1. Herodotus, Histories, 1.146, 1.171, 5.52, 5.97-5.98, 5.103, 5.119, 8.133-8.135 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • Caria/Carians, Hekatomnid rule • Caria/Carians, relations with Greeks and Leleges • Caria/Carians, women • Carians • Euromus (Carian city) • Federations, Karian League • Maussollos, Carian dynast • Zeus, Karian • intermarriage, Ionians and Carians
Found in books: Gruen (2020) 55; Kowalzig (2007) 105; Marek (2019) 120, 158; Mikalson (2003) 24, 87, 122, 179; Renberg (2017) 103; Sweeney (2013) 22, 45, 175; Williamson (2021) 105, 155
1.146. τούτων δὴ εἵνεκα καὶ οἱ Ἴωνες δυώδεκα πόλιας ἐποιήσαντο· ἐπεὶ ὥς γέ τι μᾶλλον οὗτοι Ἴωνες εἰσὶ τῶν ἄλλων Ἰώνων ἢ κάλλιόν τι γεγόνασι, μωρίη πολλὴ λέγειν· τῶν Ἄβαντες μὲν ἐξ Εὐβοίες εἰσὶ οὐκ ἐλαχίστη μοῖρα, τοῖσι Ἰωνίης μέτα οὐδὲ τοῦ οὐνόματος οὐδέν, Μινύαι δὲ Ὀρχομένιοί σφι ἀναμεμίχαται καὶ Καδμεῖοι καὶ Δρύοπες καὶ Φωκέες ἀποδάσμιοι καὶ Μολοσσοὶ καὶ Ἀρκάδες Πελασγοὶ καὶ Δωριέες Ἐπιδαύριοι, ἄλλα τε ἔθνεα πολλὰ ἀναμεμίχαται· οἱ δὲ αὐτῶν ἀπὸ τοῦ πρυτανηίου τοῦ Ἀθηναίων ὁρμηθέντες καὶ νομίζοντες γενναιότατοι εἶναι Ἰώνων, οὗτοι δὲ οὐ γυναῖκας ἠγάγοντο ἐς τὴν ἀποικίην ἀλλὰ Καείρας ἔσχον, τῶν ἐφόνευσαν τοὺς γονέας. διὰ τοῦτὸν δὲ τὸν φόνον αἱ γυναῖκες αὗται νόμον θέμεναι σφίσι αὐτῇσι ὅρκους ἐπήλασαν καὶ παρέδοσαν τῇσι θυγατράσι, μή κοτε ὁμοσιτῆσαι τοῖσι ἀνδράσι μηδὲ οὐνόματι βῶσαι τὸν ἑωυτῆς ἄνδρα, τοῦδε εἵνεκα ὅτι ἐφόνευσαν σφέων τοὺς πατέρας καὶ ἄνδρας καὶ παῖδας καὶ ἔπειτα ταῦτα ποιήσαντες αὐτῇσι συνοίκεον. 1.171. Ἅρπαγος δὲ καταστρεψάμενος Ἰωνίην ἐποιέετο στρατηίην ἐπὶ Κᾶρας καὶ Καυνίους καὶ Λυκίους, ἅμα ἀγόμενος καὶ Ἴωνας καὶ Αἰολέας. εἰσὶ δὲ τούτων Κᾶρες μὲν ἀπιγμένοι ἐς τὴν ἤπειρον ἐκ τῶν νήσων. τὸ γὰρ παλαιὸν ἐόντες Μίνω κατήκοοι καὶ καλεόμενοι Λέλεγες εἶχον τὰς νήσους, φόρον μὲν οὐδένα ὑποτελέοντες, ὅσον καὶ ἐγὼ δυνατός εἰμι ἐπὶ μακρότατον ἐξικέσθαι ἀκοῇ· οἳ δέ, ὅκως Μίνως δέοιτο, ἐπλήρουν οἱ τὰς νέας. ἅτε δὴ Μίνω τε κατεστραμμένου γῆν πολλὴν καὶ εὐτυχέοντος τῷ πολέμῳ, τὸ Καρικὸν ἦν ἔθνος λογιμώτατον τῶν ἐθνέων ἁπάντων κατὰ τοῦτον ἅμα τὸν χρόνον μακρῷ μάλιστα. καί σφι τριξὰ ἐξευρήματα ἐγένετο, τοῖσι οἱ Ἕλληνες ἐχρήσαντο· καὶ γὰρ ἐπὶ τὰ κράνεα λόφους ἐπιδέεσθαι Κᾶρες εἰσὶ οἱ καταδέξαντες καὶ ἐπὶ τὰς ἀσπίδας τὰ σημήια ποιέεσθαι, καὶ ὄχανα ἀσπίσι οὗτοι εἰσὶ οἱ ποιησάμενοι πρῶτοι· τέως δὲ ἄνευ ὀχάνων ἐφόρεον τὰς ἀσπίδας πάντες οἳ περ ἐώθεσαν ἀσπίσι χρᾶσθαι, τελαμῶσι σκυτίνοισι οἰηκίζοντες, περὶ τοῖσι αὐχέσι τε καὶ τοῖσι ἀριστεροῖσι ὤμοισι περικείμενοι. μετὰ δὲ τοὺς Κᾶρας χρόνῳ ὕστερον πολλῷ Δωριέες τε καὶ Ἴωνες ἐξανέστησαν ἐκ τῶν νήσων, καὶ οὕτω ἐς τὴν ἤπειρον ἀπίκοντο. κατὰ μὲν δὴ Κᾶρας οὕτω Κρῆτες λέγουσι γενέσθαι· οὐ μέντοι αὐτοί γε ὁμολογέουσι τούτοισι οἱ Κᾶρες, ἀλλὰ νομίζουσι αὐτοὶ ἑωυτοὺς εἶναι αὐτόχθονας ἠπειρώτας, καὶ τῷ οὐνόματι τῷ αὐτῷ αἰεὶ διαχρεωμένους τῷ περ νῦν. ἀποδείκνῦσι δὲ ἐν Μυλάσοισι Διὸς Καρίου ἱρὸν ἀρχαῖον, τοῦ Μυσοῖσι μὲν καὶ Λυδοῖσι μέτεστι ὡς κασιγνήτοισι ἐοῦσι τοῖσι Καρσί· τὸν γὰρ Λυδὸν καὶ τὸν Μυσὸν λέγουσι εἶναι Καρὸς ἀδελφεούς. τούτοισι μὲν δὴ μέτεστι, ὅσοι δὲ ἐόντες ἄλλου ἔθνεος ὁμόγλωσσοι τοῖσι Καρσὶ ἐγένοντο, τούτοισι δὲ οὐ μέτα. 5.52. ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε· σταθμοί τε πανταχῇ εἰσι βασιλήιοι καὶ καταλύσιες κάλλισται, διὰ οἰκεομένης τε ἡ ὁδὸς ἅπασα καὶ ἀσφαλέος. διὰ μέν γε Λυδίης καὶ Φρυγίης σταθμοὶ τείνοντες εἴκοσι εἰσί, παρασάγγαι δὲ τέσσερες καὶ ἐνενήκοντα καὶ ἥμισυ. ἐκδέκεται δὲ ἐκ τῆς Φρυγίης ὁ Ἅλυς ποταμός, ἐπʼ ᾧ πύλαι τε ἔπεισι, τὰς διεξελάσαι πᾶσα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν, καὶ φυλακτήριον μέγα ἐπʼ αὐτῷ. διαβάντι δὲ ἐς τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων σταθμοὶ δυῶν δέοντες εἰσὶ τριήκοντα, παρασάγγαι δὲ τέσσερες καὶ ἑκατόν. ἐπὶ δὲ τοῖσι τούτων οὔροισι διξάς τε πύλας διεξελᾷς καὶ διξὰ φυλακτήρια παραμείψεαι. ταῦτα δὲ διεξελάσαντι καὶ διὰ τῆς Κιλικίης ὁδὸν ποιευμένῳ τρεῖς εἱσι σταθμοί, παρασάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμισυ. οὖρος δὲ Κιλικίης καὶ τῆς Ἀρμενίης ἐστὶ ποταμὸς νηυσιπέρητος, τῷ οὔνομα Εὐφρήτης. ἐν δὲ τῇ Ἀρμενίῃ σταθμοὶ μὲν εἰσὶ καταγωγέων πεντεκαίδεκα, παρασάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμισυ, καὶ φυλακτήριον ἐν αὐτοῖσι. ἐκ δὲ ταύτης τῆς Ἀρμενίης ἐς βάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες καὶ τριήκοντα, παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν. ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι, τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαι ἐστί, πρῶτος μὲν Τίγρης, μετὰ δὲ δεύτερός τε καὶ τρίτος ὡυτὸς ὀνομαζόμενος, οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων· ὁ μὲν γὰρ πρότερον αὐτῶν καταλεχθεὶς ἐξ Ἀρμενίων ῥέει, ὁ δʼ ὕστερον ἐκ Ματιηνῶν· ὁ δὲ τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης, τὸν Κῦρος διέλαβε κοτὲ ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας. ἐκ δὲ ταύτης ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί, παρασάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισυ ἐστὶ ἐπὶ ποταμὸν Χοάσπην, ἐόντα καὶ τοῦτον νηυσιπέρητον· ἐπʼ ᾧ Σοῦσα πόλις πεπόλισται. 5.97. νομίζουσι δὲ ταῦτα καὶ διαβεβλημένοισι ἐς τοὺς Πέρσας, ἐν τούτῳ δὴ τῷ καιρῷ ὁ Μιλήσιος Ἀρισταγόρης, ὑπὸ Κλεομένεος τοῦ Λακεδαιμονίου ἐξελασθεὶς ἐκ τῆς Σπάρτης, ἀπίκετο ἐς Ἀθήνας· αὕτη γὰρ ἡ πόλις τῶν λοιπέων ἐδυνάστευε μέγιστον. ἐπελθὼν δὲ ἐπὶ τὸν δῆμον ὁ Ἀρισταγόρης ταὐτὰ ἔλεγε τὰ καὶ ἐν τῇ Σπάρτῃ περὶ τῶν ἀγαθῶν τῶν ἐν τῇ Ἀσίῃ καὶ τοῦ πολέμου τοῦ Περσικοῦ, ὡς οὔτε ἀσπίδα οὔτε δόρυ νομίζουσι εὐπετέες τε χειρωθῆναι εἴησαν. ταῦτά τε δὴ ἔλεγε καὶ πρὸς τοῖσι τάδε, ὡς οἱ Μιλήσιοι τῶν Ἀθηναίων εἰσὶ ἄποικοι, καὶ οἰκός σφεας εἴη ῥύεσθαι δυναμένους μέγα· καὶ οὐδὲν ὅ τι οὐκ ὑπίσχετο οἷα κάρτα δεόμενος, ἐς ὃ ἀνέπεισε σφέας. πολλοὺς γὰρ οἶκε εἶναι εὐπετέστερον διαβάλλειν ἢ ἕνα, εἰ Κλεομένεα μὲν τὸν Λακεδαιμόνιον μοῦνον οὐκ οἷός τε ἐγένετο διαβάλλειν, τρεῖς δὲ μυριάδας Ἀθηναίων ἐποίησε τοῦτο. Ἀθηναῖοι μὲν δὴ ἀναπεισθέντες ἐψηφίσαντο εἴκοσι νέας ἀποστεῖλαι βοηθοὺς Ἴωσι, στρατηγὸν ἀποδέξαντες αὐτῶν εἶναι Μελάνθιον ἄνδρα τῶν ἀστῶν ἐόντα τὰ πάντα δόκιμον· αὗται δὲ αἱ νέες ἀρχὴ κακῶν ἐγένοντο Ἕλλησί τε καὶ βαρβάροισι. 5.98. Ἀρισταγόρης δὲ προπλώσας καὶ ἀπικόμενος ἐς τὴν Μίλητον, ἐξευρὼν βούλευμα ἀπʼ οὗ Ἴωσι μὲν οὐδεμία ἔμελλε ὠφελίη ἔσεσθαι, οὐδʼ ὦν οὐδὲ τούτου εἵνεκα ἐποίεε ἀλλʼ ὅκως βασιλέα Δαρεῖον λυπήσειε, ἔπεμψε ἐς τὴν Φρυγίην ἄνδρα ἐπὶ τοὺς Παίονας τοὺς ἀπὸ Στρυμόνος ποταμοῦ αἰχμαλώτους γενομένους ὑπὸ Μεγαβάζου, οἰκέοντας δὲ τῆς Φρυγίης χῶρόν τε καὶ κώμην ἐπʼ ἑωυτῶν· ὃς ἐπειδὴ ἀπίκετο ἐς τοὺς Παίονας, ἔλεγε τάδε. “ἄνδρες Παίονες, ἔπεμψέ με Ἀρισταγόρης ὁ Μιλήτου τύραννος σωτηρίην ὑποθησόμενον ὑμῖν, ἤν περ βούλησθε πείθεσθαι. νῦν γὰρ Ἰωνίη πᾶσα ἀπέστηκε ἀπὸ βασιλέος, καὶ ὑμῖν παρέχει σώζεσθαι ἐπὶ τὴν ὑμετέρην αὐτῶν· μέχρι μὲν θαλάσσης αὐτοῖσι ὑμῖν, τὸ δὲ ἀπὸ τούτου ἡμῖν ἤδη μελήσει.” ταῦτα δὲ ἀκούσαντες οἱ Παίονες κάρτα τε ἀσπαστὸν ἐποιήσαντο καὶ ἀναλαβόντες παῖδας καὶ γυναῖκας ἀπεδίδρησκον ἐπὶ θάλασσαν, οἳ δὲ τινὲς αὐτῶν καὶ κατέμειναν ἀρρωδήσαντες αὐτοῦ. ἐπείτε δὲ οἱ Παίονες ἀπίκοντο ἐπὶ θάλασσαν, ἐνθεῦτεν ἐς Χίον διέβησαν. ἐόντων δὲ ἤδη ἐν Χίῳ, κατὰ πόδας ἐληλύθεε Περσέων ἵππος πολλὴ διώκουσα τοὺς Παίονας. ὡς δὲ οὐ κατέλαβον, ἐπηγγέλλοντο ἐς τὴν Χίον τοῖσι Παίοσι ὅκως ἂν ὀπίσω ἀπέλθοιεν. οἱ δὲ Παίονες τοὺς λόγους οὐκ ἐνεδέκοντο, ἀλλʼ ἐκ Χίου μὲν Χῖοι σφέας ἐς Λέσβον ἤγαγον, Λέσβιοι δὲ ἐς Δορίσκον ἐκόμισαν, ἐνθεῦτεν δὲ πεζῇ κομιζόμενοι ἀπίκοντο ἐς Παιονίην. 5.103. τότε μὲν δὴ οὕτω ἠγωνίσαντο. μετὰ δὲ Ἀθηναῖοι μὲν τὸ παράπαν ἀπολιπόντες τοὺς Ἴωνας, ἐπικαλεομένου σφέας πολλὰ διʼ ἀγγέλων Ἀρισταγόρεω, οὐκ ἔφασαν τιμωρήσειν σφι· Ἴωνες δὲ τῆς Ἀθηναίων συμμαχίης στερηθέντες, οὕτω γάρ σφι ὑπῆρχε πεποιημένα ἐς Δαρεῖον, οὐδὲν δὴ ἧσσον τὸν πρὸς βασιλέα πόλεμον ἐσκευάζοντο. πλώσαντες δὲ ἐς τὸν Ἑλλήσποντον Βυζάντιόν τε καὶ τὰς ἄλλας πόλιας πάσας τὰς ταύτῃ ὑπʼ ἑωυτοῖσι ἐποιήσαντο, ἐκπλώσαντές τε ἔξω τὸν Ἑλλήσποντον Καρίης τὴν πολλὴν προσεκτήσαντο σφίσι σύμμαχον εἶναι· καὶ γὰρ τὴν Καῦνον πρότερον οὐ βουλομένην συμμαχέειν, ὡς ἐνέπρησαν τὰς Σάρδις, τότε σφι καὶ αὕτη προσεγένετο. 5.119. μετὰ δὲ παρεόντων καὶ διαβάντων τὸν Μαίανδρον τῶν Περσέων, ἐνθαῦτα ἐπὶ τῷ Μαρσύῃ ποταμῷ συνέβαλόν τε τοῖσι Πέρσῃσι οἱ Κᾶρες καὶ μάχην ἐμαχέσαντο ἰσχυρὴν καὶ ἐπὶ χρόνον πολλόν, τέλος δὲ ἑσσώθησαν διὰ πλῆθος. Περσέων μὲν δὴ ἔπεσον ἄνδρες ἐς δισχιλίους, Καρῶν δὲ ἐς μυρίους. ἐνθεῦτεν δὲ οἱ διαφυγόντες αὐτῶν κατειλήθησαν ἐς Λάβραυνδα ἐς Διὸς στρατίου ἱρόν, μέγα τε καὶ ἅγιον ἄλσος πλατανίστων. μοῦνοι δὲ τῶν ἡμεῖς ἴδμεν Κᾶρες εἰσὶ οἳ Διὶ στρατίῳ θυσίας ἀνάγουσι. κατειληθέντες δὲ ὦν οὗτοι ἐνθαῦτα ἐβουλεύοντο περὶ σωτηρίης, ὁκότερα ἢ παραδόντες σφέας αὐτοὺς Πέρσῃσι ἢ ἐκλιπόντες τὸ παράπαν τὴν Ἀσίην ἄμεινον πρήξουσι. 8.133. οἱ μὲν δὴ Ἕλληνες ἔπλεον ἐς τὴν Δῆλον, Μαρδόνιος δὲ περὶ τὴν Θεσσαλίην ἐχείμαζε. ἐνθεῦτεν δὲ ὁρμώμενος ἔπεμπε κατὰ τὰ χρηστήρια ἄνδρα Εὐρωπέα γένος, τῷ οὔνομα ἦν Μῦς, ἐντειλάμενος πανταχῇ μιν χρησόμενον ἐλθεῖν, τῶν οἷά τε ἦν σφι ἀποπειρήσασθαι. ὅ τι μὲν βουλόμενος ἐκμαθεῖν πρὸς τῶν χρηστηρίων ταῦτα ἐνετέλλετο, οὐκ ἔχω φράσαι· οὐ γὰρ ὦν λέγεται· δοκέω δʼ ἔγωγε περὶ τῶν παρεόντων πρηγμάτων καὶ οὐκ ἄλλων πέρι πέμψαι. 8.134. οὗτος ὁ Μῦς ἔς τε Λεβάδειαν φαίνεται ἀπικόμενος καὶ μισθῷ πείσας τῶν ἐπιχωρίων ἄνδρα καταβῆναι παρὰ Τροφώνιον, καὶ ἐς Ἄβας τὰς Φωκέων ἀπικόμενος ἐπὶ τὸ χρηστήριον· καὶ δὴ καὶ ἐς Θήβας πρῶτα ὡς ἀπίκετο, τοῦτο μὲν τῷ Ἰσμηνίῳ Ἀπόλλωνι ἐχρήσατο· ἔστι δὲ κατά περ ἐν Ὀλυμπίῃ ἱροῖσι αὐτόθι χρηστηριάζεσθαι· τοῦτο δὲ ξεῖνον τινὰ καὶ οὐ Θηβαῖον χρήμασι πείσας κατεκοίμησε ἐς Ἀμφιάρεω. Θηβαίων δὲ οὐδενὶ ἔξεστι μαντεύεσθαι αὐτόθι διὰ τόδε· ἐκέλευσε σφέας ὁ Ἀμφιάρεως διὰ χρηστηρίων ποιεύμενος ὁκότερα βούλονται ἑλέσθαι τούτων, ἑωυτῷ ἢ ἅτε μάντι χρᾶσθαι ἢ ἅτε συμμάχῳ, τοῦ ἑτέρου ἀπεχομένους· οἳ δὲ σύμμαχόν μιν εἵλοντο εἶναι. διὰ τοῦτο μὲν οὐκ ἔξεστι Θηβαίων οὐδενὶ αὐτόθι ἐγκατακοιμηθῆναι. 8.135. τότε δὲ θῶμά μοι μέγιστον γενέσθαι λέγεται ὑπὸ Θηβαίων· ἐλθεῖν ἄρα τὸν Εὐρωπέα Μῦν, περιστρωφώμενον πάντα τὰ χρηστήρια, καὶ ἐς τοῦ Πτῴου Ἀπόλλωνος τὸ τέμενος. τοῦτο δὲ τὸ ἱρὸν καλέεται μὲν Πτῷον, ἔστι δὲ Θηβαίων, κεῖται δὲ ὑπὲρ τῆς Κωπαΐδος λίμνης πρὸς ὄρεϊ ἀγχοτάτω Ἀκραιφίης πόλιος. ἐς τοῦτο τὸ ἱρὸν ἐπείτε παρελθεῖν τὸν καλεόμενον τοῦτον Μῦν, ἕπεσθαι δέ οἱ τῶν ἀστῶν αἱρετοὺς ἄνδρας τρεῖς ἀπὸ τοῦ κοινοῦ ὡς ἀπογραψομένους τὰ θεσπιέειν ἔμελλε, καὶ πρόκατε τὸν πρόμαντιν βαρβάρῳ γλώσσῃ χρᾶν. καὶ τοὺς μὲν ἑπομένους τῶν Θηβαίων ἐν θώματι ἔχεσθαι ἀκούοντας βαρβάρου γλώσσης ἀντὶ Ἑλλάδος, οὐδὲ ἔχειν ὅ τι χρήσωνται τῷ παρεόντι πρήγματι· τὸν δὲ Εὐρωπέα Μῦν ἐξαρπάσαντα παρʼ αὐτῶν τὴν ἐφέροντο δέλτον, τὰ λεγόμενα ὑπὸ τοῦ προφήτεω γράφειν ἐς αὐτήν, φάναι δὲ Καρίῃ μιν γλώσσῃ χρᾶν, συγγραψάμενον δὲ οἴχεσθαι ἀπιόντα ἐς Θεσσαλίην.''. None | 1.146. For this reason, and for no other, the Ionians too made twelve cities; for it would be foolishness to say that these are more truly Ionian or better born than the other Ionians; since not the least part of them are Abantes from Euboea, who are not Ionians even in name, and there are mingled with them Minyans of Orchomenus, Cadmeans, Dryopians, Phocian renegades from their nation, Molossians, Pelasgian Arcadians, Dorians of Epidaurus, and many other tribes; ,and as for those who came from the very town-hall of Athens and think they are the best born of the Ionians, these did not bring wives with them to their settlements, but married Carian women whose parents they had put to death. ,For this slaughter, these women made a custom and bound themselves by oath (and enjoined it on their daughters) that no one would sit at table with her husband or call him by his name, because the men had married them after slaying their fathers and husbands and sons. This happened at Miletus . 1.171. Harpagus, after subjugating Ionia, made an expedition against the Carians, Caunians, and Lycians, taking Ionians and Aeolians with him. ,of these, the Carians have come to the mainland from the islands; for in the past they were islanders, called Leleges and under the rule of Minos, not (as far as I can learn by report) paying tribute, but manning ships for him when he needed them. ,Since Minos had subjected a good deal of territory for himself and was victorious in war, this made the Carians too at that time by far the most respected of all nations. ,They invented three things in which they were followed by the Greeks: it was the Carians who originated wearing crests on their helmets and devices on their shields, and who first made grips for their shields; until then all who used shields carried them without these grips, and guided them with leather belts which they slung round the neck and over the left shoulder. ,Then, a long time afterwards, the Carians were driven from the islands by Dorians and Ionians and so came to the mainland. This is the Cretan story about the Carians; but the Carians themselves do not subscribe to it, but believe that they are aboriginal inhabitants of the mainland and always bore the name which they bear now; ,and they point to an ancient shrine of Carian Zeus at Mylasa, to which Mysians and Lydians, as brethren of the Carians (for Lydus and Mysus, they say, were brothers of Car), are admitted, but not those who spoke the same language as the Carians but were of another people. ' " 5.52. Now the nature of this road is as I will show. All along it are the king's road stations and very good resting places, and the whole of it passes through country that is inhabited and safe. Its course through Lydia and Phrygia is of the length of twenty stages, and ninety-four and a half parasangs. ,Next after Phrygia it comes to the river Halys, where there is both a defile which must be passed before the river can be crossed and a great fortress to guard it. After the passage into Cappadocia, the road in that land as far as the borders of Cilicia is of twenty-eight stages and one hundred and four parasangs. On this frontier you must ride through two defiles and pass two fortresses. ,Ride past these, and you will have a journey through Cilica of three stages and fifteen and a half parasangs. The boundary of Cilicia and Armenia is a navigable river, the name of which is the Euphrates. In Armenia there are fifteen resting-stages and fifty-six and a half parasangs. Here too there is a fortress. From Armenia the road enters the Matienian land, in which there are thirty-four stages and one hundred and thirty-seven parasangs. ,Through this land flow four navigable rivers which must be passed by ferries, first the Tigris, then a second and a third of the same name, yet not the same stream nor flowing from the same source. The first-mentioned of them flows from the Armenians and the second from the Matieni. ,The fourth river is called Gyndes, that Gyndes which Cyrus parted once into three hundred and sixty channels. ,When this country is passed, the road is in the Cissian land, where there are eleven stages and forty-two and a half parasangs, as far as yet another navigable river, the Choaspes, on the banks of which stands the city of Susa. " ' 5.97. It was when the Athenians had made their decision and were already on bad terms with Persia, that Aristagoras the Milesian, driven from Sparta by Cleomenes the Lacedaemonian, came to Athens, since that city was more powerful than any of the rest. Coming before the people, Aristagoras spoke to the same effect as at Sparta, of the good things of Asia, and how the Persians carried neither shield nor spear in war and could easily be overcome. ,This he said adding that the Milesians were settlers from Athens, whom it was only right to save seeing that they themselves were a very powerful people. There was nothing which he did not promise in the earnestness of his entreaty, till at last he prevailed upon them. It seems, then, that it is easier to deceive many than one, for he could not deceive Cleomenes of Lacedaemon, one single man, but thirty thousand Athenians he could. ,The Athenians, now persuaded, voted to send twenty ships to aid the Ionians, appointing for their admiral Melanthius, a citizen of Athens who had an unblemished reputation. These ships were the beginning of troubles for both Greeks and foreigners. 5.98. Aristagoras sailed before the rest, and when he came to Miletus, he devised a plan from which no advantage was to accrue to the Ionians (nor indeed was that the purpose of his plan, but rather to vex king Darius). He sent a man into Phrygia, to the Paeonians who had been led captive from the Strymon by Megabazus, and now dwelt in a Phrygian territory and village by themselves. When the man came to the Paeonians, he spoke as follows: ,“Men of Paeonia, I have been sent by Aristagoras, tyrant of Miletus, to show you the way to deliverance, if you are disposed to obey. All Ionia is now in revolt against the king, and it is possible for you to win your own way back safely to your own land, but afterwards we will take care of you.” ,The Paeonians were very glad when they heard that, and although some of them remained where they were for fear of danger, the rest took their children and women and fled to the sea. After arriving there, the Paeonians crossed over to Chios. ,They were already in Chios, when a great host of Persian horsemen came after them in pursuit. Unable to overtake them, the Persians sent to Chios, commanding the Paeonians to go back. The Paeonians would not consent to this, but were brought from Chios by the Chians to Lesbos and carried by the Lesbians to Doriscus, from where they made their way by land to Paeonia. 5.103. This, then is how they fared in their fighting. Presently, however, the Athenians wholly separated themselves from the Ionians and refused to aid them, although Aristagoras sent messages of earnest entreaty. Despite the fact that they had been deprived of their Athenian allies, the Ionians fervently continued their war against the king (for they remained committed by what they had done to Darius). ,They sailed to the Hellespont and made Byzantium and all the other cities of that region subject to themselves. Then sailing out from the Hellespont they gained to their cause the greater part of Caria, for even Caunus, which till then had not wanted to be their ally, now joined itself to them after the burning of Sardis. 5.119. Presently, when the Persians had come and had crossed the Maeander, they and the Carians joined battle by the river Marsyas. The Carians fought obstinately and for a long time, but at the last they were overcome by the odds. of the Persians, as many as two thousand men fell, and of the Carians ten thousand. ,Those of them who escaped were driven into the precinct of Zeus of Armies at Labraunda, a large and a holy grove of plane-trees. (The Carians are the only people whom we know who offer sacrifices to Zeus by this name.) When they had been driven there, they deliberated how best to save themselves, whether it would be better for them to surrender to the Persians or to depart from Asia. 8.133. The Greeks, then, sailed to Delos, and Mardonius wintered in Thessaly. Having his headquarters there he sent a man of Europus called Mys to visit the places of divination, charging him to inquire of all the oracles which he could test. What it was that he desired to learn from the oracles when he gave this charge, I cannot say, for no one tells of it. I suppose that he sent to inquire concerning his present business, and that alone. 8.134. This man Mys is known to have gone to Lebadea and to have bribed a man of the country to go down into the cave of Trophonius and to have gone to the place of divination at Abae in Phocis. He went first to Thebes where he inquired of Ismenian Apollo (sacrifice is there the way of divination, as at Olympia), and moreover he bribed one who was no Theban but a stranger to lie down to sleep in the shrine of Amphiaraus. ,No Theban may seek a prophecy there, for Amphiaraus bade them by an oracle to choose which of the two they wanted and forgo the other, and take him either for their prophet or for their ally. They chose that he should be their ally. Therefore no Theban may lie down to sleep in that place. ' "8.135. But at this time there happened, as the Thebans say, a thing at which I marvel greatly. It would seem that this man Mys of Europus came in his wanderings among the places of divination to the precinct of Ptoan Apollo. This temple is called Ptoum, and belongs to the Thebans. It lies by a hill, above lake Copais, very near to the town Acraephia. ,When the man called Mys entered into this temple together with three men of the town who were chosen on the state's behalf to write down the oracles that should be given, straightway the diviner prophesied in a foreign tongue. ,The Thebans who followed him were astonished to hear a strange language instead of Greek and knew not what this present matter might be. Mys of Europus, however, snatched from them the tablet which they carried and wrote on it that which was spoken by the prophet, saying that the words of the oracle were Carian. After writing everything down, he went back to Thessaly. "'. None |
|