Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.





2 results for "covert"
1. Josephus Flavius, Jewish Antiquities, 14.274, 15.266-15.267, 15.281, 15.328, 16.150-16.159, 17.180-17.181, 17.191-17.192, 18.1-18.10, 18.36, 18.101-18.129, 18.136, 18.255, 19.293-19.296, 19.331 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •covert resistance Found in books: Jensen, Herod Antipas in Galilee: The Literary and Archaeological Sources on the Reign of Herod Antipas and Its Socio-Economic Impact on Galilee (2010) 229
14.274. καὶ πρῶτος ̔Ηρώδης ἀπὸ τῆς Γαλιλαίας εἰσπραξάμενος ὅσα ἦν αὐτῷ προστεταγμένα φίλος ἦν εἰς τὰ μάλιστα Κασσίῳ: σῶφρον γὰρ ἔδοξεν αὐτῷ ̔Ρωμαίους ἤδη θεραπεύειν καὶ τὴν παρ' αὐτῶν κατασκευάζειν εὔνοιαν ἐκ τῶν ἀλλοτρίων πόνων. 15.266. περὶ τούτων ἐξαγγελθέντων αὐτῷ διὰ τῆς ἀδελφῆς ὁ βασιλεὺς πέμψας εἰς τοὺς τόπους, ἐν οἷς διατρίβειν ἐμηνύθησαν, ἐκείνους τε καὶ τοὺς συγκαταιτιαθέντας ἀπέκτεινεν, ὥστ' εἶναι μηδὲν ὑπόλοιπον ἐκ τῆς ̔Υρκανοῦ συγγενείας, ἀλλὰ τὴν βασιλείαν αὐτεξούσιον αὐτῷ μηδενὸς ὄντος ἐπ' ἀξιώματος ἐμποδὼν ἵστασθαι τοῖς παρανομουμένοις. 15.267. Διὰ τοῦτο καὶ μᾶλλον ἐξέβαινεν τῶν πατρίων ἐθῶν καὶ ξενικοῖς ἐπιτηδεύμασιν ὑποδιέφθειρεν τὴν πάλαι κατάστασιν ἀπαρεγχείρητον οὖσαν, ἐξ ὧν οὐ μικρὰ καὶ πρὸς τὸν αὖθις χρόνον ἠδικήθημεν ἀμεληθέντων ὅσα πρότερον ἐπὶ τὴν εὐσέβειαν ἦγεν τοὺς ὄχλους: 15.281. τινὲς δ' αὐτῶν ἐπέμενον τῇ δυσχερείᾳ τῶν οὐκ ἐξ ἔθους ἐπιτηδευμάτων, καὶ τὸ καταλύεσθαι τὰ πάτρια μεγάλων ἡγούμενοι ἀρχὴν κακῶν ὅσιον ᾠήθησαν ἀποκινδυνεῦσαι μᾶλλον ἢ δοκεῖν ἐξαλλαττομένης αὐτοῖς τῆς πολιτείας περιορᾶν ̔Ηρώδην πρὸς βίαν ἐπεισάγοντα τὰ μὴ δι' ἔθους ὄντα, καὶ λόγῳ μὲν βασιλέα, τῷ δ' ἔργῳ πολέμιον φαινόμενον τοῦ παντὸς ἔθνους. 15.328. ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς θεραπείας, ἣν ἐθεράπευεν Καίσαρα καὶ ̔Ρωμαίων τοὺς πλεῖστον δυναμένους, ἐκβαίνειν τῶν ἐθῶν ἠναγκάζετο καὶ πολλὰ τῶν νομίμων παραχαράττειν, πόλεις τε κτίζων ὑπὸ φιλοτιμίας καὶ ναοὺς ἐγείρων, οὐκ ἐν τῇ τῶν ̓Ιουδαίων, 16.151. ὅταν δὲ εἰς τὰς τιμωρίας καὶ ἀδικίας, ἃς εἰς τοὺς ἀρχομένους καὶ τοὺς οἰκειοτάτους ἐπεδείξατο βλέψῃ καὶ καταμάθῃ τὸ σκληρὸν καὶ τὸ δυσπαράκλητον τοῦ τρόπου, νικηθήσεται θηριώδη δοκεῖν καὶ πάσης μετριότητος ἀλλότριον. 16.152. ἔνθεν καὶ διάφορόν τινα καὶ μαχομένην ἐπ' αὐτῷ νομίζουσιν γενέσθαι τὴν προαίρεσιν. ἐγὼ δ' οὐχ οὕτως ἔχων μίαν αἰτίαν ἀμφοτέρων τούτων ὑπολαμβάνω: 16.153. φιλότιμος γὰρ ὢν καὶ τούτου τοῦ πάθους ἡττημένος ἰσχυρῶς, προήγετο μὲν εἰς μεγαλοψυχίαν, εἴ που μνήμης εἰς αὖθις ἢ κατὰ τὸ παρὸν εὐφημίας ἐλπὶς ἐμπέσοι. 16.154. ταῖς δὲ δαπάναις ὑπὲρ δύναμιν χρώμενος ἠναγκάζετο χαλεπὸς εἶναι τοῖς ὑποτεταγμένοις: τὰ γὰρ εἰς οὓς ἐδαπάνα πολλὰ γενόμενα κακῶν ποριστὴν ἐξ ὧν ἐλάμβανεν ἐποίει. 16.155. καὶ συνειδὼς ἐφ' οἷς ἠδίκει τοὺς ὑποτεταγμένους μισούμενον ἑαυτὸν τὸ μὲν ἐπανορθοῦσθαι τὰς ἁμαρτίας οὐ ῥᾴδιον ἐνόμιζεν: οὐδὲ γὰρ εἰς τὰς προσόδους λυσιτελὲς ἦν. ἀντεφιλονείκει δὲ τὴν δύσνοιαν αὐτὴν εὐπορίας ἀφορμὴν ποιούμενος. 16.156. περί γε μὴν τοὺς οἰκείους, εἴ τις ἢ λόγῳ μὴ θεραπεύοι τὸ δοῦλον ἐξομολογούμενος ἢ δόξειεν εἰς τὴν ἀρχήν τι παρακινεῖν, οὐχ ἱκανὸς ἑαυτοῦ κρατεῖν ἐγίνετο καὶ διεξῆλθεν ὁμοῦ συγγενεῖς καὶ φίλους ἴσα πολεμίοις τιμωρούμενος ἐκ τοῦ μόνος ἐθέλειν τετιμῆσθαι τὰς τοιαύτας ἁμαρτίας ἀναλαμβάνων. 16.157. μαρτύριον δέ μοι τούτου τοῦ πάθους, ὅτι μέγιστον περὶ αὐτὸν ἦν, καὶ τὰ γινόμενα κατὰ τὰς Καίσαρος καὶ ̓Αγρίππα καὶ τῶν ἄλλων φίλων τιμάς: οἷς γὰρ ἐθεράπευεν τοὺς κρείττονας, τούτοις καὶ αὐτὸς ἠξίου θεραπεύεσθαι καὶ τὸ κάλλιστον ὧν ᾤετο παρέχων ἐν τῷ διδόναι τὴν τοῦ τυχεῖν τῶν ὁμοίων ἐπιθυμίαν ἐδήλου. 16.158. τό γε μὴν ̓Ιουδαίων ἔθνος ἠλλοτρίωται νόμῳ πρὸς πάντα τὰ τοιαῦτα καὶ συνείθισται τὸ δίκαιον ἀντὶ τοῦ πρὸς δόξαν ἠγαπηκέναι. διόπερ οὐκ ἦν αὐτῷ κεχαρισμένον, ὅτι μὴ δυνατὸν εἰκόσιν ἢ ναοῖς ἢ τοιούτοις ἐπιτηδεύμασιν κολακεύειν τοῦ βασιλέως τὸ φιλότιμον. 16.159. αἰτία μὲν αὕτη μοι δοκεῖ τῆς ̔Ηρώδου περὶ μὲν τοὺς οἰκείους καὶ συμβούλους ἁμαρτίας, περὶ δὲ τοὺς ἔξω καὶ μὴ προσήκοντας εὐεργεσίας. 17.181. εἴγε καὶ ἀπιὼν τοῦ βίου πρόνοιαν εἶχεν, ὡς ἐν πένθει καὶ ἐρημίᾳ τῶν φιλτάτων τὸ πᾶν καταστήσειεν ἔθνος, ἕνα ἀπὸ ἑκάστου οἴκου κελεύων μεταχειρίσαι μηδὲν ἄδικον μήτε εἰς αὐτὸν δεδρακότας μήτε ἐφ' ἑτέροις ἐγκλήμασιν κατηγορίας αὐτῶν γενομένης, εἰωθότων οἷς προσποίησις ἀρετῆς καὶ πρὸς τοὺς δίκῃ ἐχθροὺς γεγονότας ἐν τοιοῖσδε καιροῖς τὰ μίση κατατίθεσθαι. 17.191. ταῦτα πράξας ἡμέρᾳ πέμπτῃ μεθ' ὃ ̓Αντίπατρον κτείνει τὸν υἱὸν τελευτᾷ, βασιλεύσας μεθ' ὃ μὲν ἀνεῖλεν ̓Αντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθ' ὃ δὲ ὑπὸ ̔Ρωμαίων ἀπεδέδεικτο ἑπτὰ καὶ τριάκοντα, ἀνὴρ ὠμὸς εἰς πάντας ὁμοίως καὶ ὀργῆς μὲν ἥσσων κρείσσων δὲ τοῦ δικαίου, τύχῃ δὲ εἰ καί τις ἕτερος κεχρημένος εὐμενεῖ. 18.1. Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι τά τε ἄλλα ἀξιώματι μέγας σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους ἀπεσταλμένος καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος, 18.1. περὶ ἧς ὀλίγα βούλομαι διελθεῖν, ἄλλως τε ἐπεὶ καὶ τῷ κατ' αὐτῶν σπουδασθέντι τοῖς νεωτέροις ὁ φθόρος τοῖς πράγμασι συνέτυχε. 18.1. καὶ νομίζων καὶ ὁπόσον αὐτῷ καθαρῶς συνειστήκει καὶ τόδε ἤτοι ἐφθαρμένον ἐπὶ δόλῳ τὴν εὔνοιαν προσποιεῖσθαι ἢ πείρας αὐτῷ γενομένης μετατάξεσθαι πρὸς τοὺς προαφεστηκότας, εἴς τι τῶν ἄνω σατραπειῶν ἔσωζεν αὑτόν. καὶ πολλὴν μετὰ ταῦτα στρατιὰν ἀθροίσας Δαῶν τε καὶ Σακῶν καὶ πολεμήσας τοὺς ἀνθεστηκότας κατέσχε τὴν ἀρχήν. 18.2. Κωπώνιός τε αὐτῷ συγκαταπέμπεται τάγματος τῶν ἱππέων, ἡγησόμενος ̓Ιουδαίων τῇ ἐπὶ πᾶσιν ἐξουσίᾳ. παρῆν δὲ καὶ Κυρίνιος εἰς τὴν ̓Ιουδαίαν προσθήκην τῆς Συρίας γενομένην ἀποτιμησόμενός τε αὐτῶν τὰς οὐσίας καὶ ἀποδωσόμενος τὰ ̓Αρχελάου χρήματα. 18.2. ἄξιον δ' αὐτῶν θαυμάσαι παρὰ πάντας τοὺς ἀρετῆς μεταποιουμένους τόδε διὰ τὸ μηδαμῶς ὑπάρξαν ̔Ελλήνων ἢ βαρβάρων τισίν, ἀλλὰ μηδ' εἰς ὀλίγον, ἐκείνοις ἐκ παλαιοῦ συνελθὸν ἐν τῷ ἐπιτηδεύεσθαι μὴ κεκωλῦσθαι: τὰ χρήματά τε κοινά ἐστιν αὐτοῖς, ἀπολαύει δὲ οὐδὲν ὁ πλούσιος τῶν οἰκείων μειζόνως ἢ ὁ μηδ' ὁτιοῦν κεκτημένος: καὶ τάδε πράσσουσιν ἄνδρες ὑπὲρ τετρακισχίλιοι τὸν ἀριθμὸν ὄντες. 18.2. οὐκ ἔσθ' ὅπως οὐκ εὐθέως ἀπαλλαγή τέ σοι τῶνδε τῶν δεσμῶν παρέσται καὶ πρόοδος ἐπὶ μήκιστον ἀξιώματός τε καὶ δυνάμεως, ζηλωτός τε ἂν γένοιο πᾶσιν, οἳ νῦν δι' οἴκτου τὰς τύχας σου λαμβάνουσιν, εὐδαίμονά τε ἂν ποιοῖο τὴν τελευτὴν παισίν, οἷς ἔσῃ τὸν βίον καταλειπόμενος. μνημονεύειν δέ, ὁπότε εἰσαῦθις τὸν ὄρνιν θεάσαιο τοῦτον, πέντε ἡμέραις σοι τὴν τελευτὴν ἐσομένην. 18.3. οἱ δὲ καίπερ τὸ κατ' ἀρχὰς ἐν δεινῷ φέροντες τὴν ἐπὶ ταῖς ἀπογραφαῖς ἀκρόασιν ὑποκατέβησαν τοῦ μὴ εἰς πλέον ἐναντιοῦσθαι πείσαντος αὐτοὺς τοῦ ἀρχιερέως ̓Ιωαζάρου, Βοηθοῦ δὲ οὗτος υἱὸς ἦν. καὶ οἱ μὲν ἡττηθέντες τοῦ ̓Ιωαζάρου τῶν λόγων ἀπετίμων τὰ χρήματα μηδὲν ἐνδοιάσαντες: 18.3. καὶ τότε οὖν ἐπεὶ τὸ πρῶτον γίνεται ἡ ἄνοιξις αὐτῶν, ἄνδρες Σαμαρεῖται κρύφα εἰς ̔Ιεροσόλυμα ἐλθόντες διάρριψιν ἀνθρωπείων ὀστῶν ἐν ταῖς στοαῖς καὶ διὰ παντὸς τοῦ ἱεροῦ ἤρξαντο μὴ πρότερον ἐπὶ τοιούτοις νομίζοντες τά τε ἄλλα διὰ φυλακῆς μείζονος ἦγον τὸ ἱερόν. 18.3. ἅμα δὲ καὶ τοῦ ̓Αγρίππου τὴν ἀρετὴν θαυμάσας, ἐν ὀλίγῳ αὔξειν τὴν οἰκείαν ἀρχὴν ἤτοι προσόδοις χρημάτων ἢ ἄλλῃ δυνάμει τοῦ κοινοῦ δὲ τῆς εὐθυμίας ἐπιμελοῖτο πρεσβεύων τοὺς νόμους καὶ τὸ θεῖον, συνεχώρει καὶ γράφει πρὸς τὸν Πετρώνιον, ἐκεῖνον τῆς τε ἀθροίσεως τοῦ στρατεύματος ἐπαινῶν καὶ τοῦ πρὸς αὐτὸν περὶ αὐτῶν ἐπεσταλκότος: 18.4. ̓Ιούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γάμαλα Σάδδωκον Φαρισαῖον προσλαβόμενος ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες καὶ τῆς ἐλευθερίας ἐπ' ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος: 18.4. Φραάτης παίδων αὐτῷ γενομένων γνησίων ̓Ιταλικῆς παιδίσκης * ὄνομα αὐτῇ Θεσμοῦσα. ταύτῃ ὑπὸ ̓Ιουλίου Καίσαρος μετ' ἄλλων δωρεῶν ἀπεσταλμένῃ τὸ μὲν πρῶτον παλλακίδι ἐχρῆτο, καταπλαγεὶς δὲ τῷ πολλῷ τῆς εὐμορφίας προϊόντος τοῦ χρόνου καὶ παιδὸς αὐτῇ τοῦ Φραατάκου γενομένου γαμετήν τε τὴν ἄνθρωπον ἀποφαίνεται καὶ τιμίαν ἦγεν. 18.5. ὡς παρασχὸν μὲν κατορθοῦν εἰς τὸ εὔδαιμον ἀνακειμένης τῆς κτήσεως, σφαλεῖσιν δὲ τοῦ ταύτης περιόντος ἀγαθοῦ τιμὴν καὶ κλέος ποιήσεσθαι τοῦ μεγαλόφρονος, καὶ τὸ θεῖον οὐκ ἄλλως ἢ ἐπὶ συμπράξει τῶν βουλευμάτων εἰς τὸ κατορθοῦν συμπροθυμεῖσθαι μᾶλλον, ἂν μεγάλων ἐρασταὶ τῇ διανοίᾳ καθιστάμενοι μὴ ἐξαφίωνται πόνου τοῦ ἐπ' αὐτοῖς. 18.5. κἀκεῖνος μὲν ἐβασίλευεν ἤδη Πάρθοις, Βονώνης δ' εἰς ̓Αρμενίαν διαπίπτει, καὶ κατ' ἀρχὰς μὲν ἐφίετο τῆς χώρας καὶ πρὸς ̔Ρωμαίους ἐπρέσβευεν. 18.6. καὶ ἡδονῇ γὰρ τὴν ἀκρόασιν ὧν λέγοιεν ἐδέχοντο οἱ ἄνθρωποι, προύκοπτεν ἐπὶ μέγα ἡ ἐπιβολὴ τοῦ τολμήματος, κακόν τε οὐκ ἔστιν, οὗ μὴ φυέντος ἐκ τῶνδε τῶν ἀνδρῶν καὶ περαιτέρω τοῦ εἰπεῖν ἀνεπλήσθη τὸ ἔθνος: 18.6. ̔Υδάτων δὲ ἐπαγωγὴν εἰς τὰ ̔Ιεροσόλυμα ἔπραξεν δαπάνῃ τῶν ἱερῶν χρημάτων ἐκλαβὼν τὴν ἀρχὴν τοῦ ῥεύματος ὅσον ἀπὸ σταδίων διακοσίων, οἱ δ' οὐκ ἠγάπων τοῖς ἀμφὶ τὸ ὕδωρ δρωμένοις πολλαί τε μυριάδες ἀνθρώπων συνελθόντες κατεβόων αὐτοῦ παύσασθαι τοῦ ἐπὶ τοιούτοις προθυμουμένου, τινὲς δὲ καὶ λοιδορίᾳ χρώμενοι ὕβριζον εἰς τὸν ἄνδρα, οἷα δὴ φιλεῖ πράσσειν ὅμιλος. 18.7. πολέμων τε ἐπαγωγαῖς οὐχ οἷον τὸ ἄπαυστον τὴν βίαν ἔχειν, καὶ ἀποστέρησιν φίλων, οἳ καὶ ἐπελαφρύνοιεν τὸν πόνον, λῃστηρίων τε μεγάλων ἐπιθέσεσιν καὶ διαφθοραῖς ἀνδρῶν τῶν πρώτων, δόξα μὲν τοῦ ὀρθουμένου τῶν κοινῶν, ἔργῳ δὲ οἰκείων κερδῶν ἐλπίσιν. 18.7. καὶ δεχομένου τὴν ἱκετείαν ἡδονῇ πέντε μυριάδων δεήσειν αὐτῇ μόνων ἔλεγεν ἐπὶ ἁλώσει τῆς γυναικός. καὶ ἡ μὲν ἐπὶ τούτοις ἀνεγείρασα τὸν νεανίσκον καὶ τὸ αἰτηθὲν λαβοῦσα ἀργύριον οὐ τὰς αὐτὰς ὁδοὺς ἐστέλλετο τοῖς προδεδιακονημένοις ὁρῶσα τῆς γυναικὸς τὸ μηδαμῶς χρημάτων ἁλισκόμενον, εἰδυῖα δὲ αὐτὴν θεραπείᾳ τῆς ̓́Ισιδος σφόδρα ὑπηγμένην τεχνᾶταί τι τοιόνδε. 18.8. ἐξ ὧν στάσεις τε ἐφύησαν δι' αὐτὰς καὶ φόνος πολιτικός, ὁ μὲν ἐμφυλίοις σφαγαῖς μανίᾳ τῶν ἀνθρώπων εἴς τε ἀλλήλους καὶ αὑτοὺς χρωμένων ἐπιθυμίᾳ τοῦ μὴ λείπεσθαι τῶν ἀντικαθεστηκότων, ὁ δὲ τῶν πολεμίων, λιμός τε εἰς ὑστάτην ἀνακείμενος ἀναισχυντίαν, καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαί, μέχρι δὴ καὶ τὸ ἱερὸν τοῦ θεοῦ ἐνείματο πυρὶ τῶν πολεμίων ἥδε ἡ στάσις. 18.8. κώλυμα τοῦ μὴ μειζόνως κολάζειν τὸ μετὰ ἔρωτος αὐτῷ ἡμαρτῆσθαι τὰ ἡμαρτημένα ἡγησάμενος. καὶ τὰ μὲν περὶ τὸ ἱερὸν τῆς ̓́Ισιδος τοῖς ἱερεῦσιν ὑβρισμένα τοιαῦτα ἦν. ἐπάνειμι δὲ ἐπὶ τὴν ἀφήγησιν τῶν ἐν ̔Ρώμῃ ̓Ιουδαίοις κατὰ τοῦτον τὸν χρόνον συντυχόντων, ὥς μοι καὶ προαπεσήμηνεν ὁ λόγος. 18.9. οὕτως ἄρα ἡ τῶν πατρίων καίνισις καὶ μεταβολὴ μεγάλας ἔχει ῥοπὰς τοῦ ἀπολουμένου τοῖς συνελθοῦσιν, εἴ γε καὶ ̓Ιούδας καὶ Σάδδωκος τετάρτην φιλοσοφίαν ἐπείσακτον ἡμῖν ἐγείραντες καὶ ταύτης ἐραστῶν εὐπορηθέντες πρός τε τὸ παρὸν θορύβων τὴν πολιτείαν ἐνέπλησαν καὶ τῶν αὖθις κακῶν κατειληφότων ῥίζας ἐφυτεύσαντο τῷ ἀσυνήθει πρότερον φιλοσοφίας τοιᾶσδε: 18.9. Οὐιτέλλιος δὲ εἰς τὴν ̓Ιουδαίαν ἀφικόμενος ἐπὶ ̔Ιεροσολύμων ἀνῄει, καὶ ἦν γὰρ αὐτοῖς ἑορτὴ πάτριος, πάσχα δὲ καλεῖται, δεχθεὶς μεγαλοπρεπῶς Οὐιτέλλιος τὰ τέλη τῶν ὠνουμένων καρπῶν ἀνίησιν εἰς τὸ πᾶν τοῖς ταύτῃ κατοικοῦσιν καὶ τὴν στολὴν τοῦ ἀρχιερέως καὶ τὸν πάντα αὐτοῦ κόσμον συνεχώρησεν ἐν τῷ ἱερῷ κειμένην ὑπὸ τοῖς ἱερεῦσιν ἔχειν τὴν ἐπιμέλειαν, καθότι καὶ πρότερον ἦν αὐτοῖς ἐξουσία. 18.36. ̔Ηρώδης δὲ ὁ τετράρχης, ἐπὶ μέγα γὰρ ἦν τῷ Τιβερίῳ φιλίας προελθών, οἰκοδομεῖται πόλιν ἐπώνυμον αὐτῷ Τιβεριάδα τοῖς κρατίστοις ἐπικτίσας αὐτὴν τῆς Γαλιλαίας ἐπὶ λίμνῃ τῇ Γεννησαρίτιδι. θερμά τε οὐκ ἄπωθέν ἐστιν ἐν κώμῃ, ̓Αμμαθοὺς ὄνομα αὐτῇ. 18.36. καὶ ὁ μὲν ταῦτα διανοηθεὶς καὶ φράσας ἐν τῷ συλλόγῳ πιθανὸς ἦν ἀφίεταί τε Μιθριδάτης, ἐλθόντα δὲ αὐτὸν ὠνείδιζεν ἡ γυνή, εἰ μὴ προμηθήσεται βασιλέως τε γαμβρὸς ὢν καὶ ταύτῃ τιμωρῶν τιμωρηθήσεσθαι τοὺς ὑβρίσαντας εἰς αὐτὸν περιορώμενος, 18.101. Ταῦτα ἀκούσας ὁ Τιβέριος ἠξίου φιλίαν αὐτῷ γενέσθαι πρὸς τὸν ̓Αρτάβανον, ἐπεὶ δὲ κἀκεῖνος προκληθεὶς ἄσμενος ἐδέχετο τὸν περὶ αὐτῶν λόγον, ἐπὶ τὸν Εὐφράτην παρῆσαν ὅ τε ̓Αρτάβανος καὶ Οὐιτέλλιος. 18.103. καὶ ̓Αρτάβανος πέμπει Τιβερίῳ ὅμηρον Δαρεῖον τὸν υἱὸν μετὰ πολλῶν δώρων, ἐν οἷς καὶ ἄνδρα ἑπτάπηχυν τὸ μέγεθος ̓Ιουδαῖον τὸ γένος ̓Ελεάζαρον ὄνομα: 18.106. Τότε δὲ καὶ Φίλιππος, ̔Ηρώδου δὲ ἦν ἀδελφός, τελευτᾷ τὸν βίον εἰκοστῷ μὲν ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἡγησάμενος δὲ αὐτὸς ἑπτὰ καὶ τριάκοντα τῆς Τραχωνίτιδος καὶ Γαυλανίτιδος καὶ τοῦ Βατανέων ἔθνους πρὸς αὐταῖς, μέτριον δὲ ἐν οἷς ἦρχεν παρασχὼν τὸν τρόπον καὶ ἀπράγμονα: 18.107. δίαιταν μὲν γὰρ τὸ πᾶν ἐν γῇ τῇ ὑποτελεῖ ἐποιεῖτο, πρόοδοι δ' ἦσαν αὐτῷ σὺν ὀλίγοις τῶν ἐπιλέκτων, καὶ τοῦ θρόνου εἰς ὃν ἔκρινεν καθεζόμενος ἐν ταῖς ὁδοῖς ἑπομένου, ὁπότε τις ὑπαντιάσας ἐν χρείᾳ γένοιτο αὐτῷ ἐπιβοηθεῖν, οὐδὲν εἰς ἀναβολὰς ἀλλ' ἐκ τοῦ ὀξέος ἱδρύσεως τοῦ θρόνου ᾗ καὶ τύχοι γενομένης καθεζόμενος ἠκροᾶτο καὶ τιμωρίας τε ἐπετίμα τοῖς ἁλοῦσι καὶ ἠφίει τοὺς ἀδίκως ἐν ἐγκλήμασι γενομένους. 18.108. τελευτᾷ δ' ἐν ̓Ιουλιάδι καὶ αὐτοῦ κομισθέντος ἐπὶ τὸ μνημεῖον, ὃ ἔτι πρότερον ᾠκοδόμησεν αὐτός, ταφαὶ γίνονται πολυτελεῖς. τὴν δ' ἀρχήν, οὐ γὰρ κατελίπετο παῖδας, Τιβέριος παραλαβὼν προσθήκην ἐπαρχίας ποιεῖται τῆς Σύρων, τοὺς μέντοι φόρους ἐκέλευσε συλλεγομένους ἐν τῇ τετραρχίᾳ τῇ ἐκείνου γενομένῃ κατατίθεσθαι. 18.109. ̓Εν τούτῳ δὲ στασιάζουσιν ̓Αρέτας τε ὁ Πετραῖος βασιλεὺς καὶ ̔Ηρώδης διὰ τοιαύτην αἰτίαν: ̔Ηρώδης ὁ τετράρχης γαμεῖ τὴν ̓Αρέτα θυγατέρα καὶ συνῆν χρόνον ἤδη πολύν. στελλόμενος δὲ ἐπὶ ̔Ρώμης κατάγεται ἐν ̔Ηρώδου ἀδελφοῦ ὄντος οὐχ ὁμομητρίου: ἐκ γὰρ τῆς Σίμωνος τοῦ ἀρχιερέως θυγατρὸς ̔Ηρώδης ἐγεγόνει. 18.111. καὶ ὁ μὲν εἰς τὴν ̔Ρώμην ἔπλει ταῦτα συνθέμενος. ἐπεὶ δὲ ἐπανεχώρει διαπραξάμενος ἐν τῇ ̔Ρώμῃ ἐφ' ἅπερ ἔσταλτο, ἡ γυνὴ πύστεως αὐτῇ τῶν πρὸς τὴν ̔Ηρωδιάδα συνθηκῶν γενομένης πρὶν ἔκπυστος αὐτῷ γενέσθαι τὰ πάντα ἐκμαθοῦσα κελεύει πέμπειν αὐτὴν ἐπὶ Μαχαιροῦντος, μεθόριον δ' ἐστὶ τῆς τε ̓Αρέτα καὶ ̔Ηρώδου ἀρχῆς, γνώμην οὐκ ἐκφαίνουσα τὴν αὐτῆς. 18.112. καὶ ὁ ̔Ηρώδης ἐξέπεμψεν μηδὲν ᾐσθῆσθαι τὴν ἄνθρωπον προσδοκῶν. ἡ δέ, προαπεστάλκει γὰρ ἐκ πλείονος εἰς τὸν Μαχαιροῦντα τῷ τε πατρὶ αὐτῆς ὑποτελεῖ, πάντων εἰς τὴν ὁδοιπορίαν ἡτοιμασμένων ὑπὸ τοῦ στρατηγοῦ ἅμα τε παρῆν καὶ ἀφωρμᾶτο εἰς τὴν ̓Αραβίαν κομιδῇ τῶν στρατηγῶν ἐκ διαδοχῆς παρῆν τε ὡς τὸν πατέρα ᾗ τάχος καὶ αὐτῷ τὴν ̔Ηρώδου διάνοιαν ἔφραζεν. 18.113. ὁ δὲ ἀρχὴν ἔχθρας ταύτην ποιησάμενος περί τε ὅρων ἐν γῇ τῇ Γαμαλικῇ, καὶ δυνάμεως ἑκατέρῳ συλλεγείσης εἰς πόλεμον καθίσταντο στρατηγοὺς ἀπεσταλκότες ἀνθ' ἑαυτῶν. 18.114. καὶ μάχης γενομένης διεφθάρη πᾶς ὁ ̔Ηρώδου στρατὸς προδοσίας αὐτῷ γενομένης ὑπ' ἀνδρῶν φυγάδων, οἳ ὄντες ἐκ τῆς Φιλίππου τετραρχίας ̔Ηρώδῃ συνεστράτευον. 18.115. ταῦτα ̔Ηρώδης γράφει πρὸς Τιβέριον. ὁ δὲ ὀργῇ φέρων τὴν ̓Αρέτα ἐπιχείρησιν γράφει πρὸς Οὐιτέλλιον πόλεμον ἐξενεγκεῖν καὶ ἤτοι ζωὸν ἑλόντα ἀναγαγεῖν δεδεμένον ἢ κτεινομένου πέμπειν τὴν κεφαλὴν ἐπ' αὐτόν. καὶ Τιβέριος μὲν ταῦτα πράσσειν ἐπέστελλεν τῷ κατὰ Συρίαν στρατηγῷ. 18.116. Τισὶ δὲ τῶν ̓Ιουδαίων ἐδόκει ὀλωλέναι τὸν ̔Ηρώδου στρατὸν ὑπὸ τοῦ θεοῦ καὶ μάλα δικαίως τινυμένου κατὰ ποινὴν ̓Ιωάννου τοῦ ἐπικαλουμένου βαπτιστοῦ. 18.117. κτείνει γὰρ δὴ τοῦτον ̔Ηρώδης ἀγαθὸν ἄνδρα καὶ τοῖς ̓Ιουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσιν καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς τὸν θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι: οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φανεῖσθαι μὴ ἐπί τινων ἁμαρτάδων παραιτήσει χρωμένων, ἀλλ' ἐφ' ἁγνείᾳ τοῦ σώματος, ἅτε δὴ καὶ τῆς ψυχῆς δικαιοσύνῃ προεκκεκαθαρμένης. 18.118. καὶ τῶν ἄλλων συστρεφομένων, καὶ γὰρ ἥσθησαν ἐπὶ πλεῖστον τῇ ἀκροάσει τῶν λόγων, δείσας ̔Ηρώδης τὸ ἐπὶ τοσόνδε πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ ἀποστάσει τινὶ φέροι, πάντα γὰρ ἐῴκεσαν συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι προλαβὼν ἀνελεῖν τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. 18.119. καὶ ὁ μὲν ὑποψίᾳ τῇ ̔Ηρώδου δέσμιος εἰς τὸν Μαχαιροῦντα πεμφθεὶς τὸ προειρημένον φρούριον ταύτῃ κτίννυται. τοῖς δὲ ̓Ιουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον ἐπὶ τῷ στρατεύματι γενέσθαι τοῦ θεοῦ κακῶσαι ̔Ηρώδην θέλοντος. 18.121. ὡρμημένῳ δ' αὐτῷ διὰ τῆς ̓Ιουδαίων ἄγειν τὸν στρατὸν ὑπαντιάσαντες ἄνδρες οἱ πρῶτοι παρῃτοῦντο τὴν διὰ τῆς χώρας ὁδόν: οὐ γὰρ αὐτοῖς εἶναι πάτριον περιορᾶν εἰκόνας εἰς αὐτὴν φερομένας, πολλὰς δ' εἶναι σημαίαις ἐπικειμένας. 18.122. καὶ πεισθεὶς μετέβαλέν τε τῆς γνώμης τὸ ἐπὶ τοιούτοις προβουλεῦσαν καὶ διὰ τοῦ μεγάλου πεδίου κελεύσας χωρεῖν τὸ στρατόπεδον αὐτὸς μετὰ ̔Ηρώδου τοῦ τετράρχου καὶ τῶν φίλων εἰς ̔Ιεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ ἑορτῆς πατρίου τοῖς ̓Ιουδαίοις ἐνεστηκυίας. 18.123. εἰς ἣν ἀπαντήσας καὶ δεχθεὶς ὑπὸ τοῦ τῶν ̓Ιουδαίων πλήθους ἐκπρεπῶς τρεῖς μὲν ἡμέρας ταύτῃ διατριβὴν ποιεῖται, ἐν αἷς ̓Ιωνάθην τὴν ἱερωσύνην ἀφελόμενος ἐγχειρίζει τῷ ἀδελφῷ αὐτοῦ Θεοφίλῳ, 18.127. βούλομαι οὖν εἰπεῖν ἐπὶ μακρότερον περί τε ̔Ηρώδου καὶ γένους αὐτοῦ ὡς ἐγένετο, ἅμα μὲν καὶ διὰ τὸ ἀνήκειν τῇ ἱστορίᾳ τὸν περὶ αὐτῶν λόγον, ἅμα δὲ καὶ παράστασιν ἔχειν τοῦ θείου, ὡς οὐδὲν ὠφελεῖ πλῆθος οὐδ' ἄλλη τις ἀλκὴ τῶν ἐν ἀνθρώποις ἐπιτετευγμένων δίχα τῶν πρὸς τὸ θεῖον εὐσεβειῶν, 18.128. εἴ γε ἐντὸς ἑκατὸν ἐτῶν ἐξόδου συνέβη πλὴν ὀλίγων, πολλοὶ δ' ἦσαν, διαφθαρῆναι τοὺς ̔Ηρώδου ἀπογόνους: φέροι δ' ἄν τι κἀπὶ σωφρονισμῷ τοῦ ἀνθρωπείου γένους τὸ τὴν δυστυχίαν αὐτῶν μαθεῖν, 18.129. ἅμα δὲ καὶ τὸν ̓Αγρίππαν διηγήσασθαι θαύματος ἀξιώτατον γεγενημένον, ὃς ἐκ πάνυ ἰδιώτου καὶ παρὰ πᾶσαν δόξαν τῶν εἰδότων αὐτὸν ἐπὶ τοσόνδε ηὐξήθη δυνάμεως. εἴρηται μὲν οὖν μοι καὶ πρότερον περὶ αὐτῶν, λεχθήσεται δὲ καὶ νῦν ἀκριβῶς. 18.136. καὶ τάδε μὲν τῶν ἀρσένων τέκνα. ̔Ηρωδιὰς δὲ αὐτῶν ἡ ἀδελφὴ γίνεται ̔Ηρώδῃ ̔Ηρώδου τοῦ μεγάλου παιδὶ γεγονότι ἐκ Μαριάμμης τῆς τοῦ Σίμωνος τοῦ ἀρχιερέως, καὶ αὐτοῖς Σαλώμη γίνεται, μεθ' ἧς τὰς γονὰς ̔Ηρωδιὰς ἐπὶ συγχύσει φρονήσασα τῶν πατρίων ̔Ηρώδῃ γαμεῖται τοῦ ἀνδρὸς τῷ ὁμοπατρίῳ ἀδελφῷ διαστᾶσα ζῶντος. τὴν δὲ Γαλιλαίων τετραρχίαν οὗτος εἶχεν. 18.255. ὁ δὲ ὀργῇ τοῦ μεγαλόφρονος αὐτὴν ποιησάμενος συνήλαυνεν καὶ αὐτὴν τῷ ̔Ηρώδῃ καὶ τὴν οὐσίαν αὐτῆς τῷ ̓Αγρίππᾳ δίδωσιν. ̔Ηρωδιάδι μὲν δὴ φθόνου τοῦ πρὸς τὸν ἀδελφὸν καὶ ̔Ηρώδῃ γυναικείων ἀκροασαμένῳ κουφολογιῶν δίκην ταύτην ἐπετίμησεν ὁ θεός. 19.293. ὁ δ', ὡς εἰκὸς ἦν τὸν ἐπὶ κρείττοσιν τύχαις ἀνερχόμενον, μετὰ τάχους ὑπέστρεψεν, εἰς ̔Ιεροσόλυμα δ' ἐλθὼν χαριστηρίους ἐξεπλήρωσε θυσίας οὐδὲν τῶν κατὰ νόμον παραλιπών. 19.294. διὸ καὶ ναζιραίων ξυρᾶσθαι διέταξε μάλα συχνούς, τὴν δὲ χρυσῆν ἅλυσιν τὴν δοθεῖσαν αὐτῷ ὑπὸ Γαί̈ου ἰσόσταθμον τῇ σιδηρᾷ, ᾗ τὰς ἡγεμονίδας χεῖρας ἐδέθη, τῆς στυγνῆς εἶναι τύχης ὑπόμνημα καὶ τῆς ἐπὶ τὰ κρείττω μαρτυρίαν μεταβολῆς τῶν ἱερῶν ἐντὸς ἀνεκρέμασεν περιβόλων ὑπὲρ τὸ γαζοφυλάκιον, ἵν' ᾖ δεῖγμα καὶ τοῦ τὰ μεγάλα δύνασθαί ποτε πεσεῖν καὶ τοῦ τὸν θεὸν ἐγείρειν τὰ πεπτωκότα: 19.295. πᾶσι γὰρ τοῦτ' ἐνεφάνιζεν ἡ τῆς ἁλύσεως ἀνάθεσις, ὅτι βασιλεὺς ̓Αγρίππας ἀπὸ μικρᾶς αἰτίας εἰς δεσμώτην ἀπέδυ τὸ πρὶν ἀξίωμα καὶ μετ' ὀλίγον τῆς πέδης ἐκβὰς εἰς βασιλέα τοῦ πάλαι λαμπρότερον ἠγέρθη. 19.296. διὰ τοῦτ' οὖν ἐννοεῖσθαι, ὅτι τῆς ἀνθρωπίνης φύσεως καὶ πεσεῖν ὀλισθάνειν τὰ μεγέθη καὶ τὰ κλιθέντα δύναται περιφανὲς λαβεῖν πάλιν ὕψος. 19.331. ἡδεῖα γοῦν αὐτῷ δίαιτα καὶ συνεχὴς ἐν τοῖς ̔Ιεροσολύμοις ἦν καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. διὰ πάσης γοῦν αὑτὸν ἦγεν ἁγνείας οὐδ' ἡμέρα τις παρώδευεν αὐτῷ τὰ νόμιμα χηρεύουσα θυσίας. 14.274. And because Herod did exact what is required of him from Galilee before others, he was in the greatest favor with Cassius; for he thought it a part of prudence to cultivate a friendship with the Romans, and to gain their goodwill at the expense of others; 15.266. But when the king knew the thing, by his sister’s information, he sent men to the places where he had the intimation they were concealed, and ordered both them, and those that were accused as guilty with them, to be slain, insomuch that there were now none at all left of the kindred of Hyrcanus, and the kingdom was entirely in Herod’s own power, and there was nobody remaining of such dignity as could put a stop to what he did against the Jewish laws. 15.267. 1. On this account it was that Herod revolted from the laws of his country, and corrupted their ancient constitution, by the introduction of foreign practices, which constitution yet ought to have been preserved inviolable; by which means we became guilty of great wickedness afterward, while those religious observances which used to lead the multitude to piety were now neglected; 15.281. but still some of them continued in their displeasure against him, for his introduction of new customs, and esteemed the violation of the laws of their country as likely to be the origin of very great mischiefs to them, so that they deemed it an instance of piety rather to hazard themselves [to be put to death], than to seem as if they took no notice of Herod, who, upon the change he had made in their government, introduced such customs, and that in a violent manner, which they had never been used to before, as indeed in pretense a king, but in reality one that showed himself an enemy to their whole nation; 15.328. But then this magnificent temper of his, and that submissive behavior and liberality which he exercised towards Caesar, and the most powerful men of Rome, obliged him to transgress the customs of his nation, and to set aside many of their laws, and by building cities after an extravagant manner, and erecting temples,— 16.151. but when any one looks upon the punishments he inflicted, and the injuries he did, not only to his subjects, but to his nearest relations, and takes notice of his severe and unrelenting disposition there, he will be forced to allow that he was brutish, and a stranger to all humanity; 16.152. insomuch that these men suppose his nature to be different, and sometimes at contradiction with itself; but I am myself of another opinion, and imagine that the occasion of both these sort of actions was one and the same; 16.153. for being a man ambitious of honor, and quite overcome by that passion, he was induced to be magnificent, wherever there appeared any hopes of a future memorial, or of reputation at present; 16.154. and as his expenses were beyond his abilities, he was necessitated to be harsh to his subjects; for the persons on whom he expended his money were so many, that they made him a very bad procurer of it; 16.155. and because he was conscious that he was hated by those under him, for the injuries he did them, he thought it not an easy thing to amend his offenses, for that it was inconvenient for his revenue; he therefore strove on the other side to make their ill-will an occasion of his gains. 16.156. As to his own court, therefore, if any one was not very obsequious to him in his language, and would not confess himself to be his slave, or but seemed to think of any innovation in his government, he was not able to contain himself, but prosecuted his very kindred and friends, and punished them as if they were enemies and this wickedness he undertook out of a desire that he might be himself alone honored. 16.157. Now for this, my assertion about that passion of his, we have the greatest evidence, by what he did to honor Caesar and Agrippa, and his other friends; for with what honors he paid his respects to them who were his superiors, the same did he desire to be paid to himself; and what he thought the most excellent present he could make another, he discovered an inclination to have the like presented to himself. 16.158. But now the Jewish nation is by their law a stranger to all such things, and accustomed to prefer righteousness to glory; for which reason that nation was not agreeable to him, because it was out of their power to flatter the king’s ambition with statues or temples, or any other such performances; 16.159. And this seems to me to have been at once the occasion of Herod’s crimes as to his own courtiers and counselors, and of his benefactions as to foreigners and those that had no relation to him. 17.181. ince he took care, when he was departing out of this life, that the whole nation should be put into mourning, and indeed made desolate of their dearest kindred, when he gave order that one out of every family should be slain, although they had done nothing that was unjust, or that was against him, nor were they accused of any other crimes; while it is usual for those who have any regard to virtue to lay aside their hatred at such a time, even with respect to those they justly esteemed their enemies. 17.191. When he had done these things, he died, the fifth day after he had caused Antipater to be slain; having reigned, since he had procured Antigonus to be slain, thirty-four years; but since he had been declared king by the Romans, thirty-seven. A man he was of great barbarity towards all men equally, and a slave to his passion; but above the consideration of what was right; 18.1. 1. Now Cyrenius, a Roman senator, and one who had gone through other magistracies, and had passed through them till he had been consul, and one who, on other accounts, was of great dignity, came at this time into Syria, with a few others, being sent by Caesar to be a judge of that nation, and to take an account of their substance. 18.2. Coponius also, a man of the equestrian order, was sent together with him, to have the supreme power over the Jews. Moreover, Cyrenius came himself into Judea, which was now added to the province of Syria, to take an account of their substance, and to dispose of Archelaus’s money; 18.3. but the Jews, although at the beginning they took the report of a taxation heinously, yet did they leave off any further opposition to it, by the persuasion of Joazar, who was the son of Beethus, and high priest; so they, being over-persuaded by Joazar’s words, gave an account of their estates, without any dispute about it. 18.4. Yet was there one Judas, a Gaulonite, of a city whose name was Gamala, who, taking with him Sadduc, a Pharisee, became zealous to draw them to a revolt, who both said that this taxation was no better than an introduction to slavery, and exhorted the nation to assert their liberty; 18.5. as if they could procure them happiness and security for what they possessed, and an assured enjoyment of a still greater good, which was that of the honor and glory they would thereby acquire for magimity. They also said that God would not otherwise be assisting to them, than upon their joining with one another in such councils as might be successful, and for their own advantage; and this especially, if they would set about great exploits, and not grow weary in executing the same; 18.6. o men received what they said with pleasure, and this bold attempt proceeded to a great height. All sorts of misfortunes also sprang from these men, and the nation was infected with this doctrine to an incredible degree; 18.7. one violent war came upon us after another, and we lost our friends which used to alleviate our pains; there were also very great robberies and murder of our principal men. This was done in pretense indeed for the public welfare, but in reality for the hopes of gain to themselves; 18.8. whence arose seditions, and from them murders of men, which sometimes fell on those of their own people, (by the madness of these men towards one another, while their desire was that none of the adverse party might be left,) and sometimes on their enemies; a famine also coming upon us, reduced us to the last degree of despair, as did also the taking and demolishing of cities; nay, the sedition at last increased so high, that the very temple of God was burnt down by their enemies’ fire. 18.9. Such were the consequences of this, that the customs of our fathers were altered, and such a change was made, as added a mighty weight toward bringing all to destruction, which these men occasioned by their thus conspiring together; for Judas and Sadduc, who excited a fourth philosophic sect among us, and had a great many followers therein, filled our civil government with tumults at present, and laid the foundations of our future miseries, by this system of philosophy, which we were before unacquainted withal, 18.10. concerning which I will discourse a little, and this the rather because the infection which spread thence among the younger sort, who were zealous for it, brought the public to destruction. 18.36. 3. And now Herod the tetrarch, who was in great favor with Tiberius, built a city of the same name with him, and called it Tiberias. He built it in the best part of Galilee, at the lake of Gennesareth. There are warm baths at a little distance from it, in a village named Emmaus. 18.36. By this thought, and this speech of his made in council, he persuaded them to act accordingly; so Mithridates was let go. But when he was got away, his wife reproached him, that although he was son-in-law to the king, he neglected to avenge himself on those that had injured him, while he took no care about it, 18.101. 5. When Tiberius had heard of these things, he desired to have a league of friendship made between him and Artabanus; and when, upon this invitation, he received the proposal kindly, Artabanus and Vitellius went to Euphrates, 18.103. Artabanus also, not long afterward, sent his son Darius as an hostage, with many presents, among which there was a man seven cubits tall, a Jew he was by birth, and his name was Eleazar, who, for his tallness, was called a giant. 18.106. 6. About this time it was that Philip, Herod’s brother, departed this life, in the twentieth year of the reign of Tiberius, after he had been tetrarch of Trachonitis and Gaulanitis, and of the nation of the Bataneans also, thirty-seven years. He had showed himself a person of moderation and quietness in the conduct of his life and government; 18.107. he constantly lived in that country which was subject to him; he used to make his progress with a few chosen friends; his tribunal also, on which he sat in judgment, followed him in his progress; and when any one met him who wanted his assistance, he made no delay, but had his tribunal set down immediately, wheresoever he happened to be, and sat down upon it, and heard his complaint: he there ordered the guilty that were convicted to be punished, and absolved those that had been accused unjustly. 18.108. He died at Julias; and when he was carried to that monument which he had already erected for himself beforehand, he was buried with great pomp. His principality Tiberius took, (for he left no sons behind him,) and added it to the province of Syria, but gave order that the tributes which arose from it should be collected, and laid up in his tetrachy. 18.109. 1. About this time Aretas (the king of Arabia Petres) and Herod had a quarrel on the account following: Herod the tetrarch had, married the daughter of Aretas, and had lived with her a great while; but when he was once at Rome, he lodged with Herod, who was his brother indeed, but not by the same mother; for this Herod was the son of the high priest Sireoh’s daughter. 18.111. So Antipus, when he had made this agreement, sailed to Rome; but when he had done there the business he went about, and was returned again, his wife having discovered the agreement he had made with Herodias, and having learned it before he had notice of her knowledge of the whole design, she desired him to send her to Macherus, which is a place in the borders of the dominions of Aretas and Herod, without informing him of any of her intentions. 18.112. Accordingly Herod sent her thither, as thinking his wife had not perceived any thing; now she had sent a good while before to Macherus, which was subject to her father and so all things necessary for her journey were made ready for her by the general of Aretas’s army; and by that means she soon came into Arabia, under the conduct of the several generals, who carried her from one to another successively; and she soon came to her father, and told him of Herod’s intentions. 18.113. So Aretas made this the first occasion of his enmity between him and Herod, who had also some quarrel with him about their limits at the country of Gamalitis. So they raised armies on both sides, and prepared for war, and sent their generals to fight instead of themselves; 18.114. and when they had joined battle, all Herod’s army was destroyed by the treachery of some fugitives, who, though they were of the tetrarchy of Philip, joined with Aretas’s army. 18.115. So Herod wrote about these affairs to Tiberius, who being very angry at the attempt made by Aretas, wrote to Vitellius to make war upon him, and either to take him alive, and bring him to him in bonds, or to kill him, and send him his head. This was the charge that Tiberius gave to the president of Syria. 18.116. 2. Now some of the Jews thought that the destruction of Herod’s army came from God, and that very justly, as a punishment of what he did against John, that was called the Baptist: 18.117. for Herod slew him, who was a good man, and commanded the Jews to exercise virtue, both as to righteousness towards one another, and piety towards God, and so to come to baptism; for that the washing [with water] would be acceptable to him, if they made use of it, not in order to the putting away [or the remission] of some sins [only], but for the purification of the body; supposing still that the soul was thoroughly purified beforehand by righteousness. 18.118. Now when [many] others came in crowds about him, for they were very greatly moved [or pleased] by hearing his words, Herod, who feared lest the great influence John had over the people might put it into his power and inclination to raise a rebellion, (for they seemed ready to do any thing he should advise,) thought it best, by putting him to death, to prevent any mischief he might cause, and not bring himself into difficulties, by sparing a man who might make him repent of it when it would be too late. 18.119. Accordingly he was sent a prisoner, out of Herod’s suspicious temper, to Macherus, the castle I before mentioned, and was there put to death. Now the Jews had an opinion that the destruction of this army was sent as a punishment upon Herod, and a mark of God’s displeasure to him. 18.121. But as he was marching very busily, and leading his army through Judea, the principal men met him, and desired that he would not thus march through their land; for that the laws of their country would not permit them to overlook those images which were brought into it, of which there were a great many in their ensigns; 18.122. o he was persuaded by what they said, and changed that resolution of his which he had before taken in this matter. Whereupon he ordered the army to march along the great plain, while he himself, with Herod the tetrarch and his friends, went up to Jerusalem to offer sacrifice to God, an ancient festival of the Jews being then just approaching; 18.123. and when he had been there, and been honorably entertained by the multitude of the Jews, he made a stay there for three days, within which time he deprived Jonathan of the high priesthood, and gave it to his brother Theophilus. 18.127. I have now a mind to describe Herod and his family, how it fared with them, partly because it is suitable to this history to speak of that matter, and partly because this thing is a demonstration of the interposition of Providence, how a multitude of children is of no advantage, no more than any other strength that mankind set their hearts upon, besides those acts of piety which are done towards God; 18.128. for it happened, that, within the revolution of a hundred years, the posterity of Herod, which were a great many in number, were, excepting a few, utterly destroyed. One may well apply this for the instruction of mankind, and learn thence how unhappy they were: 18.129. it will also show us the history of Agrippa, who, as he was a person most worthy of admiration, so was he from a private man, beyond all the expectation of those that knew him, advanced to great power and authority. I have said something of them formerly, but I shall now also speak accurately about them. 18.136. But Herodias, their sister, was married to Herod [Philip], the son of Herod the Great, who was born of Mariamne, the daughter of Simon the high priest, who had a daughter, Salome; after whose birth Herodias took upon her to confound the laws of our country, and divorced herself from her husband while he was alive, and was married to Herod [Antipas], her husband’s brother by the father’s side, he was tetrarch of Galilee; 18.255. Hereupon Caius was angry at her, and sent her with Herod into banishment, and gave her estate to Agrippa. And thus did God punish Herodias for her envy at her brother, and Herod also for giving ear to the vain discourses of a woman. 19.293. Accordingly, he returned in haste, as was likely he would, now he returned in much greater prosperity than he had before. He also came to Jerusalem, and offered all the sacrifices that belonged to him, and omitted nothing which the law required; 19.294. on which account he ordained that many of the Nazarites should have their heads shorn. And for the golden chain which had been given him by Caius, of equal weight with that iron chain wherewith his royal hands had been bound, he hung it up within the limits of the temple, over the treasury, that it might be a memorial of the severe fate he had lain under, and a testimony of his change for the better; that it might be a demonstration how the greatest prosperity may have a fall, and that God sometimes raises up what is fallen down: 19.295. for this chain thus dedicated afforded a document to all men, that king Agrippa had been once bound in a chain for a small cause, but recovered his former dignity again; and a little while afterward got out of his bonds, and was advanced to be a more illustrious king than he was before. 19.296. Whence men may understand that all that partake of human nature, how great soever they are, may fall; and that those that fall may gain their former illustrious dignity again. 19.331. Accordingly, he loved to live continually at Jerusalem, and was exactly careful in the observance of the laws of his country. He therefore kept himself entirely pure; nor did any day pass over his head without its appointed sacrifice.
2. Josephus Flavius, Jewish War, 2.118 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •covert resistance Found in books: Jensen, Herod Antipas in Galilee: The Literary and Archaeological Sources on the Reign of Herod Antipas and Its Socio-Economic Impact on Galilee (2010) 229
2.118. ἐπὶ τούτου τις ἀνὴρ Γαλιλαῖος ̓Ιούδας ὄνομα εἰς ἀπόστασιν ἐνῆγε τοὺς ἐπιχωρίους κακίζων, εἰ φόρον τε ̔Ρωμαίοις τελεῖν ὑπομενοῦσιν καὶ μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας. ἦν δ' οὗτος σοφιστὴς ἰδίας αἱρέσεως οὐδὲν τοῖς ἄλλοις προσεοικώς. 2.118. Under his administration it was that a certain Galilean, whose name was Judas, prevailed with his countrymen to revolt, and said they were cowards if they would endure to pay a tax to the Romans and would after God submit to mortal men as their lords. This man was a teacher of a peculiar sect of his own, and was not at all like the rest of those their leaders.