Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.


graph

graph

All subjects (including unvalidated):
subject book bibliographic info
bacis Johnston and Struck (2005) 38, 52, 179, 180, 181
Mikalson (2003) 68, 85, 86, 140
bacis, oracles about euboea Mikalson (2003) 68, 85, 86
bacis, plataea Mikalson (2003) 94
bacis, salamis Mikalson (2003) 77, 78, 85, 86, 112, 113, 125, 127, 140, 231

List of validated texts:
5 validated results for "bacis"
1. Herodotus, Histories, 1.46-1.49, 1.53-1.55, 8.20, 8.77, 8.96, 9.43 (5th cent. BCE - 5th cent. BCE)
 Tagged with subjects: • Bacis • Bacis, Plataea • Bacis, Salamis • Bacis, oracles about Euboea • Bakis • Bakis,

 Found in books: Bacchi (2022) 61, 62; Edmonds (2019) 216; Johnston and Struck (2005) 38, 52; Mikalson (2003) 68, 77, 78, 85, 94, 112, 125, 127, 140, 231


1.46. Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μεγάλῳ κατῆστο τοῦ παιδὸς ἐστερημένος. μετὰ δὲ ἡ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταιρεθεῖσα ὑπὸ Κύρου τοῦ Καμβύσεω καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα πένθεος μὲν Κροῖσον ἀπέπαυσε, ἐνέβησε δὲ ἐς φροντίδα, εἴ κως δύναιτο, πρὶν μεγάλους γενέσθαι τοὺς Πέρσας, καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν. μετὰ ὦν τὴν διάνοιαν ταύτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντείων τῶν τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ, διαπέμψας ἄλλους ἄλλῃ, τοὺς μὲν ἐς Δελφοὺς ἰέναι, τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων, τοὺς δὲ ἐς Δωδώνην· οἳ δὲ τινὲς ἐπέμποντο παρὰ τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον, οἳ δὲ τῆς Μιλησίης ἐς Βραγχίδας. ταῦτα μέν νυν τὰ Ἑλληνικὰ μαντήια ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος· Λιβύης δὲ παρὰ Ἄμμωνα ἀπέστελλε ἄλλους χρησομένους. διέπεμπε δὲ πειρώμενος τῶν μαντηίων ὅ τι φρονέοιεν, ὡς εἰ φρονέοντα τὴν ἀληθείην εὑρεθείη, ἐπείρηται σφέα δεύτερα πέμπων εἰ ἐπιχειρέοι ἐπὶ Πέρσας στρατεύεσθαι. 1.47. ἐντειλάμενος δὲ τοῖσι Λυδοῖσι τάδε ἀπέπεμπε ἐς τὴν διάπειραν τῶν χρηστηρίων, ἀπʼ ἧς ἂν ἡμέρης ὁρμηθέωσι ἐκ Σαρδίων, ἀπὸ ταύτης ἡμερολογέοντας τὸν λοιπὸν χρόνον ἑκατοστῇ ἡμέρῃ χρᾶσθαι τοῖσι χρηστηρίοισι, ἐπειρωτῶντας ὅ τι ποιέων τυγχάνοι ὁ Λυδῶν βασιλεὺς Κροῖσος ὁ Ἀλυάττεω· ἅσσα δʼ ἂν ἕκαστα τῶν χρηστηρίων θεσπίσῃ, συγγραψαμένους ἀναφέρειν παρʼ ἑωυτόν. ὅ τι μέν νυν τὰ λοιπὰ τῶν χρηστηρίων ἐθέσπισε, οὐ λέγεται πρὸς οὐδαμῶν· ἐν δὲ Δελφοῖσι ὡς ἐσῆλθον τάχιστα ἐς τὸ μέγαρον οἱ Λυδοὶ χρησόμενοι τῷ θεῷ καὶ ἐπειρώτων τὸ ἐντεταλμένον, ἡ Πυθίη ἐν ἑξαμέτρῳ τόνῳ λέγει τάδε. οἶδα δʼ ἐγὼ ψάμμου τʼ ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ συνίημι, καὶ οὐ φωνεῦντος ἀκούω. ὀδμή μʼ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης ἑψομένης ἐν χαλκῷ ἅμʼ ἀρνείοισι κρέεσσιν, ᾗ χαλκὸς μὲν ὑπέστρωται, χαλκὸν δʼ ἐπιέσται. 1.48. ταῦτα οἱ Λυδοὶ θεσπισάσης τῆς Πυθίης συγγραψάμενοι οἴχοντο ἀπιόντες ἐς τὰς Σάρδις. ὡς δὲ καὶ ὧλλοι οἱ περιπεμφθέντες παρῆσαν φέροντες τοὺς χρησμούς, ἐνθαῦτα ὁ Κροῖσος ἕκαστα ἀναπτύσσων ἐπώρα τῶν συγγραμμάτων, τῶν μὲν δὴ οὐδὲν προσίετό μιν· ὁ δὲ ὡς τὸ ἐκ Δελφῶν ἤκουσε, αὐτίκα προσεύχετό τε καὶ προσεδέξατο, νομίσας μοῦνον εἶναι μαντήιον τὸ ἐν Δελφοῖσι, ὅτι οἱ ἐξευρήκεε τὰ αὐτὸς ἐποίησε. ἐπείτε γὰρ δὴ διέπεμψε παρὰ τὰ χρηστήρια τοὺς θεοπρόπους, φυλάξας τὴν κυρίην τῶν ἡμερέων ἐμηχανᾶτο τοιάδε· ἐπινοήσας τὰ ἦν ἀμήχανον ἐξευρεῖν τε καὶ ἐπιφράσασθαι, χελώνην καὶ ἄρνα κατακόψας ὁμοῦ ἧψε αὐτὸς ἐν λέβητι χαλκέῳ, χάλκεον ἐπίθημα ἐπιθείς. 1.49. τὰ μὲν δὴ ἐκ Δελφῶν οὕτω τῷ, Κροίσῳ ἐχρήσθη· κατὰ δὲ τὴν Ἀμφιάρεω τοῦ μαντηίου ὑπόκρισιν, οὐκ ἔχω εἰπεῖν ὅ τι τοῖσι Λυδοῖσι ἔχρησε ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα ʽοὐ γὰρ ὦν οὐδὲ τοῦτο λέγεταἰ, ἄλλο γε ἢ ὅτι καὶ τοῦτο ἐνόμισε μαντήιον ἀψευδὲς ἐκτῆσθαι.
1.53. τοῖσι δὲ ἄγειν μέλλουσι τῶν Λυδῶν ταῦτα τὰ δῶρα ἐς τὰ ἱρὰ ἐνετέλλετο ὁ Κροῖσος ἐπειρωτᾶν τὰ χρηστήρια εἰ στρατεύηται ἐπὶ Πέρσας Κροῖσος καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο φίλον, ὡς δὲ ἀπικόμενοι ἐς τὰ ἀπεπέμφθησαν, οἱ Λυδοὶ ἀνέθεσαν τὰ ἀναθήματα, ἐχρέωντο τοῖσι χρηστηρίοισι λέγοντες “Κροῖσος ὁ Λυδῶν τε καὶ ἄλλων ἐθνέων βασιλεύς, νομίσας τάδε μαντήια εἶναι μοῦνα ἐν ἀνθρώποισι, ὑμῖν τε ἄξια δῶρα ἔδωκε τῶν ἐξευρημάτων, καὶ νῦν ὑμέας ἐπειρωτᾷ εἰ στρατεύηται ἐπὶ Πέρσας καὶ εἴ τινα στρατὸν ἀνδρῶν προσθέοιτο σύμμαχον.” οἳ μὲν ταῦτα ἐπειρώτων, τῶν δὲ μαντηίων ἀμφοτέρων ἐς τὠυτὸ αἱ γνῶμαι συνέδραμον, προλέγουσαι Κροίσῳ, ἢν στρατεύηται ἐπὶ Πέρσας, μεγάλην ἀρχὴν μιν καταλύσειν· τοὺς δὲ Ἑλλήνων δυνατωτάτους συνεβούλευόν οἱ ἐξευρόντα φίλους προσθέσθαι. 1.54. ἐπείτε δὲ ἀνενειχθέντα τὰ θεοπρόπια ἐπύθετο ὁ Κροῖσος, ὑπερήσθη τε τοῖσι χρηστηρίοισι, πάγχυ τε ἐλπίσας καταλύσειν τὴν Κύρου βασιληίην, πέμψας αὖτις ἐς Πυθὼ Δελφοὺς δωρέεται, πυθόμενος αὐτῶν τὸ πλῆθος, κατʼ ἄνδρα δύο στατῆρσι ἕκαστον χρυσοῦ. Δελφοὶ δὲ ἀντὶ τούτων ἔδοσαν Κροίσῳ καὶ Λυδοῖσι προμαντηίην καὶ ἀτελείην καὶ προεδρίην, καὶ ἐξεῖναι τῷ βουλομένῳ αὐτῶν γίνεσθαι Δελφὸν ἐς τὸν αἰεὶ χρόνον. 1.55. δωρησάμενος δὲ τοὺς Δελφοὺς ὁ Κροῖσος ἐχρηστηριάζετο τὸ τρίτον· ἐπείτε γὰρ δὴ παρέλαβε τοῦ μαντείου ἀληθείην, ἐνεφορέετο αὐτοῦ. ἐπειρώτα δὲ τάδε χρηστηριαζόμενος, εἴ οἱ πολυχρόνιος ἔσται ἡ μουναρχίη. ἡ δὲ Πυθίη οἱ χρᾷ τάδε. ἀλλʼ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρʼ Ἕρμον φεύγειν μηδὲ μένειν μηδʼ αἰδεῖσθαι κακός εἶναι.
8.20. οἱ γὰρ Εὐβοέες, παραχρησάμενοι τὸν Βάκιδος χρησμὸν ὡς οὐδὲν λέγοντα, οὔτε τι ἐξεκομίσαντο οὐδὲν οὔτε προσεσάξαντο ὡς παρεσομένου σφι πολέμου, περιπετέα τε ἐποιήσαντο σφίσι αὐτοῖσι τὰ πρήγματα. Βάκιδι γὰρ ὧδε ἔχει περὶ τούτων ὁ χρησμός. φράζεο, βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ βύβλινον, Εὐβοίης ἀπέχειν πολυμηκάδας αἶγας. τούτοισι οὐδὲν τοῖσι ἔπεσι χρησαμένοισι ἐν τοῖσι τότε παρεοῦσί τε καὶ προσδοκίμοισι κακοῖσι παρῆν σφι συμφορῇ χρᾶσθαι πρὸς τὰ μέγιστα.
8.77. χρησμοῖσι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡς οὐκ εἰσὶ ἀληθέες, οὐ βουλόμενος ἐναργέως λέγοντας πειρᾶσθαι καταβάλλειν, ἐς τοιάδε πρήγματα 1 ἐσβλέψας. ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτήν νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας, δῖα δίκη σβέσσει κρατερὸν κόρον, ὕβριος υἱόν, δεινὸν μαιμώοντα, δοκεῦντʼ ἀνὰ πάντα πίεσθαι. χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρης πόντον φοινίξει. τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη. ἐς τοιαῦτα μὲν καὶ οὕτω ἐναργέως λέγοντι Βάκιδι ἀντιλογίης χρησμῶν πέρι οὔτε αὐτὸς λέγειν τολμέω οὔτε παρʼ ἄλλων ἐνδέκομαι.
8.96. ὡς δὲ ἡ ναυμαχίη διελέλυτο, κατειρύσαντες ἐς τὴν Σαλαμῖνα οἱ Ἕλληνες τῶν ναυηγίων ὅσα ταύτῃ ἐτύγχανε ἔτι ἐόντα, ἕτοιμοι ἦσαν ἐς ἄλλην ναυμαχίην, ἐλπίζοντες τῇσι περιεούσῃσι νηυσὶ ἔτι χρήσεσθαι βασιλέα. τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμος ζέφυρος ἔφερε τῆς Ἀττικῆς ἐπὶ τὴν ἠιόνα τὴν καλεομένην Κωλιάδα· ὥστε ἀποπλησθῆναι τὸν χρησμὸν τόν τε ἄλλον πάντα τὸν περὶ τῆς ναυμαχίης ταύτης εἰρημένοι Βάκιδι καὶ Μουσαίῳ, καὶ δὴ καὶ κατὰ τὰ ναυήγια τὰ ταύτῃ ἐξενειχθέντα τὸ εἰρημένον πολλοῖσι ἔτεσι πρότερον τούτων ἐν χρησμῷ Λυσιστράτῳ Ἀθηναίῳ ἀνδρὶ χρησμολόγῳ, τὸ ἐλελήθεε πάντας τοὺς Ἕλληνας, Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι τοῦτο δὲ ἔμελλε ἀπελάσαντος βασιλέος ἔσεσθαι.
9.43. τοῦτον δʼ ἔγωγε τὸν χρησμόν, τὸν Μαρδόνιος εἶπε ἐς Πέρσας ἔχειν, ἐς Ἰλλυριούς τε καὶ τὸν Ἐγχελέων στρατὸν οἶδα πεποιημένον, ἀλλʼ οὐκ ἐς Πέρσας. ἀλλὰ τὰ μὲν Βάκιδι ἐς ταύτην τὴν μάχην ἐστὶ πεποιημένα, τὴν δʼ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν, τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ, ταῦτα μὲν καὶ παραπλήσια τούτοισι ἄλλα Μουσαίῳ ἔχοντα οἶδα ἐς Πέρσας. ὁ δὲ Θερμώδων ποταμὸς ῥέει μεταξὺ Τανάγρης τε καὶ Γλίσαντος.''. None
1.46. After the loss of his son, Croesus remained in deep sorrow for two years. After this time, the destruction by Cyrus son of Cambyses of the sovereignty of Astyages son of Cyaxares, and the growth of the power of the Persians, distracted Croesus from his mourning; and he determined, if he could, to forestall the increase of the Persian power before they became great. ,Having thus determined, he at once made inquiries of the Greek and Libyan oracles, sending messengers separately to Delphi, to Abae in Phocia, and to Dodona, while others were despatched to Amphiaraus and Trophonius, and others to Branchidae in the Milesian country. ,These are the Greek oracles to which Croesus sent for divination: and he told others to go inquire of Ammon in Libya . His intent in sending was to test the knowledge of the oracles, so that, if they were found to know the truth, he might send again and ask if he should undertake an expedition against the Persians. 1.47. And when he sent to test these shrines he gave the Lydians these instructions: they were to keep track of the time from the day they left Sardis, and on the hundredth day inquire of the oracles what Croesus, king of Lydia, son of Alyattes, was doing then; then they were to write down whatever the oracles answered and bring the reports back to him. ,Now none relate what answer was given by the rest of the oracles. But at Delphi, no sooner had the Lydians entered the hall to inquire of the god and asked the question with which they were entrusted, than the Pythian priestess uttered the following hexameter verses: ,1.53. The Lydians who were to bring these gifts to the temples were instructed by Croesus to inquire of the oracles whether he was to send an army against the Persians and whether he was to add an army of allies. ,When the Lydians came to the places where they were sent, they presented the offerings, and inquired of the oracles, in these words: “Croesus, king of Lydia and other nations, believing that here are the only true places of divination among men, endows you with such gifts as your wisdom deserves. And now he asks you whether he is to send an army against the Persians, and whether he is to add an army of allies.” ,Such was their inquiry; and the judgment given to Croesus by each of the two oracles was the same: namely, that if he should send an army against the Persians he would destroy a great empire. And they advised him to discover the mightiest of the Greeks and make them his friends. 1.54. When the divine answers had been brought back and Croesus learned of them, he was very pleased with the oracles. So, altogether expecting that he would destroy the kingdom of Cyrus, he sent once again to Pytho and endowed the Delphians, whose number he had learned, with two gold staters apiece. ,The Delphians, in return, gave Croesus and all Lydians the right of first consulting the oracle, exemption from all charges, the chief seats at festivals, and perpetual right of Delphian citizenship to whoever should wish it. 1.55. After his gifts to the Delphians, Croesus made a third inquiry of the oracle, for he wanted to use it to the full, having received true answers from it; and the question which he asked was whether his sovereignty would be of long duration. To this the Pythian priestess answered as follows: ,8.20. Now the Euboeans had neglected the oracle of Bacis, believing it to be empty of meaning, and neither by carrying away nor by bringing in anything had they shown that they feared an enemy\'s coming. In so doing they were the cause of their own destruction, ,for Bacis\' oracle concerning this matter runs as follows 8.77. I cannot say against oracles that they are not true, and I do not wish to try to discredit them when they speak plainly. Look at the following matter: 8.96. When the battle was broken off, the Hellenes towed to Salamis as many of the wrecks as were still there and kept ready for another battle, supposing that the king could still make use of his surviving ships. ,A west wind had caught many of the wrecks and carried them to the shore in Attica called Colias. Thus not only was all the rest of the oracle fulfilled which Bacis and Musaeus had spoken about this battle, but also what had been said many years before this in an oracle by Lysistratus, an Athenian soothsayer, concerning the wrecks carried to shore there. Its meaning had eluded all the Hellenes: 9.43. Now for this prophecy, which Mardonius said was spoken of the Persians, I know it to have been made concerning not them but the Illyrians and the army of the Enchelees. There is, however, a prophecy made by Bacis concerning this battle: ,
2. None, None, nan (5th cent. BCE - 4th cent. BCE)
 Tagged with subjects: • Bacis • Bakis • Bakis,

 Found in books: Bacchi (2022) 62; Edmonds (2019) 217; Johnston and Struck (2005) 52


3. None, None, nan (5th cent. BCE - 4th cent. BCE)
 Tagged with subjects: • Bakis • Bakis,

 Found in books: Bacchi (2022) 59; Edmonds (2019) 217


4. None, None, nan (5th cent. BCE - 4th cent. BCE)
 Tagged with subjects: • Bacis • Bakis • Bakis,

 Found in books: Bacchi (2022) 59, 118; Edmonds (2019) 217; Johnston and Struck (2005) 180


5. Pausanias, Description of Greece, 4.27.4, 10.12.11 (2nd cent. CE - 2nd cent. CE)
 Tagged with subjects: • Bakis • Bakis,

 Found in books: Bacchi (2022) 59, 61; Edmonds (2019) 216, 217


4.27.4. μάλιστα δὲ τὸν Ἐπαμινώνδαν ἐς τὸν οἰκισμὸν οἱ Βάκιδος ἐνῆγον χρησμοί. Βάκιδι γὰρ μανέντι ἐκ Νυμφῶν ἐς ἄλλους τέ ἐστιν Ἑλλήνων καὶ ἐς τὴν Μεσσηνίων κάθοδον προειρημένα καὶ τότε δὴ Σπάρτης μὲν ἀπʼ ἀγλαὸν ἄνθος ὀλεῖται, Μεσσήνη δʼ αὖτις οἰκήσεται ἤματα πάντα. ἐγὼ δὲ καὶ περὶ τῆς Εἴρας, ὅντινα ἁλώσοιτο τρόπον, Βάκιν ἐφώρασα εἰρηκότα· καί οἱ καὶ τόδε ἐστὶ τῶν χρησμῶν, οἵ τʼ ἀπὸ Μεσσήνης πατάγῳ κρουνοῖς τε δαμείσης.
10.12.11. χρησμολόγους δὲ ἄνδρας Κύπριόν τε Εὔκλουν καὶ Ἀθηναίους Μουσαῖον τὸν Ἀντιοφήμου καὶ Λύκον τὸν Πανδίονος, τούτους τε γενέσθαι καὶ ἐκ Βοιωτίας Βάκιν φασὶ κατάσχετον ἄνδρα ἐκ νυμφῶν· τούτων πλὴν Λύκου τῶν ἄλλων ἐπελεξάμην τοὺς χρησμούς. τοσαῦται μὲν ἄχρι ἐμοῦ λέγονται γυναῖκες καὶ ἄνδρες ἐκ θεοῦ μαντεύσασθαι· ἐν δὲ τῷ χρόνῳ τῷ πολλῷ καὶ αὖθις γένοιτο ἂν ἕτερα τοιαῦτα.''. None
4.27.4. Epaminondas was most strongly drawn to the foundation by the oracles of Bacis, who was inspired by the Nymphs and left prophecies regarding others of the Greeks as well as the return of the Messenians: Then indeed shall the bright bloom of Sparta perish and Messene again shall be inhabited for all time. I have discovered that Bacis also told in what manner Eira would be captured, and this too is one of his oracles: The men of Messene o'ercome by the thunder's roll and spouting rain. " '
10.12.11. It is said that the men who uttered oracles were Euclus of Cyprus, the Athenians Musaeus, son of Antiophemus, and Lycus, son of Pandion, and also Bacis, a Boeotian who was possessed by nymphs. I have read the oracles of all these except those of Lycus. These are the women and men who, down to the present day, are said to have been the mouthpiece by which a god prophesied. But time is long, and perhaps similar things may occur again. '". None



Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.