ ἔσονταιἱερεῖς τοῦ θεοῦκαὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ [τὰ] χίλια ἔτη. 22.5. καὶ νὺξ οὐκ ἔσται ἔτι,καὶ οὐκἔχουσιν χρείαν φωτὸς λύχνου καὶφῶς ἡλίου,ὅτιΚύριος ὁ θεὸς φωτίσει[ἐπ̓] αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 22.10. Καὶ λέγει μοι Μὴσφραγίσῃςτοὺς λόγους τῆς προφητείαςτοῦ βιβλίουτούτου,ὁ καιρὸςγὰρ ἐγγύς ἐστιν. | 1.1. This is the Revelation of Jesus Christ, which God gave him to show to his servants the things which must happen soon, which he sent and made known by his angel to his servant, John, 1.3. Blessed is he who reads and those who hear the words of the prophecy, and keep the things that are written in it, for the time is at hand. 1.5. and from Jesus Christ, the faithful witness, the firstborn of the dead, and the ruler of the kings of the earth. To him who loves us, and washed us from our sins by his blood; 1.6. and he made us to be a kingdom, priests to his God and Father; to him be the glory and the dominion forever and ever. Amen. 1.7. Behold, he is coming with the clouds, and every eye will see him, including those who pierced him. All the tribes of the earth will mourn over him. Even so, Amen. 1.9. I John, your brother and partner with you in oppression, kingdom, and perseverance in Christ Jesus, was on the isle that is called Patmos because of God's Word and the testimony of Jesus Christ. 2.9. "I know your works, oppression, and your poverty (but you are rich), and the blasphemy of those who say they are Jews, and they are not, but are a synagogue of Satan. 2.13. "I know your works and where you dwell, where Satan's throne is. You hold firmly to my name, and didn't deny my faith in the days of Antipas my witness, my faithful one, who was killed among you, where Satan dwells. 5.9. They sang a new song, saying, "You are worthy to take the book, And to open its seals: For you were killed, And bought us for God with your blood, Out of every tribe, language, people, and nation, 5.10. And made them kings and priests to our God, And they reign on earth." 5.12. saying with a loud voice, "Worthy is the Lamb who has been killed to receive the power, riches, wisdom, might, honor, glory, and blessing!" 5.13. I heard every created thing which is in heaven, on the earth, under the earth, on the sea, and everything in them, saying, "To him who sits on the throne, and to the Lamb be the blessing, the honor, the glory, and the dominion, forever and ever! Amen." 7.9. After these things I looked, and behold, a great multitude, which no man could number, out of every nation and of all tribes, peoples, and languages, standing before the throne and before the Lamb, dressed in white robes, with palm branches in their hands. 7.10. They cried with a loud voice, saying, "Salvation be to our God, who sits on the throne, and to the Lamb!" 7.11. All the angels were standing around the throne, the elders, and the four living creatures; and they fell before his throne on their faces, and worshiped God, 7.12. saying, "Amen! Blessing, glory, wisdom, thanksgiving, honor, power, and might, be to our God forever and ever! Amen." 7.13. One of the elders answered, saying to me, "These who are arrayed in white robes, who are they, and where did they come from?" 7.14. I told him, "My lord, you know."He said to me, "These are those who came out of the great tribulation. They washed their robes, and made them white in the Lamb's blood. 7.15. Therefore they are before the throne of God, they serve him day and night in his temple. He who sits on the throne will spread his tent over them. 7.16. They will never be hungry, neither thirsty any more; neither will the sun beat on them, nor any heat; 7.17. for the Lamb who is in the midst of the throne shepherds them, and leads them to living springs of waters. God will wipe away every tear from their eyes." 11.2. Leave out the court which is outside of the temple, and don't measure it, for it has been given to the gentiles. They will tread the holy city under foot for forty-two months. 11.11. After the three and a half days, the breath of life from God entered into them, and they stood on their feet. Great fear fell on those who saw them. 11.15. The seventh angel sounded, and great voices in heaven followed, saying, "The kingdom of the world has become the Kingdom of our Lord, and of his Christ. He will reign forever and ever!" 11.16. The twenty-four elders, who sit before God's throne on their thrones, fell on their faces and worshiped God, 11.17. saying: "We give you thanks, Lord God, the Almighty, the one who is and who was; because you have taken your great power, and reigned. 11.18. The nations were angry, and your wrath came, as did the time for the dead to be judged, and to give your servants the prophets, their reward, as well as the saints, and those who fear your name, the small and the great; and to destroy those who destroy the earth." 11.19. God's temple that is in heaven was opened, and the ark of the Lord's covet was seen in his temple. Lightnings, sounds, thunders, an earthquake, and great hail followed. 12.6. The woman fled into the wilderness, where she has a place prepared by God, that there they may nourish her one thousand two hundred sixty days. 12.10. I heard a loud voice in heaven, saying, "Now is come the salvation, the power, and the Kingdom of our God, and the authority of his Christ; for the accuser of our brothers has been thrown down, who accuses them before our God day and night. 12.11. They overcame him because of the Lamb's blood, and because of the word of their testimony. They didn't love their life, even to death. 12.12. Therefore rejoice, heavens, and you who dwell in them. Woe to the earth and to the sea, because the devil has gone down to you, having great wrath, knowing that he has but a short time." 14.1. I saw, and behold, the Lamb standing on Mount Zion, and with him a number, one hundred forty-four thousand, having his name, and the name of his Father, written on their foreheads. 14.2. I heard a sound from heaven, like the sound of many waters, and like the sound of a great thunder. The sound which I heard was like that of harpers playing on their harps. 14.3. They sing a new song before the throne, and before the four living creatures and the elders. No one could learn the song except the one hundred forty-four thousand, those who had been redeemed out of the earth. 14.4. These are those who were not defiled with women, for they are virgins. These are those who follow the Lamb wherever he goes. These were redeemed by Jesus from among men, the first fruits to God and to the Lamb. 14.5. In their mouth was found no lie, for they are blameless. 15.2. I saw something like a sea of glass mixed with fire, and those who overcame the beast, and his image, and the number of his name, standing on the sea of glass, having harps of God. 15.3. They sang the song of Moses, the servant of God, and the song of the Lamb, saying, "Great and marvelous are your works, Lord God, the Almighty; Righteous and true are your ways, you King of the nations. 15.4. Who wouldn't fear you, Lord, And glorify your name? For you only are holy. For all the nations will come and worship before you. For your righteous acts have been revealed. 15.5. After these things I looked, and the temple of the tabernacle of the testimony in heaven was opened. 15.6. The seven angels who had the seven plagues came out, clothed with pure, bright linen, and wearing golden sashes around their breasts. 15.7. One of the four living creatures gave to the seven angels seven golden bowls full of the wrath of God, who lives forever and ever. 15.8. The temple was filled with smoke from the glory of God, and from his power. No one was able to enter into the temple, until the seven plagues of the seven angels would be finished. 20.4. I saw thrones, and they sat on them, and judgment was given to them. I saw the souls of those who had been beheaded for the testimony of Jesus, and for the word of God, and such as didn't worship the beast nor his image, and didn't receive the mark on their forehead and on their hand. They lived, and reigned with Christ for the thousand years. 20.5. The rest of the dead didn't live until the thousand years were finished. This is the first resurrection. 20.6. Blessed and holy is he who has part in the first resurrection. Over these, the second death has no power, but they will be priests of God and of Christ, and will reign with him one thousand years. 22.5. There will be no night, and they need no lamp light; for the Lord God will illuminate them. They will reign forever and ever. 22.10. He said to me, "Don't seal up the words of the prophecy of this book, for the time is at hand. |
|