Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.





27 results for "cleanthes"
1. Plato, Meno, None (5th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 144
2. Plato, Crito, None (5th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 139
46b. ΣΩ. ὦ φίλε Κρίτων, ἡ προθυμία σου πολλοῦ ἀξία εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μή, ὅσῳ μείζων τοσούτῳ χαλεπωτέρα. σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς εἴτε ταῦτα πρακτέον εἴτε μή· ὡς ἐγὼ οὐ νῦν πρῶτον ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνηται. τοὺς δὴ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβαλεῖν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν, ἀλλὰ σχεδόν τι ὅμοιοι φαίνονταί μοι, 46b. Socrates. My dear Crito, your eagerness is worth a great deal, if it should prove to be rightly directed; but otherwise, the greater it is, the more hard to bear. So we must examine the question whether we ought to do this or not; for I am not only now but always a man who follows nothing but the reasoning which on consideration seems to me best. Aud I cannot, now that this has happened to us, discard the arguments I used to advance, but they seem to me much the same as ever,
3. Plato, Apology of Socrates, None (5th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •nan Found in books: Brouwer (2013) 145
28d. δείσας τὸ ζῆν κακὸς ὢν καὶ τοῖς φίλοις μὴ τιμωρεῖν, αὐτίκα, φησί, τεθναίην, δίκην ἐπιθεὶς τῷ ἀδικοῦντι, ἵνα μὴ ἐνθάδε μένω καταγέλαστος παρὰ νηυσὶ κορωνίσιν ἄχθος ἀρούρης. ὴ αὐτὸν οἴει φροντίσαι θανάτου καὶ κινδύνου; 28d. and feared much more to live as a coward and not to avenge his friends, and said, Straightway may I die, after doing vengeance upon the wrongdoer, that I may not stay here, jeered at beside the curved ships, a burden of the earth. . Do you think he considered death and danger? For thus it is, men of Athens , in truth; wherever a man stations himself, thinking it is best to be there, or is stationed by his commander, there he must, as it seems to me, remain and run his risks, considering neither death nor any other thing more than disgrace.So I should have done a terrible thing,
4. Xenophon, Apology, 14 (5th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 139
5. Xenophon, Memoirs, 1.4.2-1.4.8, 2.1.21-2.1.34 (5th cent. BCE - 4th cent. BCE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 138, 144
1.4.2. λέξω δὲ πρῶτον ἅ ποτε αὐτοῦ ἤκουσα περὶ τοῦ δαιμονίου διαλεγομένου πρὸς Ἀριστόδημον τὸν μικρὸν ἐπικαλούμενον. καταμαθὼν γὰρ αὐτὸν οὔτε θύοντα τοῖς θεοῖς οὔτε μαντικῇ χρώμενον, ἀλλὰ καὶ τῶν ποιούντων ταῦτα καταγελῶντα, εἰπέ μοι, ἔφη, ὦ Ἀριστόδημε, ἔστιν οὕστινας ἀνθρώπους τεθαύμακας ἐπὶ σοφίᾳ; ἔγωγʼ, ἔφη. 1.4.3. καὶ ὅς, λέξον ἡμῖν, ἔφη, τὰ ὀνόματα αὐτῶν. ἐπὶ μὲν τοίνυν ἐπῶν ποιήσει Ὅμηρον ἔγωγε μάλιστα τεθαύμακα, ἐπὶ δὲ διθυράμβῳ Μελανιππίδην, ἐπὶ δὲ τραγῳδίᾳ Σοφοκλέα, ἐπὶ δὲ ἀνδριαντοποιίᾳ Πολύκλειτον, ἐπὶ δὲ ζωγραφίᾳ Ζεῦξιν. 1.4.4. πότερά σοι δοκοῦσιν οἱ ἀπεργαζόμενοι εἴδωλα ἄφρονά τε καὶ ἀκίνητα ἀξιοθαυμαστότεροι εἶναι ἢ οἱ ζῷα ἔμφρονά τε καὶ ἐνεργά; πολὺ νὴ Δία οἱ ζῷα, εἴπερ γε μὴ τύχῃ τινί, ἀλλʼ ὑπὸ γνώμης ταῦτα γίγνεται. τῶν δὲ ἀτεκμάρτως ἐχόντων ὅτου ἕνεκα ἔστι καὶ τῶν φανερῶς ἐπʼ ὠφελείᾳ ὄντων πότερα τύχης καὶ πότερα γνώμης ἔργα κρίνεις; πρέπει μὲν τὰ ἐπʼ ὠφελείᾳ γιγνόμενα γνώμης εἶναι ἔργα. 1.4.5. οὐκοῦν δοκεῖ σοι ὁ ἐξ ἀρχῆς ποιῶν ἀνθρώπους ἐπʼ ὠφελείᾳ προσθεῖναι αὐτοῖς διʼ ὧν αἰσθάνονται ἕκαστα, ὀφθαλμοὺς μὲν ὥσθʼ ὁρᾶν τὰ ὁρατά, ὦτα δὲ ὥστʼ ἀκούειν τὰ ἀκουστά; ὀσμῶν γε μήν, εἰ μὴ ῥῖνες προσετέθησαν, τί ἂν ἡμῖν ὄφελος ἦν; τίς δʼ ἂν αἴσθησις ἦν γλυκέων καὶ δριμέων καὶ πάντων τῶν διὰ στόματος ἡδέων, εἰ μὴ γλῶττα τούτων γνώμων ἐνειργάσθη; 1.4.6. πρὸς δὲ τούτοις οὐ δοκεῖ σοι καὶ τάδε προνοίας ἔργοις ἐοικέναι, τὸ ἐπεὶ ἀσθενὴς μέν ἐστιν ἡ ὄψις, βλεφάροις αὐτὴν θυρῶσαι, ἅ, ὅταν μὲν αὐτῇ χρῆσθαί τι δέῃ, ἀναπετάννυται, ἐν δὲ τῷ ὕπνῳ συγκλείεται, ὡς δʼ ἂν μηδὲ ἄνεμοι βλάπτωσιν, ἡθμὸν βλεφαρίδας ἐμφῦσαι, ὀφρύσι τε ἀπογεισῶσαι τὰ ὑπὲρ τῶν ὀμμάτων, ὡς μηδʼ ὁ ἐκ τῆς κεφαλῆς ἱδρὼς κακουργῇ· τὸ δὲ τὴν ἀκοὴν δέχεσθαι μὲν πάσας φωνάς, ἐμπίμπλασθαι δὲ μήποτε· καὶ τοὺς μὲν πρόσθεν ὀδόντας πᾶσι ζῴοις οἵους τέμνειν εἶναι, τοὺς δὲ γομφίους οἵους παρὰ τούτων δεξαμένους λεαίνειν· καὶ στόμα μέν, διʼ οὗ ὧν ἐπιθυμεῖ τὰ ζῷα εἰσπέμπεται, πλησίον ὀφθαλμῶν καὶ ῥινῶν καταθεῖναι· ἐπεὶ δὲ τὰ ἀποχωροῦντα δυσχερῆ, ἀποστρέψαι τοὺς τούτων ὀχετοὺς καὶ ἀπενεγκεῖν ᾗ δυνατὸν προσωτάτω ἀπὸ τῶν αἰσθήσεων· ταῦτα οὕτω προνοητικῶς πεπραγμένα ἀπορεῖς πότερα τύχης ἢ γνώμης ἔργα ἐστίν; 1.4.7. οὐ μὰ τὸν Δίʼ, ἔφη, ἀλλʼ οὕτω γε σκοπουμένῳ πάνυ ἔοικε ταῦτα σοφοῦ τινος δημιουργοῦ καὶ φιλοζῴου τεχνήμασι. τὸ δὲ ἐμφῦσαι μὲν ἔρωτα τῆς τεκνοποιίας, ἐμφῦσαι δὲ ταῖς γειναμέναις ἔρωτα τοῦ ἐκτρέφειν, τοῖς δὲ τραφεῖσι μέγιστον μὲν πόθον τοῦ ζῆν, μέγιστον δὲ φόβον τοῦ θανάτου; ἀμέλει καὶ ταῦτα ἔοικε μηχανήμασί τινος ζῷα εἶναι βουλευσαμένου. 1.4.8. σὺ δὲ σαυτῷ δοκεῖς τι φρόνιμον ἔχειν; ἐρώτα γοῦν καὶ ἀποκρινοῦμαι. ἄλλοθι δὲ οὐδαμοῦ οὐδὲν οἴει φρόνιμον εἶναι; καὶ ταῦτʼ εἰδὼς ὅτι γῆς τε μικρὸν μέρος ἐν τῷ σώματι πολλῆς οὔσης ἔχεις καὶ ὑγροῦ βραχὺ πολλοῦ ὄντος καὶ τῶν ἄλλων δήπου μεγάλων ὄντων ἑκάστου μικρὸν μέρος λαβόντι τὸ σῶμα συνήρμοσταί σοι· νοῦν δὲ μόνον ἄρα οὐδαμοῦ ὄντα σε εὐτυχῶς πως δοκεῖς συναρπάσαι, καὶ τάδε τὰ ὑπερμεγέθη καὶ πλῆθος ἄπειρα διʼ ἀφροσύνην τινά, ὡς οἴει, εὐτάκτως ἔχειν; 2.1.21. καὶ Πρόδικος δὲ ὁ σοφὸς ἐν τῷ συγγράμματι τῷ περὶ Ἡρακλέους, ὅπερ δὴ καὶ πλείστοις ἐπιδείκνυται, ὡσαύτως περὶ τῆς ἀρετῆς ἀποφαίνεται, ὧδέ πως λέγων, ὅσα ἐγὼ μέμνημαι. φησὶ γὰρ Ἡρακλέα, ἐπεὶ ἐκ παίδων εἰς ἥβην ὡρμᾶτο, ἐν ᾗ οἱ νέοι ἤδη αὐτοκράτορες γιγνόμενοι δηλοῦσιν εἴτε τὴν διʼ ἀρετῆς ὁδὸν τρέψονται ἐπὶ τὸν βίον εἴτε τὴν διὰ κακίας, ἐξελθόντα εἰς ἡσυχίαν καθῆσθαι ἀποροῦντα ποτέραν τῶν ὁδῶν τράπηται· 2.1.22. καὶ φανῆναι αὐτῷ δύο γυναῖκας προσιέναι μεγάλας, τὴν μὲν ἑτέραν εὐπρεπῆ τε ἰδεῖν καὶ ἐλευθέριον φύσει, κεκοσμημένην τὸ μὲν σῶμα καθαρότητι, τὰ δὲ ὄμματα αἰδοῖ, τὸ δὲ σχῆμα σωφροσύνῃ, ἐσθῆτι δὲ λευκῇ, τὴν δʼ ἑτέραν τεθραμμένην μὲν εἰς πολυσαρκίαν τε καὶ ἁπαλότητα, κεκαλλωπισμένην δὲ τὸ μὲν χρῶμα ὥστε λευκοτέραν τε καὶ ἐρυθροτέραν τοῦ ὄντος δοκεῖν φαίνεσθαι, τὸ δὲ σχῆμα ὥστε δοκεῖν ὀρθοτέραν τῆς φύσεως εἶναι, τὰ δὲ ὄμματα ἔχειν ἀναπεπταμένα, ἐσθῆτα δὲ ἐξ ἧς ἂν μάλιστα ὥρα διαλάμποι· κατασκοπεῖσθαι δὲ θαμὰ ἑαυτήν, ἐπισκοπεῖν δὲ καὶ εἴ τις ἄλλος αὐτὴν θεᾶται, πολλάκις δὲ καὶ εἰς τὴν ἑαυτῆς σκιὰν ἀποβλέπειν. 2.1.23. ὡς δʼ ἐγένοντο πλησιαίτερον τοῦ Ἡρακλέους, τὴν μὲν πρόσθεν ῥηθεῖσαν ἰέναι τὸν αὐτὸν τρόπον, τὴν δʼ ἑτέραν φθάσαι βουλομένην προσδραμεῖν τῷ Ἡρακλεῖ καὶ εἰπεῖν· ὁρῶ σε, ὦ Ἡράκλεις, ἀποροῦντα ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράπῃ. ἐὰν οὖν ἐμὲ φίλην ποιησάμενος, ἐπὶ τὴν ἡδίστην τε καὶ ῥᾴστην ὁδὸν ἄξω σε, καὶ τῶν μὲν τερπνῶν οὐδενὸς ἄγευστος ἔσει, τῶν δὲ χαλεπῶν ἄπειρος διαβιώσῃ. 2.1.24. πρῶτον μὲν γὰρ οὐ πολέμων οὐδὲ πραγμάτων φροντιεῖς, ἀλλὰ σκοπούμενος διέσῃ τί ἂν κεχαρισμένον ἢ σιτίον ἢ ποτὸν εὕροις, ἢ τί ἂν ἰδὼν ἢ ἀκούσας τερφθείης ἢ τίνων ὀσφραινόμενος ἢ ἁπτόμενος, τίσι δὲ παιδικοῖς ὁμιλῶν μάλιστʼ ἂν εὐφρανθείης, καὶ πῶς ἂν μαλακώτατα καθεύδοις, καὶ πῶς ἂν ἀπονώτατα τούτων πάντων τυγχάνοις. 2.1.25. ἐὰν δέ ποτε γένηταί τις ὑποψία σπάνεως ἀφʼ ὧν ἔσται ταῦτα, οὐ φόβος μή σε ἀγάγω ἐπὶ τὸ πονοῦντα καὶ ταλαιπωροῦντα τῷ σώματι καὶ τῇ ψυχῇ ταῦτα πορίζεσθαι, ἀλλʼ οἷς ἂν οἱ ἄλλοι ἐργάζωνται, τούτοις σὺ χρήσῃ, οὐδενὸς ἀπεχόμενος ὅθεν ἂν δυνατὸν ᾖ τι κερδᾶναι. πανταχόθεν γὰρ ὠφελεῖσθαι τοῖς ἐμοὶ συνοῦσιν ἐξουσίαν ἐγὼ παρέχω. 2.1.26. καὶ ὁ Ἡρακλῆς ἀκούσας ταῦτα, ὦ γύναι, ἔφη, ὄνομα δέ σοι τί ἐστιν; ἡ δέ, οἱ μὲν ἐμοὶ φίλοι, ἔφη, καλοῦσί με Εὐδαιμονίαν, οἱ δὲ μισοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσι Κακίαν. 2.1.27. καὶ ἐν τούτῳ ἡ ἑτέρα γυνὴ προσελθοῦσα εἶπε· καὶ ἐγὼ ἥκω πρὸς σέ, ὦ Ἡράκλεις, εἰδυῖα τοὺς γεννήσαντάς σε καὶ τὴν φύσιν τὴν σὴν ἐν τῇ παιδείᾳ καταμαθοῦσα, ἐξ ὧν ἐλπίζω, εἰ τὴν πρὸς ἐμὲ ὁδὸν τράποιο, σφόδρʼ ἄν σε τῶν καλῶν καὶ σεμνῶν ἀγαθὸν ἐργάτην γενέσθαι καὶ ἐμὲ ἔτι πολὺ ἐντιμοτέραν καὶ ἐπʼ ἀγαθοῖς διαπρεπεστέραν φανῆναι. οὐκ ἐξαπατήσω δέ σε προοιμίοις ἡδονῆς, ἀλλʼ ᾗπερ οἱ θεοὶ διέθεσαν τὰ ὄντα διηγήσομαι μετʼ ἀληθείας. 2.1.28. τῶν γὰρ ὄντων ἀγαθῶν καὶ καλῶν οὐδὲν ἄνευ πόνου καὶ ἐπιμελείας θεοὶ διδόασιν ἀνθρώποις, ἀλλʼ εἴτε τοὺς θεοὺς ἵλεως εἶναί σοι βούλει, θεραπευτέον τοὺς θεούς, εἴτε ὑπὸ φίλων ἐθέλεις ἀγαπᾶσθαι, τοὺς φίλους εὐεργετητέον, εἴτε ὑπό τινος πόλεως ἐπιθυμεῖς τιμᾶσθαι, τὴν πόλιν ὠφελητέον, εἴτε ὑπὸ τῆς Ἑλλάδος πάσης ἀξιοῖς ἐπʼ ἀρετῇ θαυμάζεσθαι, τὴν Ἑλλάδα πειρατέον εὖ ποιεῖν, εἴτε γῆν βούλει σοι καρποὺς ἀφθόνους φέρειν, τὴν γῆν θεραπευτέον, εἴτε ἀπὸ βοσκημάτων οἴει δεῖν πλουτίζεσθαι, τῶν βοσκημάτων ἐπιμελητέον, εἴτε διὰ πολέμου ὁρμᾷς αὔξεσθαι καὶ βούλει δύνασθαι τούς τε φίλους ἐλευθεροῦν καὶ τοὺς ἐχθροὺς χειροῦσθαι, τὰς πολεμικὰς τέχνας αὐτάς τε παρὰ τῶν ἐπισταμένων μαθητέον καὶ ὅπως αὐταῖς δεῖ χρῆσθαι ἀσκητέον· εἰ δὲ καὶ τῷ σώματι βούλει δυνατὸς εἶναι, τῇ γνώμῃ ὑπηρετεῖν ἐθιστέον τὸ σῶμα καὶ γυμναστέον σὺν πόνοις καὶ ἱδρῶτι. 2.1.29. καὶ ἡ Κακία ὑπολαβοῦσα εἶπεν, ὥς φησι Πρόδικος· ἐννοεῖς, ὦ Ἡράκλεις, ὡς χαλεπὴν καὶ μακρὰν ὁδὸν ἐπὶ τὰς εὐφροσύνας ἡ γυνή σοι αὕτη διηγεῖται; ἐγὼ δὲ ῥᾳδίαν καὶ βραχεῖαν ὁδὸν ἐπὶ τὴν εὐδαιμονίαν ἄξω σε. 2.1.30. καὶ ἡ Ἀρετὴ εἶπεν· ὦ τλῆμον, τί δὲ σὺ ἀγαθὸν ἔχεις; ἢ τί ἡδὺ οἶσθα μηδὲν τούτων ἕνεκα πράττειν ἐθέλουσα; ἥτις οὐδὲ τὴν τῶν ἡδέων ἐπιθυμίαν ἀναμένεις, ἀλλὰ πρὶν ἐπιθυμῆσαι πάντων ἐμπίμπλασαι, πρὶν μὲν πεινῆν ἐσθίουσα, πρὶν δὲ διψῆν πίνουσα, ἵνα μὲν ἡδέως φάγῃς, ὀψοποιοὺς μηχανωμένη, ἵνα δὲ ἡδέως πίῃς, οἴνους τε πολυτελεῖς παρασκευάζῃ καὶ τοῦ θέρους χιόνα περιθέουσα ζητεῖς, ἵνα δὲ καθυπνώσῃς ἡδέως, οὐ μόνον τὰς στρωμνὰς μαλακάς, ἀλλὰ καὶ τὰς κλίνας καὶ τὰ ὑπόβαθρα ταῖς κλίναις παρασκευάζῃ· οὐ γὰρ διὰ τὸ πονεῖν, ἀλλὰ διὰ τὸ μηδὲν ἔχειν ὅ τι ποιῇς ὕπνου ἐπιθυμεῖς· τὰ δʼ ἀφροδίσια πρὸ τοῦ δεῖσθαι ἀναγκάζεις, πάντα μηχανωμένη καὶ γυναιξὶ τοῖς ἀνδράσι χρωμένη· οὕτω γὰρ παιδεύεις τοὺς σεαυτῆς φίλους, τῆς μὲν νυκτὸς ὑβρίζουσα, τῆς δʼ ἡμέρας τὸ χρησιμώτατον κατακοιμίζουσα. 2.1.31. ἀθάνατος δὲ οὖσα ἐκ θεῶν μὲν ἀπέρριψαι, ὑπὸ δὲ ἀνθρώπων ἀγαθῶν ἀτιμάζῃ· τοῦ δὲ πάντων ἡδίστου ἀκούσματος, ἐπαίνου σεαυτῆς, ἀνήκοος εἶ, καὶ τοῦ πάντων ἡδίστου θεάματος ἀθέατος· οὐδὲν γὰρ πώποτε σεαυτῆς ἔργον καλὸν τεθέασαι. τίς δʼ ἄν σοι λεγούσῃ τι πιστεύσειε; τίς δʼ ἂν δεομένῃ τινὸς ἐπαρκέσειεν; ἢ τίς ἂν εὖ φρονῶν τοῦ σοῦ θιάσου τολμήσειεν εἶναι; οἳ νέοι μὲν ὄντες τοῖς σώμασιν ἀδύνατοί εἰσι, πρεσβύτεροι δὲ γενόμενοι ταῖς ψυχαῖς ἀνόητοι, ἀπόνως μὲν λιπαροὶ διὰ νεότητος τρεφόμενοι, ἐπιπόνως δὲ αὐχμηροὶ διὰ γήρως περῶντες, τοῖς μὲν πεπραγμένοις αἰσχυνόμενοι, τοῖς δὲ πραττομένοις βαρυνόμενοι, τὰ μὲν ἡδέα ἐν τῇ νεότητι διαδραμόντες, τὰ δὲ χαλεπὰ εἰς τὸ γῆρας ἀποθέμενοι. 2.1.32. ἐγὼ δὲ σύνειμι μὲν θεοῖς, σύνειμι δὲ ἀνθρώποις τοῖς ἀγαθοῖς· ἔργον δὲ καλὸν οὔτε θεῖον οὔτʼ ἀνθρώπειον χωρὶς ἐμοῦ γίγνεται. τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις οἷς προσήκω, ἀγαπητὴ μὲν συνεργὸς τεχνίταις, πιστὴ δὲ φύλαξ οἴκων δεσπόταις, εὐμενὴς δὲ παραστάτις οἰκέταις, ἀγαθὴ δὲ συλλήπτρια τῶν ἐν εἰρήνῃ πόνων, βεβαία δὲ τῶν ἐν πολέμῳ σύμμαχος ἔργων, ἀρίστη δὲ φιλίας κοινωνός. 2.1.33. ἔστι δὲ τοῖς μὲν ἐμοῖς φίλοις ἡδεῖα μὲν καὶ ἀπράγμων σίτων καὶ ποτῶν ἀπόλαυσις· ἀνέχονται γὰρ ἕως ἂν ἐπιθυμήσωσιν αὐτῶν· ὕπνος δʼ αὐτοῖς πάρεστιν ἡδίων ἢ τοῖς ἀμόχθοις, καὶ οὔτε ἀπολείποντες αὐτὸν ἄχθονται οὔτε διὰ τοῦτον μεθιᾶσι τὰ δέοντα πράττειν. καὶ οἱ μὲν νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν, οἱ δὲ γεραίτεροι ταῖς τῶν νέων τιμαῖς ἀγάλλονται· καὶ ἡδέως μὲν τῶν παλαιῶν πράξεων μέμνηνται, εὖ δὲ τὰς παρούσας ἥδονται πράττοντες, διʼ ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις, τίμιοι δὲ πατρίσιν· ὅταν δʼ ἔλθῃ τὸ πεπρωμένον τέλος, οὐ μετὰ λήθης ἄτιμοι κεῖνται, ἀλλὰ μετὰ μνήμης τὸν ἀεὶ χρόνον ὑμνούμενοι θάλλουσι. τοιαῦτά σοι, ὦ παῖ τοκέων ἀγαθῶν Ἡράκλεις, ἔξεστι διαπονησαμένῳ τὴν μακαριστοτάτην εὐδαιμονίαν κεκτῆσθαι. 2.1.34. οὕτω πως διώκει Πρόδικος τὴν ὑπʼ Ἀρετῆς Ἡρακλέους παίδευσιν· ἐκόσμησε μέντοι τὰς γνώμας ἔτι μεγαλειοτέροις ῥήμασιν ἢ ἐγὼ νῦν. σοὶ δʼ οὖν ἄξιον, ὦ Ἀρίστιππε, τούτων ἐνθυμουμένῳ πειρᾶσθαί τι καὶ τῶν εἰς τὸν μέλλοντα χρόνον τοῦ βίου φροντίζειν. 1.4.2. I will first state what I once heard him say about the godhead in conversation with Aristodemus the dwarf, as he was called. On learning that he was not known to sacrifice or pray or use divination, and actually made a mock of those who did so, he said: Tell me, Aristodemus, do you admire any human beings for wisdom? I do, he answered. 1.4.3. Tell us their names. In epic poetry Homer comes first, in my opinion; in dithyramb, Melanippides; in tragedy, Sophocles; in sculpture, Polycleitus; in painting, Zeuxis. 1.4.4. Which, think you, deserve the greater admiration, the creators of phantoms without sense and motion, or the creators of living, intelligent, and active beings? Oh, of living beings, by far, provided only they are created by design and not mere chance. Suppose that it is impossible to guess the purpose of one creature’s existence, and obvious that another’s serves a useful end, which, in your judgment, is the work of chance, and which of design? Presumably the creature that serves some useful end is the work of design. 1.4.5. Do you not think then that he who created man from the beginning had some useful end in view when he endowed him with his several senses, giving eyes to see visible objects, ears to hear sounds? Would odours again be of any use to us had we not been endowed with nostrils? What perception should we have of sweet and bitter and all things pleasant to the palate had we no tongue in our mouth to discriminate between them? 1.4.6. Besides these, are there not other contrivances that look like the results of forethought? Thus the eyeballs, being weak, are set behind eyelids, that open like doors when we want to see, and close when we sleep: on the lids grow lashes through which the very winds filter harmlessly: above the eyes is a coping of brows that lets no drop of sweat from the head hurt them. The ears catch all sounds, but are never choked with them. Again, the incisors of all creatures are adapted for cutting, the molars for receiving food from them and grinding it. And again, the mouth, through which the food they want goes in, is set near the eyes and nostrils; but since what goes out is unpleasant, the ducts through which it passes are turned away and removed as far as possible from the organs of sense. With such signs of forethought in these arrangements, can you doubt whether they are the works of chance or design? No, of course not. 1.4.7. When I regard them in this light they do look very like the handiwork of a wise and loving creator. What of the natural desire to beget children, the mother’s desire to rear her babe, the child’s strong will to live and strong fear of death? Undoubtedly these, too, look like the contrivances of one who deliberately willed the existence of living creatures. 1.4.8. Do you think you have any wisdom yourself? Oh! Ask me a question and judge from my answer. And do you suppose that wisdom is nowhere else to be found, although you know that you have a mere speck of all the earth in your body and a mere drop of all the water, and that of all the other mighty elements you received, I suppose, just a scrap towards the fashioning of your body? But as for mind, which alone, it seems, is without mass, do you think that you snapped it up by a lucky accident, and that the orderly ranks of all these huge masses, infinite in number, are due, forsooth, to a sort of absurdity? 2.1.21. Aye, and Prodicus the wise expresses himself to the like effect concerning Virtue in the essay On Heracles that he recites to throngs of listeners. This, so far as I remember, is how he puts it: When Heracles was passing from boyhood to youth’s estate, wherein the young, now becoming their own masters, show whether they will approach life by the path of virtue or the path of vice, he went out into a quiet place, 2.1.22. and sat pondering which road to take. And there appeared two women of great stature making towards him. The one was fair to see and of high bearing; and her limbs were adorned with purity, her eyes with modesty; sober was her figure, and her robe was white. The other was plump and soft, with high feeding. Her face was made up to heighten its natural white and pink, her figure to exaggerate her height. Open-eyed was she; and dressed so as to disclose all her charms. Now she eyed herself; anon looked whether any noticed her; and often stole a glance at her own shadow. 2.1.23. When they drew nigh to Heracles, the first pursued the even tenor of her way: but the other, all eager to outdo her, ran to meet him, crying: Heracles, I see that you are in doubt which path to take towards life. Make me your friend; follow me, and I will lead you along the pleasantest and easiest road. You shall taste all the sweets of life; and hardship you shall never know. 2.1.24. First, of wars and worries you shall not think, but shall ever be considering what choice food or drink you can find, what sight or sound will delight you, what touch or perfume; what tender love can give you most joy, what bed the softest slumbers; and how to come by all these pleasures with least trouble. 2.1.25. And should there arise misgiving that lack of means may stint your enjoyments, never fear that I may lead you into winning them by toil and anguish of body and soul. Nay; you shall have the fruits of others’ toil, and refrain from nothing that can bring you gain. For to my companions I give authority to pluck advantage where they will. 2.1.26. Now when Heracles heard this, he asked, Lady, pray what is your name? My friends call me Happiness, she said, but among those that hate me I am nicknamed Vice. 2.1.27. Meantime the other had drawn near, and she said: I, too, am come to you, Heracles: I know your parents and I have taken note of your character during the time of your education. Therefore I hope that, if you take the road that leads to me, you will turn out a right good doer of high and noble deeds, and I shall be yet more highly honoured and more illustrious for the blessings I bestow. But I will not deceive you by a pleasant prelude: I will rather tell you truly the things that are, as the gods have ordained them. 2.1.28. For of all things good and fair, the gods give nothing to man without toil and effort. If you want the favour of the gods, you must worship the gods: if you desire the love of friends, you must do good to your friends: if you covet honour from a city, you must aid that city: if you are fain to win the admiration of all Hellas for virtue, you must strive to do good to Hellas : if you want land to yield you fruits in abundance, you must cultivate that land: if you are resolved to get wealth from flocks, you must care for those flocks: if you essay to grow great through war and want power to liberate your friends and subdue your foes, you must learn the arts of war from those who know them and must practise their right use: and if you want your body to be strong, you must accustom your body to be the servant of your mind, and train it with toil and sweat. 2.1.29. And Vice, as Prodicus tells, answered and said: Heracles, mark you how hard and long is that road to joy, of which this woman tells? but I will lead you by a short and easy road to happiness. And Virtue said: 2.1.30. What good thing is thine, poor wretch, or what pleasant thing dost thou know, if thou wilt do nought to win them? Thou dost not even tarry for the desire of pleasant things, but fillest thyself with all things before thou desirest them, eating before thou art hungry, drinking before thou art thirsty, getting thee cooks, to give zest to eating, buying thee costly wines and running to and fro in search of snow in summer, to give zest to drinking; to soothe thy slumbers it is not enough for thee to buy soft coverlets, but thou must have frames for thy beds. For not toil, but the tedium of having nothing to do, makes thee long for sleep. Thou dost rouse lust by many a trick, when there is no need, using men as women: thus thou trainest thy friends, waxing wanton by night, consuming in sleep the best hours of day. 2.1.31. Immortal art thou, yet the outcast of the gods, the scorn of good men. Praise, sweetest of all things to hear, thou hearest not: the sweetest of all sights thou beholdest not, for never yet hast thou beheld a good work wrought by thyself. Who will believe what thou dost say? who will grant what thou dost ask? Or what sane man will dare join thy throng? While thy votaries are young their bodies are weak, when they wax old, their souls are without sense; idle and sleek they thrive in youth, withered and weary they journey through old age, and their past deeds bring them shame, their present deeds distress. Pleasure they ran through in their youth: hardship they laid up for their old age. 2.1.32. But I company with gods and good men, and no fair deed of god or man is done without my aid. I am first in honour among the gods and among men that are akin to me: to craftsmen a beloved fellow-worker, to masters a faithful guardian of the house, to servants a kindly protector: good helpmate in the toils of peace, staunch ally in the deeds of war, best partner in friendship. 2.1.33. To my friends meat and drink bring sweet and simple enjoyment: for they wait till they crave them. And a sweeter sleep falls on them than on idle folk: they are not vexed at awaking from it, nor for its sake do they neglect to do their duties. The young rejoice to win the praise of the old; the elders are glad to be honoured by the young; with joy they recall their deeds past, and their present well-doing is joy to them, for through me they are dear to the gods, lovely to friends, precious to their native land. And when comes the appointed end, they lie not forgotten and dishonoured, but live on, sung and remembered for all time. O Heracles, thou son of goodly parents, if thou wilt labour earnestly on this wise, thou mayest have for thine own the most blessed happiness. 2.1.34. Such, in outline, is Prodicus’ story of the training of Heracles by Virtue; only he has clothed the thoughts in even finer phrases than I have done now. But anyhow, Aristippus, it were well that you should think on these things and try to show some regard for the life that lies before you.
6. Numenius Heracleensis, Fragments, None (3rd cent. BCE - 3rd cent. BCE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 141
7. Plutarch, On Stoic Self-Contradictions, None (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •nan Found in books: Brouwer (2013) 141
8. Epictetus, Discourses, 3.21.19 (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 139
9. Plutarch, On The Fortune Or Virtue of Alexander The Great, None (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •nan Found in books: Brouwer (2013) 143
10. Numenius of Apamea, Fragments, None (2nd cent. CE - 2nd cent. CE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 141
11. Numenius of Apamea, Fragments, None (2nd cent. CE - 2nd cent. CE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 141
12. Diogenes Laertius, Lives of The Philosophers, 2.111, 2.114, 3.66, 7.1-7.4, 7.6, 7.12, 7.15-7.16, 7.24-7.25, 7.31 (3rd cent. CE - 3rd cent. CE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 138, 139, 140, 141, 142
2.111. There are also other pupils of Eubulides, amongst them Apollonius surnamed Cronus. He had a pupil Diodorus, the son of Ameinias of Iasus, who was also nicknamed Cronus. Callimachus in his Epigrams says of him:Momus himself chalked up on the walls Cronus is wise.He too was a dialectician and was supposed to have been the first who discovered the arguments known as the Veiled Figure and the Horned One. When he was staying with Ptolemy Soter, he had certain dialectical questions addressed to him by Stilpo, and, not being able to solve them on the spot, he was reproached by the king and, among other slights, the nickname Cronus was applied to him by way of derision. 2.114. And besides these he won over Phrasidemus the Peripatetic, an accomplished physicist, and Alcimus the rhetorician, the first orator in all Greece; Crates, too, and many others he got into his toils, and, what is more, along with these, he carried off Zeno the Phoenician.He was also an authority on politics.He married a wife, and had a mistress named Nicarete, as Onetor has somewhere stated. He had a profligate daughter, who was married to his friend Simmias of Syracuse. And, as she would not live by rule, some one told Stilpo that she was a disgrace to him. To this he replied, Not so, any more than I am an honour to her. 3.66. the dotted cross (⨰) denotes select passages and beauties of style; the dotted diple (⋗) editors' corrections of the text; the dotted obelus (÷) passages suspected without reason; the dotted antisigma (Ꜿ) repetitions and proposals for transpositions; the ceraunium the philosophical school; the asterisk (∗) an agreement of doctrine; the obelus (−) a spurious passage. So much for the critical marks and his writings in general. As Antigonus of Carystus says in his Life of Zeno, when the writings were first edited with critical marks, their possessors charged a certain fee to anyone who wished to consult them. 7.1. BOOK 7: 1. ZENOZeno, the son of Mnaseas (or Demeas), was a native of Citium in Cyprus, a Greek city which had received Phoenician settlers. He had a wry neck, says Timotheus of Athens in his book On Lives. Moreover, Apollonius of Tyre says he was lean, fairly tall, and swarthy – hence some one called him an Egyptian vine-branch, according to Chrysippus in the first book of his Proverbs. He had thick legs; he was flabby and delicate. Hence Persaeus in his Convivial Reminiscences relates that he declined most invitations to dinner. They say he was fond of eating green figs and of basking in the sun. 7.2. He was a pupil of Crates, as stated above. Next they say he attended the lectures of Stilpo and Xenocrates for ten years – so Timocrates says in his Dion – and Polemo as well. It is stated by Hecato and by Apollonius of Tyre in his first book on Zeno that he consulted the oracle to know what he should do to attain the best life, and that the god's response was that he should take on the complexion of the dead. Whereupon, perceiving what this meant, he studied ancient authors. Now the way he came across Crates was this. He was shipwrecked on a voyage from Phoenicia to Peiraeus with a cargo of purple. He went up into Athens and sat down in a bookseller's shop, being then a man of thirty. 7.3. As he went on reading the second book of Xenophon's Memorabilia, he was so pleased that he inquired where men like Socrates were to be found. Crates passed by in the nick of time, so the bookseller pointed to him and said, Follow yonder man. From that day he became Crates's pupil, showing in other respects a strong bent for philosophy, though with too much native modesty to assimilate Cynic shamelessness. Hence Crates, desirous of curing this defect in him, gave him a potful of lentil-soup to carry through the Ceramicus; and when he saw that he was ashamed and tried to keep it out of sight, with a blow of his staff he broke the pot. As Zeno took to flight with the lentil-soup flowing down his legs, Why run away, my little Phoenician? quoth Crates, nothing terrible has befallen you. 7.4. For a certain space, then, he was instructed by Crates, and when at this time he had written his Republic, some said in jest that he had written it on Cynosura, i.e. on the dog's tail. Besides the Republic he wrote the following works:of Life according to Nature.of Impulse, or Human Nature.of Emotions.of Duty.of Law.of Greek Education.of Vision.of the Whole World.of Signs.Pythagorean Questions.Universals.of Varieties of Style.Homeric Problems, in five books.of the Reading of Poetry.There are also by him:A Handbook of Rhetoric.Solutions.Two books of Refutations.Recollections of Crates.Ethics.This is a list of his writings. But at last he left Crates, and the men above mentioned were his masters for twenty years. Hence he is reported to have said, I made a prosperous voyage when I suffered shipwreck. But others attribute this saying of his to the time when he was under Crates. 7.6. The people of Athens held Zeno in high honour, as is proved by their depositing with him the keys of the city walls, and their honouring him with a golden crown and a bronze statue. This last mark of respect was also shown to him by citizens of his native town, who deemed his statue an ornament to their city, and the men of Citium living in Sidon were also proud to claim him for their own. Antigonus (Gonatas) also favoured him, and whenever he came to Athens would hear him lecture and often invited him to come to his court. This offer he declined but dispatched thither one of his friends, Persaeus, the son of Demetrius and a native of Citium, who flourished in the 130th Olympiad, at which time Zeno was already an old man. According to Apollonius of Tyre in his work upon Zeno, the letter of Antigonus was couched in the following terms: 7.12. Thraso of the deme Anacaea, Philocles of Peiraeus, Phaedrus of Anaphlystus, Medon of Acharnae, Micythus of Sypalettus, and Dion of Paeania have been elected commissioners for the making of the crown and the building.These are the terms of the decree.Antigonus of Carystus tells us that he never denied that he was a citizen of Citium. For when he was one of those who contributed to the restoration of the baths and his name was inscribed upon the pillar as Zeno the philosopher, he requested that the words of Citium should be added. He made a hollow lid for a flask and used to carry about money in it, in order that there might be provision at hand for the necessities of his master Crates. 7.15. After Zeno's death Antigonus is reported to have said, What an audience I have lost. Hence too he employed Thraso as his agent to request the Athenians to bury Zeno in the Ceramicus. And when asked why he admired him, Because, said he, the many ample gifts I offered him never made him conceited nor yet appear poor-spirited.His bent was towards inquiry, and he was an exact reasoner on all subjects. Hence the words of Timon in his Silli:A Phoenician too I saw, a pampered old woman ensconced in gloomy pride, longing for all things; but the meshes of her subtle web have perished, and she had no more intelligence than a banjo. 7.16. He used to dispute very carefully with Philo the logician and study along with him. Hence Zeno, who was the junior, had as great an admiration for Philo as his master Diodorus. And he had about him certain ragged dirty fellows, as Timon says in these lines:The while he got together a crowd of ignorant serfs, who surpassed all men in beggary and were the emptiest of townsfolk.Zeno himself was sour and of a frowning countece. He was very niggardly too, clinging to meanness unworthy of a Greek, on the plea of economy, If he pitched into anyone he would do it concisely, and not effusively, keeping him rather at arm's length. I mean, for example, his remark upon the fop showing himself off. 7.24. One day at a banquet he was reclining in silence and was asked the reason: whereupon he bade his critic carry word to the king that there was one present who knew how to hold his tongue. Now those who inquired of him were ambassadors from King Ptolemy, and they wanted to know what message they should take back from him to the king. On being asked how he felt about abuse, he replied, As an envoy feels who is dismissed without an answer. Apollonius of Tyre tells us how, when Crates laid hold on him by the cloak to drag him from Stilpo, Zeno said, The right way to seize a philosopher, Crates, is by the ears: persuade me then and drag me off by them; but, if you use violence, my body will be with you, but my mind with Stilpo. 7.25. According to Hippobotus he forgathered with Diodorus, with whom he worked hard at dialectic. And when he was already making progress, he would enter Polemo's school: so far from all self-conceit was he. In consequence Polemo is said to have addressed him thus: You slip in, Zeno, by the garden door – I'm quite aware of it – you filch my doctrines and give them a Phoenician make-up. A dialectician once showed him seven logical forms concerned with the sophism known as The Reaper, and Zeno asked him how much he wanted for them. Being told a hundred drachmas, he promptly paid two hundred: to such lengths would he go in his love of learning. They say too that he first introduced the word Duty and wrote a treatise on the subject. It is said, moreover, that he corrected Hesiod's lines thus:He is best of all men who follows good advice: good too is he who finds out all things for himself. 7.31. We have ourselves mentioned the manner of Zeno's death in the Pammetros (a collection of poems in various metres):The story goes that Zeno of Citium after enduring many hardships by reason of old age was set free, some say by ceasing to take food; others say that once when he had tripped he beat with his hand upon the earth and cried, I come of my own accord; why then call me?For there are some who hold this to have been the manner of his death.So much then concerning his death.Demetrius the Magnesian, in his work on Men of the Same Name, says of him: his father, Mnaseas, being a merchant often went to Athens and brought away many books about Socrates for Zeno while still a boy.
13. Eusebius of Caesarea, Preparation For The Gospel, 14.5.11 (3rd cent. CE - 4th cent. CE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 141
14. Servius, Commentary On The Aeneid, 7.432-7.435, 9.101 (4th cent. CE - 5th cent. CE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 122, 144
15. Themistius, Orations, None (4th cent. CE - 4th cent. CE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 138
16. Stobaeus, Anthology, 1.136.21-7.6 (5th cent. CE - 5th cent. CE)  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 143
17. Diodorus Cronus, Fragments, None  Tagged with subjects: •nan Found in books: nan nan nan nan nan
18. Stilpo, Fragments, None  Tagged with subjects: •nan Found in books: nan nan nan nan
19. Theophrastus, On The Stoics, 13.3  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 143
20. Hippobotus, Fragments, None  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 142
21. Hecato, Fragments, None  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 139
22. Fds, Fds, 100-101, 107-108, 110, 99  Tagged with subjects: •nan Found in books: Brouwer (2013) 141
23. Long And Sedley, The Hellenistic Philosophers, None  Tagged with subjects: •nan Found in books: Brouwer (2013) 143
24. Stoic School, Stoicor. Veter. Fragm., None  Tagged with subjects: •nan Found in books: Brouwer (2013) 139
25. Strabo, Geography, 16.2.24  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 139
16.2.24. The Sidonians are said by historians to excel in various kinds of art, as the words of Homer also imply. Besides, they cultivate science and study astronomy and arithmetic, to which they were led by the application of numbers (in accounts) and night sailing, each of which (branches of knowledge) concerns the merchant and seaman; in the same manner the Egyptians were led to the invention of geometry by the mensuration of ground, which was required in consequence of the Nile confounding, by its overflow, the respective boundaries of the country. It is thought that geometry was introduced into Greece from Egypt, and astronomy and arithmetic from Phoenicia. At present the best opportunities are afforded in these cities of acquiring a knowledge of these, and of all other branches of philosophy.If we are to believe Poseidonius, the ancient opinion about atoms originated with Mochus, a native of Sidon, who lived before the Trojan times. Let us, however, dismiss subjects relating to antiquity. In my time there were distinguished philosophers, natives of Sidon, as Boethus, with whom I studied the philosophy of Aristotle, and Diodotus his brother. Antipater was of Tyre, and a little before my time Apollonius, who published a table of the philosophers of the school of Zeno, and of their writings.Tyre is distant from Sidon not more than 200 stadia. Between the two is situated a small town, called Ornithopolis, (the city of birds); next a river which empties itself near Tyre into the sea. Next after Tyre is Palae-tyrus (ancient Tyre), at the distance of 30 stadia.
26. Cicero, On Proper Functions, 1.118  Tagged with subjects: •cleanthes, zeno as follower of Found in books: Brouwer (2013) 138
27. Antigonus of Carystus, Fragments, None  Tagged with subjects: •nan Found in books: Brouwer (2013) 141