4. New Testament, Apocalypse, 1.14-1.16, 2.10-2.11, 2.16, 2.23, 3.3, 3.5, 3.11, 3.18, 7.13-7.14, 12.17, 14.14-14.20, 16.15, 18.6, 18.9-18.20, 19.11-19.21, 20.6, 20.14, 21.4, 21.7-21.8 (1st cent. CE - 1st cent. CE) Tagged with subjects: •bauckham, richard Found in books: Mathews, Riches, Poverty, and the Faithful: Perspectives on Wealth in the Second Temple Period and the Apocalypse of John (2013) 173 1.14. ἡ δὲκεφαλὴ αὐτοῦκαὶαἱ τρίχες λευκαὶ ὡς ἔριονλευκόν,ὡς χιών, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡςφλὸξ πυρός, 1.15. καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένης,καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν, 1.16. καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη, καὶ ἡ ὄψις αὐτοῦ ὡςὁ ἥλιοςφαίνειἐν τῇ δυνάμει αὐτοῦ. 2.10. μὴ φοβοῦ ἃ μέλλεις πάσχειν. ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵναπειρασθῆτε,καὶ ἔχητε θλίψινἡμερῶν δέκα.γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 2.11. Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. 2.16. μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετʼ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 2.23. καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁἐραυνῶν νεφροὺς καὶ καρδίας,καὶδώσωὑμῖνἑκάστῳ κατὰ τὰ ἔργαὑμῶν. 3.3. μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ· 3.5. Ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴἐξαλείψωτὸ ὄνομα αὐτοῦἐκ τῆς βίβλου τῆς ζωῆς,καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 3.11. κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 3.18. συμβουλεύω σοι ἀγοράσαι παρʼ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. 7.13. Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον; 7.14. καὶ εἴρηκα αὐτῷ Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆςθλίψεωςτῆς μεγάλης, καὶἔπλυναν τὰς στολὰς αὐτῶνκαὶ ἐλεύκαναν αὐτὰςἐν τῷ αἵματιτοῦ ἀρνίου. 12.17. καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικί, καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· 14.14. Καὶεἶδον, καὶ ἰδοὺνεφέλη λευκή, καὶἐπὶτὴννεφέληνκαθήμενονὅμοιον υἱὸν ἀνθρώπου,ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. 14.15. Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέληςΠέμψον τὸ δρέπανόνσου καὶ θέρισον,ὅτι ἦλθεν ἡ ὥρα θερίσαι,ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. 14.16. καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ. 14.17. Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. 14.18. Καὶ ἄλλος ἄγγελος [ἐξῆλθεν] ἐκ τοῦ θυσιαστηρίου, [ὁ] ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγωνΠέμψονσουτὸ δρέπανοντὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. 14.19. καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον́ αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. 14.20. καὶἐπατήθη ἡ ληνὸςἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων. 16.15. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ. 18.6. ἀπόδοτε αὐτῆ ὡς καὶ αὐτη ἀπέδωκεν,καὶ διπλώσατε [τὰ] διπλᾶκατὰ τὰ ἔργα αὐτῆς·ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν· 18.9. καὶ κλαύσουσιν καὶ κόψονται ἐπ̓αὐτὴνοἱ βασιλεῖς τῆς γῆς οἱ μετʼ αὐτῆς πορνεύσαντεςκαὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς, 18.10. ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, Βαβυλὼνἡ πόλις ἡ ἰσχυρά,ὅτι μιᾷ ὥρᾳ ἦλθενlt*gt ἡ κρίσις σου. 18.11. καὶοἱ ἔμποροιτῆς γῆςκλαίουσιν καὶ πενθοῦσινἐπʼ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι, 18.12. γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶμαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύινον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου, 18.13. καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶψυχας ἀνθρώπων. 18.14. καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν. 18.15. οἱ ἔμποροιτούτων, οἱ πλουτήσαντες ἀπʼ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆςκλαίοντες καὶ πενθοῦντες, 18.16. λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη [ἐν] χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος. 18.17. καὶ πᾶςκυβερνήτηςκαὶ πᾶς ὁ ἐπὶ τόπον πλέων,καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσανἐργάζονται, ἀπὸ μακρόθενἔστησαν 18.18. καὶ ἔκραξαν βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντεςΤίς ὁμοίατῇ πόλει τῇ μεγάλῃ; 18.19. καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραξαν κλαίοντες καὶ πενθοῦντες, λέγοντες Οὐαί οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗἐπλούτησαν πάντεςοἱ ἔχοντεςτὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητοςαὐτῆς, ὅτι μιᾷ ὥρᾳἠρημώθη. 18.20. Εὐφραίνου ἐπʼ αὐτῇ,οὐρανέ,καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,ὅτι ἔκρινενὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς. 19.11. Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον,καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν πιστὸς [καλούμενος] καὶ ἀληθινός, καὶἐν δικαιοσύνῃ κρίνεικαὶ πολεμεῖ. 19.12. οἱ δὲ ὀφθαλμοὶ αὐτοῦφλὸξπυρός,καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, 19.13. καὶ περιβεβλημένος ἱμάτιον ῤεραντισμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ. 19.14. καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοιβύσσινον λευκὸν καθαρόν. 19.15. καὶ ἐκτοῦ στόματοςαὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇπατάξῃ τὰ ἔθνη,καὶ αὐτὸςποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·καὶ αὐτὸςπατεῖ τὴν ληνὸντοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆςτοῦ θεοῦ τοῦ παντοκράτορος. 19.16. καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ. 19.17. Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃλέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοιςἐν μεσουρανήματιΔεῦτε συνάχθητε εἰς τὸδεῖπνον τὸ μέγα τοῦ θεοῦ, 19.18. ἵναφάγητεσάρκαςβασιλέωνκαὶ σάρκας χιλιάρχων καὶσάρκας ἰσχυρῶνκαὶ σάρκαςἵππωνκαὶ τῶν καθημένων ἐπʼ αὐτούς, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων. 19.19. Καὶ εἶδον τὸ θηρίον καὶτους βασιλεῖς τῆς γῆςκαὶ τὰ στρατεύματα αὐτῶνσυνηγμέναποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ. 19.20. καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετʼ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆςκαιομένης ἐν θείῳ. 19.21. καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶπάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶναὐτῶν. 20.6. μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλʼ ἔσονταιἱερεῖς τοῦ θεοῦκαὶ τοῦ χριστοῦ, καὶ βασιλεύσουσιν μετʼ αὐτοῦ [τὰ] χίλια ἔτη. 20.14. καὶ ὁ θάνατος καὶ ὁ ᾄδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός. 21.4. καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶναὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτεπένθοςοὔτεκραυγὴοὔτε πόνος οὐκ ἔσται ἔτι.τὰ πρῶταἀπῆλθαν. 21.7. ὁ νικῶν κληρονομήσει ταῦτα, καὶἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. 21.8. τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακοῖς καὶ εἰδωλολάτραις καὶ πᾶσι τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῆκαιομένῃ πυρὶ καὶ θείῳ,ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. | 1.14. His head and his hair were white as white wool, like snow. His eyes were like a flame of fire. 1.15. His feet were like burnished brass, as if it had been refined in a furnace. His voice was like the voice of many waters. 1.16. He had seven stars in his right hand. Out of his mouth proceeded a sharp two-edged sword. His face was like the sun shining at its brightest. 2.10. Don't be afraid of the things which you are about to suffer. Behold, the devil is about to throw some of you into prison, that you may be tested; and you will have oppression for ten days. Be faithful to death, and I will give you the crown of life. 2.11. He who has an ear, let him hear what the Spirit says to the assemblies. He who overcomes won't be harmed by the second death. 2.16. Repent therefore, or else I am coming to you quickly, and I will make war against them with the sword of my mouth. 2.23. I will kill her children with Death, and all the assemblies will know that I am he who searches the minds and hearts. I will give to each one of you according to your deeds. 3.3. Remember therefore how you have received and heard. Keep it, and repent. If therefore you won't watch, I will come as a thief, and you won't know what hour I will come upon you. 3.5. He who overcomes will be arrayed in white garments, and I will in no way blot his name out of the book of life, and I will confess his name before my Father, and before his angels. 3.11. I come quickly. Hold firmly that which you have, so that no one takes your crown. 3.18. I counsel you to buy from me gold refined by fire, that you may become rich; and white garments, that you may clothe yourself, and that the shame of your nakedness may not be revealed; and eye salve to anoint your eyes, that you may see. 7.13. One of the elders answered, saying to me, "These who are arrayed in white robes, who are they, and where did they come from?" 7.14. I told him, "My lord, you know."He said to me, "These are those who came out of the great tribulation. They washed their robes, and made them white in the Lamb's blood. 12.17. The dragon grew angry with the woman, and went away to make war with the rest of her seed, who keep God's commandments and hold Jesus' testimony. 14.14. I looked, and behold, a white cloud; and on the cloud one sitting like a son of man, having on his head a golden crown, and in his hand a sharp sickle. 14.15. Another angel came out from the temple, crying with a loud voice to him who sat on the cloud, "Send forth your sickle, and reap; for the hour to reap has come; for the harvest of the earth is ripe!" 14.16. He who sat on the cloud thrust his sickle on the earth, and the earth was reaped. 14.17. Another angel came out from the temple which is in heaven. He also had a sharp sickle. 14.18. Another angel came out from the altar, he who has power over fire, and he called with a great voice to him who had the sharp sickle, saying, "Send forth your sharp sickle, and gather the clusters of the vine of the earth, for the earth's grapes are fully ripe!" 14.19. The angel thrust his sickle into the earth, and gathered the vintage of the earth, and threw it into the great winepress of the wrath of God. 14.20. The winepress was trodden outside of the city, and blood came out from the winepress, even to the bridles of the horses, as far as one thousand six hundred stadia. 16.15. "Behold, I come like a thief. Blessed is he who watches, and keeps his clothes, so that he doesn't walk naked, and they see his shame." 18.6. Return to her just as she returned, and double back doubles as she did, and according to her works. In the cup which she mixed, mix to her double. 18.9. The kings of the earth, who committed sexual immorality and lived wantonly with her, will weep and wail over her, when they look at the smoke of her burning, 18.10. standing far away for the fear of her torment, saying, 'Woe, woe, the great city, Babylon, the strong city! For your judgment has come in one hour.' 18.11. The merchants of the earth weep and mourn over her, for no one buys their merchandise any more; 18.12. merchandise of gold, silver, precious stones, pearls, fine linen, purple, silk, scarlet, all expensive wood, every vessel of ivory, every vessel made of most precious wood, and of brass, and iron, and marble; 18.13. and cinnamon, incense, perfume, frankincense, wine, olive oil, fine flour, wheat, sheep, horses, chariots, bodies, and people's souls. 18.14. The fruits which your soul lusted after have been lost to you, and all things that were dainty and sumptuous have perished from you, and you will find them no more at all. 18.15. The merchants of these things, who were made rich by her, will stand far away for the fear of her torment, weeping and mourning; 18.16. saying, 'Woe, woe, the great city, she who was dressed in fine linen, purple, and scarlet, and decked with gold and precious stones and pearls! 18.17. For in an hour such great riches are made desolate.' Every shipmaster, and everyone who sails anywhere, and mariners, and as many as gain their living by sea, stood far away, 18.18. and cried out as they looked at the smoke of her burning, saying, 'What is like the great city?' 18.19. They cast dust on their heads, and cried, weeping and mourning, saying, 'Woe, woe, the great city, in which all who had their ships in the sea were made rich by reason of her great wealth!' For in one hour is she made desolate. 18.20. Rejoice over her, O heaven, you saints, apostles, and prophets; for God has judged your judgment on her." 19.11. I saw the heaven opened, and behold, a white horse, and he who sat on it is called Faithful and True. In righteousness he judges and makes war. 19.12. His eyes are a flame of fire, and on his head are many crowns. He has names written and a name written which no one knows but he himself. 19.13. He is clothed in a garment sprinkled with blood. His name is called "The Word of God." 19.14. The armies which are in heaven followed him on white horses, clothed in white, pure, fine linen. 19.15. Out of his mouth proceeds a sharp, double-edged sword, that with it he should strike the nations. He will rule them with a rod of iron. He treads the winepress of the fierceness of the wrath of God, the Almighty. 19.16. He has on his garment and on his thigh a name written, "KING OF KINGS, AND LORD OF LORDS." 19.17. I saw an angel standing in the sun. He cried with a loud voice, saying to all the birds that fly in the sky, "Come! Be gathered together to the great supper of God, 19.18. that you may eat the flesh of kings, the flesh of captains, the flesh of mighty men, and the flesh of horses and of those who sit on them, and the flesh of all men, both free and slave, and small and great." 19.19. I saw the beast, and the kings of the earth, and their armies, gathered together to make war against him who sat on the horse, and against his army. 19.20. The beast was taken, and with him the false prophet who worked the signs in his sight, with which he deceived those who had received the mark of the beast and those who worshiped his image. They two were thrown alive into the lake of fire that burns with sulfur. 19.21. The rest were killed with the sword of him who sat on the horse, the sword which came forth out of his mouth. All the birds were filled with their flesh. 20.6. Blessed and holy is he who has part in the first resurrection. Over these, the second death has no power, but they will be priests of God and of Christ, and will reign with him one thousand years. 20.14. Death and Hades were thrown into the lake of fire. This is the second death, the lake of fire. 21.4. He will wipe away from them every tear from their eyes. Death will be no more; neither will there be mourning, nor crying, nor pain, any more. The first things have passed away. 21.7. He who overcomes, I will give him these things. I will be his God, and he will be my son. 21.8. But for the cowardly, unbelieving, sinners, abominable, murderers, sexually immoral, sorcerers, idolaters, and all liars, their part is in the lake that burns with fire and sulfur, which is the second death." |
|