12.17. καὶ διελογίζετο ἐν αὑτῷ λέγων Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 12.18. καὶ εἶπεν Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου, 12.19. καὶ ἐρῶ τῇ ψυχῇ μου Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ [κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε], εὐφραίνου. 12.20. εἶπεν δὲ αὐτῷ ὁ θεός Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου αἰτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 16.24. καὶ αὐτὸς φωνήσας εἶπεν Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἴνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 18.11. ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· 18.12. νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατεύω πάντα ὅσα κτῶμαι. | 12.17. He reasoned within himself, saying, 'What will I do, because I don't have room to store my crops?' 12.18. He said, 'This is what I will do. I will pull down my barns, and build bigger ones, and there I will store all my grain and my goods. 12.19. I will tell my soul, "Soul, you have many goods laid up for many years. Take your ease, eat, drink, be merry."' 12.20. "But God said to him, 'You foolish one, tonight your soul is required of you. The things which you have prepared -- whose will they be?' 16.24. He cried and said, 'Father Abraham, have mercy on me, and send Lazarus, that he may dip the tip of his finger in water, and cool my tongue! For I am in anguish in this flame.' 18.11. The Pharisee stood and prayed to himself like this: 'God, I thank you, that I am not like the rest of men, extortioners, unrighteous, adulterers, or even like this tax collector. 18.12. I fast twice a week. I give tithes of all that I get.' |