2. Herodotus, Histories, 1.4, 1.6, 1.57, 1.72, 1.155, 4.76, 6.58, 8.104, 9.122 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • Asia/Asians • Asian, side • Asians • Asians, clothing • Asians, women • Athens and Athenians, attitudes of, toward Asiatics • Mother of the Gods, among Asiatic Greeks • identity, of Asian provincials
Found in books: Fabre-Serris et al. (2021), Identities, Ethnicities and Gender in Antiquity, 31, 42, 156; Gruen (2020), Ethnicity in the Ancient World - Did it matter, 14, 15, 45, 51, 52, 54; Hallmannsecker (2022), Roman Ionia: Constructions of Cultural Identity in Western Asia Minor, 46; Munn (2006), The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion. 43, 129, 141, 245, 246, 327; Papadodima (2022), Ancient Greek Literature and the Foreign: Athenian Dialogues II, 140
sup> 1.4 μέχρι μὲν ὤν τούτου ἁρπαγάς μούνας εἶναι παρʼ ἀλλήλων, τὸ δὲ ἀπὸ τούτου Ἕλληνας δὴ μεγάλως αἰτίους γενέσθαι· προτέρους γὰρ ἄρξαι στρατεύεσθαι ἐς τὴν Ἀσίην ἢ σφέας ἐς τὴν Εὐρώπην. τὸ μέν νυν ἁρπάζειν γυναῖκας ἀνδρῶν ἀδίκων νομίζειν ἔργον εἶναι, τὸ δὲ ἁρπασθεισέων σπουδήν ποιήσασθαι τιμωρέειν ἀνοήτων, τὸ δὲ μηδεμίαν ὤρην ἔχειν ἁρπασθεισέων σωφρόνων· δῆλα γὰρ δὴ ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπάζοντο. σφέας μὲν δὴ τοὺς ἐκ τῆς Ἀσίης λέγουσι Πέρσαι ἁρπαζομενέων τῶν γυναικῶν λόγον οὐδένα ποιήσασθαι, Ἕλληνας δὲ Λακεδαιμονίης εἵνεκεν γυναικὸς στόλον μέγαν συναγεῖραι καὶ ἔπειτα ἐλθόντας ἐς τὴν Ἀσίην τὴν Πριάμου δύναμιν κατελεῖν. ἀπὸ τούτου αἰεὶ ἡγήσασθαι τὸ Ἑλληνικὸν σφίσι εἶναι πολέμιον. τὴν γὰρ Ἀσίην καὶ τὰ ἐνοικέοντα ἔθνεα βάρβαρα 1 οἰκηιεῦνται οἱ Πέρσαι, τὴν δὲ Εὐρώπην καὶ τὸ Ἑλληνικόν ἥγηνται κεχωρίσθαι. 1.6 Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων τῶν ἐντός Ἅλυος ποταμοῦ, ὃς ῥέων ἀπὸ μεσαμβρίης μεταξὺ Συρίων τε καὶ Παφλαγόνων ἐξιεῖ πρὸς βορέην ἄνεμον ἐς τὸν Εὔξεινον καλεόμενον πόντον. οὗτος ὁ Κροῖσος βαρβάρων πρῶτος τῶν ἡμεῖς ἴδμεν τοὺς μὲν κατεστρέψατο Ἑλλήνων ἐς φόρου ἀπαγωγήν, τοὺς δὲ φίλους προσεποιήσατο. κατεστρέψατο μὲν Ἴωνάς τε καὶ Αἰολέας καὶ Δωριέας τοὺς ἐν τῇ Ἀσίῃ, φίλους δὲ προσεποιήσατο Λακεδαιμονίους. πρὸ δὲ τῆς Κροίσου ἀρχῆς πάντες Ἕλληνες ἦσαν ἐλεύθεροι· τὸ γὰρ Κιμμερίων στράτευμα τὸ ἐπὶ τὴν Ἰωνίην ἀπικόμενον Κροίσου ἐὸν πρεσβύτερον οὐ καταστροφὴ ἐγένετο τῶν πολίων ἀλλʼ ἐξ ἐπιδρομῆς ἁρπαγή. 1.57 ἥντινα δὲ γλῶσσαν ἵεσαν οἱ Πελασγοί, οὐκ ἔχω ἀτρεκέως εἰπεῖν. εἰ δὲ χρεόν ἐστι τεκμαιρόμενον λέγειν τοῖσι νῦν ἔτι ἐοῦσι Πελασγῶν τῶν ὑπὲρ Τυρσηνῶν Κρηστῶνα πόλιν οἰκεόντων, οἳ ὅμουροι κοτὲ ἦσαν τοῖσι νῦν Δωριεῦσι καλεομένοισι ʽοἴκεον δὲ τηνικαῦτα γῆν τὴν νῦν Θεσσαλιῶτιν καλεομένην̓, καὶ τῶν Πλακίην τε καὶ Σκυλάκην Πελασγῶν οἰκησάντων ἐν Ἑλλησπόντῳ, οἳ σύνοικοι ἐγένοντο Ἀθηναίοισι, καὶ ὅσα ἄλλα Πελασγικὰ ἐόντα πολίσματα τὸ οὔνομα μετέβαλε· εἰ τούτοισι τεκμαιρόμενον δεῖ λέγειν, ἦσαν οἱ Πελασγοὶ βάρβαρον γλῶσσαν ἱέντες. εἰ τοίνυν ἦν καὶ πᾶν τοιοῦτο τὸ Πελασγικόν, τὸ Ἀττικὸν ἔθνος ἐὸν Πελασγικὸν ἅμα τῇ μεταβολῇ τῇ ἐς Ἕλληνας καὶ τὴν γλῶσσαν μετέμαθε. καὶ γὰρ δὴ οὔτε οἱ Κρηστωνιῆται οὐδαμοῖσι τῶν νῦν σφέας περιοικεόντων εἰσὶ ὁμόγλωσσοι οὔτε οἱ Πλακιηνοί, σφίσι δὲ ὁμόγλωσσοι· δηλοῦσί τε ὅτι τὸν ἠνείκαντο γλώσσης χαρακτῆρα μεταβαίνοντες ἐς ταῦτα τὰ χωρία, τοῦτον ἔχουσι ἐν φυλακῇ. 1.72 οἱ δὲ Καππαδόκαι ὑπὸ Ἑλλήνων Σύριοι ὀνομάζονται· ἦσαν δὲ οἱ Σύριοι οὗτοι τὸ μὲν πρότερον ἢ Πέρσας ἄρξαι Μήδων κατήκοοι, τότε δὲ Κύρου. ὁ γὰρ οὖρος ἦν τῆς τε Μηδικῆς ἀρχῆς καὶ τῆς Λυδικῆς ὁ Ἅλυς ποταμός, ὃς ῥέει ἐξ Ἀρμενίου ὄρεος διὰ Κιλίκων, μετὰ δὲ Ματιηνοὺς μὲν ἐν δεξιῇ ἔχει ῥέων, ἐκ δὲ τοῦ ἑτέρου Φρύγας· παραμειβόμενος δὲ τούτους καὶ ῥέων ἄνω πρὸς βορέην ἄνεμον ἔνθεν μὲν Συρίους Καππαδόκας ἀπέργει, ἐξ εὐωνύμου δὲ Παφλαγόνας. οὕτω ὁ Ἅλυς ποταμὸς ἀποτάμνει σχεδὸν πάντα τῆς Ἀσίης τὰ κάτω ἐκ θαλάσσης τῆς ἀντίον Κύπρου ἐς τὸν Εὔξεινον πόντον. ἔστι δὲ αὐχὴν οὗτος τῆς χώρης ταύτης ἁπάσης· μῆκος ὁδοῦ εὐζώνῳ ἀνδρὶ πέντε ἡμέραι ἀναισιμοῦνται. 1.155 πυθόμενος δὲ κατʼ ὁδὸν ταῦτα ὁ Κῦρος εἶπε πρὸς Κροῖσον τάδε. “Κροῖσε, τί ἔσται τέλος τῶν γινομένων τούτων ἐμοί; οὐ παύσονται Λυδοί, ὡς οἴκασι, πρήγμάτα παρέχοντες καὶ αὐτοὶ ἔχοντες. φροντίζω μὴ ἄριστον ᾖ ἐξανδραποδίσασθαι σφέας. ὁμοίως γὰρ μοι νῦν γε φαίνομαι πεποιηκέναι ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσατο· ὡς δὲ καὶ ἐγὼ Λυδῶν τὸν μὲν πλέον τι ἢ πατέρα ἐόντα σὲ λαβὼν ἄγω, αὐτοῖσι δὲ Λυδοῖσι τὴν πόλιν παρέδωκα, καὶ ἔπειτα θωμάζω εἰ μοι ἀπεστᾶσι.” ὃ μὲν δὴ τά περ ἐνόεε ἔλεγε, ὃ δʼ ἀμείβετο τοῖσιδε, δείσας μὴ ἀναστάτους ποιήσῃ τὰς Σάρδις. “ὦ βασιλεῦ, τὰ μὲν οἰκότα εἴρηκας, σὺ μέντοι μὴ πάντα θυμῷ χρέο, μηδὲ πόλιν ἀρχαίην ἐξαναστήσῃς ἀναμάρτητον ἐοῦσαν καὶ τῶν πρότερον καὶ τῶν νῦν ἑστεώτων. τὰ μὲν γὰρ πρότερον ἐγώ τε ἔπρηξα καὶ ἐγὼ κεφαλῇ ἀναμάξας φέρω· τὰ δὲ νῦν παρεόντα Πακτύης γὰρ ἐστὶ ὁ ἀδικέων, τῷ σὺ ἐπέτρεψας Σάρδις, οὗτος δότω τοι δίκην. Λυδοῖσι δὲ συγγνώμην ἔχων τάδε αὐτοῖσι ἐπίταξον, ὡς μήτε ἀποστέωσι μήτε δεινοί τοι ἔωσι· ἄπειπε μέν σφι πέμψας ὅπλα ἀρήια μὴ ἐκτῆσθαι, κέλευε δὲ σφέας κιθῶνάς τε ὑποδύνειν τοῖσι εἵμασι καὶ κοθόρνους ὑποδέεσθαι, πρόειπε δʼ αὐτοῖσι κιθαρίζειν τε καὶ ψάλλειν καὶ καπηλεύειν παιδεύειν τοὺς παῖδας. καὶ ταχέως σφέας ὦ βασιλεῦ γυναῖκας ἀντʼ ἀνδρῶν ὄψεαι γεγονότας, ὥστε οὐδὲν δεινοί τοι ἔσονται μὴ ἀποστέωσι.” 4.76 ξεινικοῖσι δὲ νομαίοισι καὶ οὗτοι φεύγουσι αἰνῶς χρᾶσθαι, μήτε τεῶν ἄλλων, Ἑλληνικοῖσι δὲ καὶ ἥκιστα, ὡς διέδεξαν Ἀνάχαρσις τε καὶ δεύτερα αὖτις Σκύλης. τοῦτο μὲν γὰρ Ἀνάχαρσις ἐπείτε γῆν πολλὴν θεωρήσας καὶ ἀποδεξάμενος κατʼ αὐτὴν σοφίην πολλὴν ἐκομίζετο ἐς ἤθεα τὰ Σκυθέων, πλέων διʼ Ἑλλησπόντου προσίσχει ἐς Κύζικον. καὶ εὗρε γὰρ τῇ μητρὶ τῶν θεῶν ἀνάγοντας τοὺς Κυζικηνοὺς ὁρτὴν μεγαλοπρεπέως κάρτα, εὔξατο τῇ μητρὶ ὁ Ἀνάχαρσις, ἢν σῶς καὶ ὑγιὴς ἀπονοστήσῃ ἐς ἑωυτοῦ, θύσειν τε κατὰ ταὐτὰ κατὰ ὥρα τοὺς Κυζικηνοὺς ποιεῦντας καὶ παννυχίδα στήσειν. ὡς δὲ ἀπίκετο ἐς τὴν Σκυθικήν καταδὺς ἐς τὴν καλεομένην Ὑλαίην ʽἡ δʼ ἔστι μὲν παρὰ τὸν Ἀχιλλήιον δρόμον, τυγχάνει δὲ πᾶσα ἐοῦσα δενδρέων παντοίων πλέἠ, ἐς ταύτην δὴ καταδὺς ὁ Ἀνάχαρσις τὴν ὁρτὴν ἐπετέλεε πᾶσαν τῇ θεῷ, τύμπανον τε ἔχων καὶ ἐκδησάμενος ἀγάλματα. καὶ τῶν τις Σκυθέων καταφρασθεὶς αὐτὸν ταῦτα ποιεῦντα ἐσήμηνε τῷ βασιλέι Σαυλίω· ὁ δὲ καὶ αὐτὸς ἀπικόμενος ὡς εἶδε τὸν Ἀνάχαρσιν ποιεῦντα ταῦτα, τοξεύσας αὐτὸν ἀπέκτεινε. καὶ νῦν ἤν τις εἴρηται περὶ Ἀναχάρσιος, οὐ φασί μιν Σκύθαι γινώσκειν, διὰ τοῦτο ὅτι ἐξεδήμησέ τε ἐς τὴν Ἑλλάδα καὶ ξεινικοῖσι ἔθεσι διεχρήσατο. ὡς δʼ ἐγὼ ἤκουσα Τύμνεω τοῦ Ἀριαπείθεος ἐπιτρόπου, εἶναι αὐτὸν Ἰδανθύρσου τοῦ Σκυθέων βασιλέος πάτρων, παῖδα δὲ εἶναι Γνούρου τοῦ Λύκου τοῦ Σπαργαπείθεος. εἰ ὦν ταύτης ἦν τῆς οἰκίης ὁ Ἀνάχαρσις, ἴστω ὑπὸ τοῦ ἀδελφεοῦ ἀποθανών· Ἰδάνθυρσος γὰρ ἦν παῖς Σαυλίου, Σαύλιος δὲ ἦν ὁ ἀποκτείνας Ἀνάχαρσιν. 6.58 ταῦτα μὲν ζῶσι τοῖσι βασιλεῦσι δέδοται ἐκ τοῦ κοινοῦ τῶν Σπαρτιητέων, ἀποθανοῦσι δὲ τάδε. ἱππέες περιαγγέλλουσι τὸ γεγονὸς κατὰ πᾶσαν τὴν Λακωνικήν, κατὰ δὲ τὴν πόλιν γυναῖκες περιιοῦσαι λέβητα κροτέουσι. ἐπεὰν ὦν τοῦτο γίνηται τοιοῦτο, ἀνάγκη ἐξ οἰκίης ἑκάστης ἐλευθέρους δύο καταμιαίνεσθαι, ἄνδρα τε καὶ γυναῖκα· μὴ ποιήσασι δὲ τοῦτο ζημίαι μεγάλαι ἐπικέαται. νόμος δὲ τοῖσι Λακεδαιμονίοισι κατὰ τῶν βασιλέων τοὺς θανάτους ἐστὶ ὡυτὸς καὶ τοῖσι βαρβάροισι τοῖσι ἐν τῇ Ἀσίῃ· τῶν γὰρ ὦν βαρβάρων οἱ πλεῦνες τῷ αὐτῷ νόμῳ χρέωνται κατὰ τοὺς θανάτους τῶν βασιλέων. ἐπεὰν γὰρ ἀποθάνῃ βασιλεὺς Λακεδαιμονίων, ἐκ πάσης δεῖ Λακεδαίμονος, χωρὶς Σπαρτιητέων, ἀριθμῷ τῶν περιοίκων ἀναγκαστοὺς ἐς τὸ κῆδος ἰέναι. τούτων ὦν καὶ τῶν εἱλωτέων καὶ αὐτῶν Σπαρτιητέων ἐπεὰν συλλεχθέωσι ἐς τὠυτὸ πολλαὶ χιλιάδες σύμμιγα τῇσι γυναιξί, κόπτονταί τε τὰ μέτωπα προθύμως καὶ οἰμωγῇ διαχρέωνται ἀπλέτῳ, φάμενοι τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων, τοῦτον δὴ γενέσθαι ἄριστον. ὃς δʼ ἂν ἐν πολέμῳ τῶν βασιλέων ἀποθάνῃ, τούτῳ δὲ εἴδωλον σκευάσαντες ἐν κλίνῃ εὖ ἐστρωμένῃ ἐκφέρουσι. ἐπεὰν δὲ θάψωσι, ἀγορὴ δέκα ἡμερέων οὐκ ἵσταταί σφι οὐδʼ ἀρχαιρεσίη συνίζει, ἀλλὰ πενθέουσι ταύτας τὰς ἡμέρας. 8.104 συνέπεμπε δὲ τοῖσι παισὶ φύλακον Ἑρμότιμον, γένος μὲν ἐόντα Πηδασέα, φερόμενον δὲ οὐ τὰ δεύτερα τῶν εὐνούχων παρὰ βασιλέι· οἱ δὲ Πηδασέες οἰκέουσι ὑπὲρ Ἁλικαρνησσοῦ· ἐν δὲ τοῖσι Πηδάσοισι τούτοισι τοιόνδε συμφέρεται πρῆγμα γίνεσθαι· ἐπεὰν τοῖσι ἀμφικτυόσι πᾶσι τοῖσι ἀμφὶ ταύτης οἰκέουσι τῆς πόλιος μέλλῃ τι ἐντὸς χρόνου ἔσεσθαι χαλεπόν, τότε ἡ ἱρείη αὐτόθι τῆς Ἀθηναίης φύει πώγωνα μέγαν. τοῦτο δέ σφι δὶς ἤδη ἐγένετο. 9.122 τούτου δὲ Ἀρταΰκτεω τοῦ ἀνακρεμασθέντος προπάτωρ Ἀρτεμβάρης ἐστὶ ὁ Πέρσῃσι ἐξηγησάμενος λόγον τὸν ἐκεῖνοι ὑπολαβόντες Κύρῳ προσήνεικαν λέγοντα τάδε. “ἐπεὶ Ζεὺς Πέρσῃσι ἡγεμονίην διδοῖ, ἀνδρῶν δὲ σοὶ Κῦρε, κατελὼν Ἀστυάγην, φέρε, γῆν γὰρ ἐκτήμεθα ὀλίγην καὶ ταύτην τρηχέαν, μεταναστάντες ἐκ ταύτης ἄλλην σχῶμεν ἀμείνω. εἰσὶ δὲ πολλαὶ μὲν ἀστυγείτονες πολλαὶ δὲ καὶ ἑκαστέρω, τῶν μίαν σχόντες πλέοσι ἐσόμεθα θωμαστότεροι. οἰκὸς δὲ ἄνδρας ἄρχοντας τοιαῦτα ποιέειν· κότε γὰρ δὴ καὶ παρέξει κάλλιον ἢ ὅτε γε ἀνθρώπων τε πολλῶν ἄρχομεν πάσης τε τῆς Ἀσίης; ” Κῦρος δὲ ταῦτα ἀκούσας καὶ οὐ θωμάσας τὸν λόγον ἐκέλευε ποιέειν ταῦτα, οὕτω δὲ αὐτοῖσι παραίνεε κελεύων παρασκευάζεσθαι ὡς οὐκέτι ἄρξοντας ἀλλʼ ἀρξομένους· φιλέειν γὰρ ἐκ τῶν μαλακῶν χώρων μαλακοὺς γίνεσθαι· οὐ γὰρ τι τῆς αὐτῆς γῆς εἶναι καρπόν τε θωμαστὸν φύειν καὶ ἄνδρας ἀγαθοὺς τὰ πολέμια. ὥστε συγγνόντες Πέρσαι οἴχοντο ἀποστάντες, ἑσσωθέντες τῇ γνώμῃ πρὸς Κύρου, ἄρχειν τε εἵλοντο λυπρὴν οἰκέοντες μᾶλλον ἢ πεδιάδα σπείροντες ἄλλοισι δουλεύειν.'' None | sup> 1.4 So far it was a matter of mere seizure on both sides. But after this (the Persians say), the Greeks were very much to blame; for they invaded Asia before the Persians attacked Europe . ,“We think,” they say, “that it is unjust to carry women off. But to be anxious to avenge rape is foolish: wise men take no notice of such things. For plainly the women would never have been carried away, had they not wanted it themselves. ,We of Asia did not deign to notice the seizure of our women; but the Greeks, for the sake of a Lacedaemonian woman, recruited a great armada, came to Asia, and destroyed the power of Priam. ,Ever since then we have regarded Greeks as our enemies.” For the Persians claim Asia for their own, and the foreign peoples that inhabit it; Europe and the Greek people they consider to be separate from them. 1.6 Croesus was a Lydian by birth, son of Alyattes, and sovereign of all the nations west of the river Halys, which flows from the south between Syria and Paphlagonia and empties into the sea called Euxine . ,This Croesus was the first foreigner whom we know who subjugated some Greeks and took tribute from them, and won the friendship of others: the former being the Ionians, the Aeolians, and the Dorians of Asia, and the latter the Lacedaemonians. ,Before the reign of Croesus, all Greeks were free: for the Cimmerian host which invaded Ionia before his time did not subjugate the cities, but raided and robbed them. 1.57 What language the Pelasgians spoke I cannot say definitely. But if one may judge by those that still remain of the Pelasgians who live above the Tyrrheni in the city of Creston —who were once neighbors of the people now called Dorians, and at that time inhabited the country which now is called Thessalian— ,and of the Pelasgians who inhabited Placia and Scylace on the Hellespont, who came to live among the Athenians, and by other towns too which were once Pelasgian and afterwards took a different name: if, as I said, one may judge by these, the Pelasgians spoke a language which was not Greek. ,If, then, all the Pelasgian stock spoke so, then the Attic nation, being of Pelasgian blood, must have changed its language too at the time when it became part of the Hellenes. For the people of Creston and Placia have a language of their own in common, which is not the language of their neighbors; and it is plain that they still preserve the manner of speech which they brought with them in their migration into the places where they live. 1.72 Now the Cappadocians are called by the Greeks Syrians, and these Syrians before the Persian rule were subjects of the Medes, and, at this time, of Cyrus. ,For the boundary of the Median and Lydian empires was the river Halys, which flows from the Armenian mountains first through Cilicia and afterwards between the Matieni on the right and the Phrygians on the other hand; then, passing these and still flowing north, it separates the Cappadocian Syrians on the right from the Paphlagonians on the left. ,Thus the Halys river cuts off nearly the whole of the lower part of Asia from the Cyprian to the Euxine sea . Here is the narrowest neck of all this land; the length of the journey across for a man traveling unencumbered is five days. 1.155 When Cyrus heard of this on his journey, he said to Croesus, “What end to this business, Croesus? It seems that the Lydians will never stop making trouble for me and for themselves. It occurs to me that it may be best to make slaves of them; for it seems I have acted like one who slays the father and spares the children. ,So likewise I have taken with me you who were more than a father to the Lydians, and handed the city over to the Lydians themselves; and then indeed I marvel that they revolt!” So Cyrus uttered his thought; but Croesus feared that he would destroy Sardis, and answered him thus: ,“O King, what you say is reasonable. But do not ever yield to anger, or destroy an ancient city that is innocent both of the former and of the present offense. For the former I am responsible, and bear the punishment on my head; while Pactyes, in whose charge you left Sardis, does this present wrong; let him, then, pay the penalty. ,But pardon the Lydians, and give them this command so that they not revolt or pose a danger to you: send and forbid them to possess weapons of war, and order them to wear tunics under their cloaks and knee-boots on their feet, and to teach their sons lyre-playing and song and dance and shop-keeping. And quickly, O king, you shall see them become women instead of men, so that you need not fear them, that they might revolt.” ' " 4.76 But as regards foreign customs, the Scythians (like others) very much shun practising those of any other country, and particularly of Hellas, as was proved in the case of Anacharsis and also of Scyles. ,For when Anacharsis was coming back to the Scythian country after having seen much of the world in his travels and given many examples of his wisdom, he sailed through the Hellespont and put in at Cyzicus; ,where, finding the Cyzicenes celebrating the feast of the Mother of the Gods with great ceremony, he vowed to this same Mother that if he returned to his own country safe and sound he would sacrifice to her as he saw the Cyzicenes doing, and establish a nightly rite of worship. ,So when he came to Scythia, he hid himself in the country called Woodland (which is beside the Race of Achilles, and is all overgrown with every kind of timber); hidden there, Anacharsis celebrated the goddess' ritual with exactness, carrying a small drum and hanging images about himself. ,Then some Scythian saw him doing this and told the king, Saulius; who, coming to the place himself and seeing Anacharsis performing these rites, shot an arrow at him and killed him. And now the Scythians, if they are asked about Anacharsis, say they have no knowledge of him; this is because he left his country for Hellas and followed the customs of strangers. ,But according to what I heard from Tymnes, the deputy for Ariapithes, Anacharsis was an uncle of Idanthyrsus king of Scythia, and he was the son of Gnurus, son of Lycus, son of Spargapithes. Now if Anacharsis was truly of this family, then let him know he was slain by his own brother; for Idanthyrsus was the son of Saulius, and it was Saulius who killed Anacharsis. " " 6.58 The kings are granted these rights from the Spartan commonwealth while they live; when they die, their rights are as follows: Horsemen proclaim their death in all parts of Laconia, and in the city women go about beating on cauldrons. When this happens, two free persons from each house, a man and a woman, are required to wear mourning, or incur heavy penalties if they fail to do so. ,The Lacedaemonians have the same custom at the deaths of their kings as the foreigners in Asia; most foreigners use the same custom at their kings' deaths. When a king of the Lacedaemonians dies, a fixed number of their subject neighbors must come to the funeral from all Lacedaemon, besides the Spartans. ,When these and the helots and the Spartans themselves have assembled in one place to the number of many thousands, together with the women, they zealously beat their foreheads and make long and loud lamentation, calling that king that is most recently dead the best of all their kings. Whenever a king dies in war, they make an image of him and carry it out on a well-spread bier. For ten days after the burial there are no assemblies or elections, and they mourn during these days. " 8.104 With these sons he sent Hermotimus as guardian. This man was by birth of Pedasa, and the most honored by Xerxes of all his eunuchs. The people of Pedasa dwell above Halicarnassus. The following thing happens among these people: when anything untoward is about to befall those who dwell about their city, the priestess of Athena then grows a great beard. This had already happened to them twice. 9.122 This Artayctes who was crucified was the grandson of that Artembares who instructed the Persians in a design which they took from him and laid before Cyrus; this was its purport: ,“Seeing that Zeus grants lordship to the Persian people, and to you, Cyrus, among them, let us, after reducing Astyages, depart from the little and rugged land which we possess and occupy one that is better. There are many such lands on our borders, and many further distant. If we take one of these, we will all have more reasons for renown. It is only reasonable that a ruling people should act in this way, for when will we have a better opportunity than now, when we are lords of so many men and of all Asia?” ,Cyrus heard them, and found nothing to marvel at in their design; “Go ahead and do this,” he said; “but if you do so, be prepared no longer to be rulers but rather subjects. Soft lands breed soft men; wondrous fruits of the earth and valiant warriors grow not from the same soil.” ,The Persians now realized that Cyrus reasoned better than they, and they departed, choosing rather to be rulers on a barren mountain side than dwelling in tilled valleys to be slaves to others.'' None |
|
9. Strabo, Geography, 2.5.24, 14.1.41 Tagged with subjects: • Asianism • Asianism vi, • Athens and Athenians, attitudes of, toward Asiatics • identity, of Asian provincials
Found in books: Amendola (2022), The Demades Papyrus (P.Berol. inv. 13045): A New Text with Commentary, 66; Hallmannsecker (2022), Roman Ionia: Constructions of Cultural Identity in Western Asia Minor, 46; Konig and Wiater (2022), Late Hellenistic Greek Literature in Dialogue, 291; König and Wiater (2022), Late Hellenistic Greek Literature in Dialogue, 291; Munn (2006), The Mother of the Gods, Athens, and the Tyranny of Asia: A Study of Sovereignty in Ancient Religion. 282
| sup> 2.5.24 Such and so great is the extent of the Aegean Sea towards the north. Again, starting from Rhodes, the Mediterranean forms the seas of Egypt, Pamphylia, and Issus, extending in an easterly direction from Cilicia to Issus, a distance of 5000 stadia, along the coasts of Lycia, Pamphylia, and the whole of Cilicia. From thence Syria, Phoenicia, and Egypt surround the sea to the south and west as far as Alexandria. The Island of Cyprus is situated in the Gulfs of Issos and Pamphylia, close to the Sea of Egypt. The passage between Rhodes and Alexandria from north to south is about 4000 stadia; sailing round the coasts it is double this distance. Eratosthenes informs us that, although the above is the distance according to some mariners, others avow distinctly that it amounts to 5000 stadia; while he himself, from observations of the shadows indicated by the gnomon, calculates it at 3750. That part of the Mediterranean Sea which washes the coasts of Cilicia and Pamphylia together with the right side of the Euxine, the Propontis, and the sea-coast beyond this as far as Pamphylia, form a kind of extensive Chersonesus, the isthmus of which is also large, and reaches from the sea near Tarsus to the city of Amisus, and thence to Themiscyra, the plain of the Amazons. In fact the whole region within this line as far as Caria and Ionia, and the nations dwelling on this side the Halys, is entirely surrounded by the Aegean and the aforementioned parts of the Mediterranean and Euxine Seas. This is what we call Asia properly, although the whole continent bears the same name. 14.1.41 Well-known natives of Magnesia are: Hegesias the orator, who, more than any other, initiated the Asiatic style, as it is called, whereby he corrupted the established Attic custom; and Simus the melic poet, he too a man who corrupted the style handed down by the earlier melic poets and introduced the Simoedia, just as that style was corrupted still more by the Lysioedi and the Magoedi, and by Cleomachus the pugilist, who, having fallen in love with a certain cinaedus and with a young female slave who was kept as a prostitute by the cinaedus, imitated the style of dialects and mannerisms that was in vogue among the cinaedi. Sotades was the first man to write the talk of the cinaedi; and then Alexander the Aitolian. But though these two men imitated that talk in mere speech, Lysis accompanied it with song; and so did Simus, who was still earlier than he. As for Anaxenor, the citharoede, the theatres exalted him, but Antony exalted him all he possibly could, since he even appointed him exactor of tribute from four cities, giving him a body.guard of soldiers. Further, his native land greatly increased his honors, having clad him in purple as consecrated to Zeus Sosipolis, as is plainly indicated in his painted image in the market-place. And there is also a bronze statue of him in the theatre, with the inscription,Surely this is a beautiful thing, to listen to a singer such as this man is, like unto the gods in voice. But the engraver, missing his guess, left out the last letter of the second verse, the base of the statue not being wide enough for its inclusion; so that he laid the city open to the charge of ignorance, Because of the ambiguity of the writing, as to whether the last word should be taken as in the nominative case or in the dative; for many write the dative case without the iota, and even reject the ordinary usage as being without natural cause.'' None |
|