2.22. ὃν δὲ διέτριβεν ἐν τῷ ἱερῷ χρόνον, πολὺς δὲ οὗτος ἐγένετο, ἔστ' ἂν ἀγγελθῇ τῷ βασιλεῖ ξένους ἥκειν, “ὦ Δάμι” ἔφη ὁ ̓Απολλώνιος, “ἔστι τι γραφική;” “εἴ γε” εἶπε “καὶ ἀλήθεια.” “πράττει δὲ τί ἡ τέχνη αὕτη;” “τὰ χρώματα” ἔφη “ξυγκεράννυσιν, ὁπόσα ἐστί, τὰ κυανᾶ τοῖς βατραχείοις καὶ τὰ λευκὰ τοῖς μέλασι καὶ τὰ πυρσὰ τοῖς ὠχροῖς.” “ταυτὶ δὲ” ἦ δ' ὃς “ὑπὲρ τίνος μίγνυσιν; οὐ γὰρ ὑπὲρ μόνου τοῦ ἄνθους, ὥσπερ αἱ κήριναι.” “ὑπὲρ μιμήσεως” ἔφη “καὶ τοῦ κύνα τε ἐξεικάσαι καὶ ἵππον καὶ ἄνθρωπον καὶ ναῦν καὶ ὁπόσα ὁρᾷ ὁ ἥλιος: ἤδη δὲ καὶ τὸν ἥλιον αὐτὸν ἐξεικάζει τοτὲ μὲν ἐπὶ τεττάρων ἵππων, οἷος ἐνταῦθα λέγεται φαίνεσθαι, τοτὲ δ' αὖ καὶ διαπυρσεύοντα τοῦ οὐρανοῦ, ἐπειδὰν αἰθέρα ὑπογράφῃ καὶ θεῶν οἶκον.” “μίμησις οὖν ἡ γραφική, ὦ Δάμι;” “τί δὲ ἄλλο;” εἶπεν “εἰ γὰρ μὴ τοῦτο πράττοι, γελοία δόξει χρώματα ποιοῦσα εὐήθως.” “τὰ δ' ἐν τῷ οὐρανῷ” ἔφη “βλεπόμενα, ἐπειδὰν αἱ νεφέλαι διασπασθῶσιν ἀπ' ἀλλήλων, τοὺς κενταύρους καὶ τραγελάφους καὶ, νὴ Δί', οἱ λύκοι τε καὶ οἱ ἵπποι, τί φήσεις; ἆρ' οὐ μιμητικῆς εἶναι ἔργα;” “ἔοικεν,” ἔφη. “ζωγράφος οὖν ὁ θεός, ὦ Δάμι, καὶ καταλιπὼν τὸ πτηνὸν ἅρμα, ἐφ' οὗ πορεύεται διακοσμῶν τὰ θεῖά τε καὶ ἀνθρώπεια, κάθηται τότε ἀθύρων τε καὶ γράφων ταῦτα, ὥσπερ οἱ παῖδες ἐν τῇ ψάμμῳ;” ἠρυθρίασεν ὁ Δάμις ἐς οὕτως ἄτοπον ἐκπεσεῖν δόξαντος τοῦ λόγου. οὐχ ὑπεριδὼν οὖν αὐτὸν ὁ ̓Απολλώνιος, οὐδὲ γὰρ πικρὸς πρὸς τὰς ἐλέγξεις ἦν, “ἀλλὰ μὴ τοῦτο” ἔφη “βούλει λέγειν, ὦ Δάμι, τὸ ταῦτα μὲν ἄσημά τε καὶ ὡς ἔτυχε διὰ τοῦ οὐρανοῦ φέρεσθαι τόγε ἐπὶ τῷ θεῷ, ἡμᾶς δὲ φύσει τὸ μιμητικὸν ἔχοντας ἀναρρυθμίζειν τε αὐτὰ καὶ ποιεῖν;” “μᾶλλον” ἔφη “τοῦτο ἡγώμεθα, ὦ ̓Απολλώνιε, πιθανώτερον γὰρ καὶ πολλῷ βέλτιον.” “διττὴ ἄρα ἡ μιμητική, ὦ Δάμι, καὶ τὴν μὲν ἡγώμεθα οἵαν τῇ χειρὶ ἀπομιμεῖσθαι καὶ τῷ νῷ, γραφικὴν δὲ εἶναι ταύτην, τὴν δ' αὖ μόνῳ τῷ νῷ εἰκάζειν.” “οὐ διττήν,” ἔφη ὁ Δάμις “ἀλλὰ τὴν μὲν τελεωτέραν ἡγεῖσθαι προσήκει γραφικήν γε οὖσαν, ἣ δύναται καὶ τῷ νῷ καὶ τῇ χειρὶ ἐξεικάσαι, τὴν δὲ ἑτέραν ἐκείνης μόριον, ἐπειδὴ ξυνίησι μὲν καὶ μιμεῖται τῷ νῷ καὶ μὴ γραφικός τις ὤν, τῇ χειρὶ δὲ οὐκ ἂν ἐς τὸ γράφειν αὐτὰ χρήσαιτο.” “ἆρα,” ἔφη “ὦ Δάμι, πεπηρωμένος τὴν χεῖρα ὑπὸ πληγῆς τινος ἢ νόσου;” “μὰ Δί'” εἶπεν “ἀλλ' ὑπὸ τοῦ μήτε γραφίδος τινὸς ἧφθαι, μήτε ὀργάνου τινὸς ἢ χρώματος, ἀλλ' ἀμαθῶς ἔχειν τοῦ γράφειν.” “οὐκοῦν,” ἔφη “ὦ Δάμι, ἄμφω ὁμολογοῦμεν μιμητικὴν μὲν ἐκ φύσεως τοῖς ἀνθρώποις ἥκειν, τὴν γραφικὴν δὲ ἐκ τέχνης. τουτὶ δ' ἂν καὶ περὶ τὴν πλαστικὴν φαίνοιτο. τὴν δὲ δὴ ζωγραφίαν αὐτὴν οὔ μοι δοκεῖς μόνον τὴν διὰ τῶν χρωμάτων ἡγεῖσθαι, καὶ γὰρ ἓν χρῶμα ἐς αὐτὴν ἤρκεσε τοῖς γε ἀρχαιοτέροις τῶν γραφέων καὶ προϊοῦσα τεττάρων εἶτα πλειόνων ἥψατο, ἀλλὰ καὶ γραμμὴν καὶ τὸ ἄνευ χρώματος, ὃ δὴ σκιᾶς τε ξύγκειται καὶ φωτός, ζωγραφίαν προσήκει καλεῖν: καὶ γὰρ ἐν αὐτοῖς ὁμοιότης τε ὁρᾶται εἶδός τε καὶ νοῦς καὶ αἰδὼς καὶ θρασύτης, καίτοι χηρεύει χρωμάτων ταῦτα, καὶ οὔτε αἷμα ἐνσημαίνει οὔτε κόμης τινὸς ἢ ὑπήνης ἄνθος, ἀλλὰ μονοτρόπως ξυντιθέμενα τῷ τε ξανθῷ ἀνθρώπῳ ἔοικε καὶ τῷ λευκῷ, κἂν τούτων τινὰ τῶν ̓Ινδῶν λευκῇ τῇ γραμμῇ γράψωμεν, μέλας δήπου δόξει, τὸ γὰρ ὑπόσιμον τῆς ῥινὸς καὶ οἱ ὀρθοὶ βόστρυχοι καὶ ἡ περιττὴ γένυς καὶ ἡ περὶ τοῖς ὀφθαλμοῖς οἷον ἔκπληξις μελαίνει τὰ ὁρώμενα καὶ ̓Ινδὸν ὑπογράφει τοῖς γε μὴ ἀνοήτως ὁρῶσιν. ὅθεν εἴποιμ' ἂν καὶ τοὺς ὁρῶντας τὰ τῆς γραφικῆς ἔργα μιμητικῆς δεῖσθαι: οὐ γὰρ ἂν ἐπαινέσειέ τις τὸν γεγραμμένον ἵππον ἢ ταῦρον μὴ τὸ ζῷον ἐνθυμηθείς, ᾧ εἴκασται, οὐδ' ἂν τὸν Αἴαντά τις τὸν Τιμομάχου ἀγασθείη, ὃς δὴ ἀναγέγραπται αὐτῷ μεμηνώς, εἰ μὴ ἀναλάβοι τι ἐς τὸν νοῦν Αἴαντος εἴδωλον καὶ ὡς εἰκὸς αὐτὸν ἀπεκτονότα τὰ ἐν τῇ Τροίᾳ βουκόλια καθῆσθαι ἀπειρηκότα, βουλὴν ποιούμενον καὶ ἑαυτὸν κτεῖναι. ταυτὶ δέ, ὦ Δάμι, τὰ τοῦ Πώρου δαίδαλα μήτε χαλκευτικῆς μόνον ἀποφαινώμεθα, γεγραμμένοις γὰρ εἴκασται, μήτε γραφικῆς, ἐπειδὴ ἐχαλκεύθη, ἀλλ' ἡγώμεθα σοφίσασθαι αὐτὰ γραφικόν τε καὶ χαλκευτικὸν ἕνα ἄνδρα, οἷον δή τι παρ' ̔Ομήρῳ τὸ τοῦ ̔Ηφαίστου περὶ τὴν τοῦ ̓Αχιλλέως ἀσπίδα ἀναφαίνεται. μεστὰ γὰρ καὶ ταῦτα ὀλλύντων τε καὶ ὀλλυμένων, καὶ τὴν γῆν ᾑματῶσθαι φήσεις χαλκῆν οὖσαν.” 3.58. καταπλεύσαντες δὲ ἐς τὰς ἐκβολὰς τοῦ Εὐφράτου φασὶν ἐς Βαβυλῶνα δι' αὐτοῦ ἀναπλεῦσαι παρὰ τὸν Οὐαρδάνην, καὶ τυχόντες αὐτοῦ οἵου ἐγίγνωσκον, ἐπὶ τὴν Νῖνον ἐλθεῖν αὖθις, καὶ τῆς ̓Αντιοχείας συνήθως ὑβριζούσης καὶ μηδὲν τῶν ̔Ελληνικῶν ἐσπουδακυίας ἐπὶ θάλαττάν τε καταβῆναι τὴν ἐπὶ Σελεύκειαν νεώς τε ἐπιτυχόντες προσπλεῦσαι Κύπρῳ κατὰ τὴν Πάφον, οὗ τὸ τῆς ̓Αφροδίτης ἕδος, ὃ ξυμβολικῶς ἱδρυμένον θαυμάσαι τὸν ̓Απολλώνιον, καὶ πολλὰ τοὺς ἱερέας ἐς τὴν ὁσίαν τοῦ ἱεροῦ διδαξάμενον ἐς ̓Ιωνίαν πλεῦσαι θαυμαζόμενον ἱκανῶς καὶ μεγάλων ἀξιούμενον παρὰ τοῖς τὴν σοφίαν τιμῶσιν. 6.19. “ἐρώτα,” ἔφασαν “ἕπεται γάρ που ἐρωτήσει λόγος.” καὶ ὁ ̓Απολλώνιος “περὶ θεῶν” εἶπεν “ὑμᾶς ἐρήσομαι πρῶτον, τί μαθόντες ἄτοπα καὶ γελοῖα θεῶν εἴδη παραδεδώκατε τοῖς δεῦρο ἀνθρώποις πλὴν ὀλίγων: ὀλίγων γάρ; πάνυ μέντοι ὀλίγων, ἃ σοφῶς καὶ θεοειδῶς ἵδρυται, τὰ λοιπὰ δ' ὑμῶν ἱερὰ ζῴων ἀλόγων καὶ ἀδόξων τιμαὶ μᾶλλον ἢ θεῶν φαίνονται.” δυσχεράνας δὲ ὁ Θεσπεσίων “τὰ δὲ παρ' ὑμῖν” εἶπεν “ἀγάλματα πῶς ἱδρῦσθαι φήσεις;” “ὥς γε” ἔφη “κάλλιστόν τε καὶ θεοφιλέστατον δημιουργεῖν θεούς.” “τὸν Δία που λέγεις” εἶπε “τὸν ἐν τῇ ̓Ολυμπίᾳ καὶ τὸ τῆς ̓Αθηνᾶς ἕδος καὶ τὸ τῆς Κνιδίας τε καὶ τὸ τῆς ̓Αργείας καὶ ὁπόσα ὧδε καλὰ καὶ μεστὰ ὥρας.” “οὐ μόνον” ἔφη “ταῦτα, ἀλλὰ καὶ καθάπαξ τὴν μὲν παρὰ τοῖς ἄλλοις ἀγαλματοποιίαν ἅπτεσθαί φημι τοῦ προσήκοντος, ὑμᾶς δὲ καταγελᾶν τοῦ θείου μᾶλλον ἢ νομίζειν αὐτό.” “οἱ Φειδίαι δὲ” εἶπε:“καὶ οἱ Πραξιτέλεις μῶν ἀνελθόντες ἐς οὐρανὸν καὶ ἀπομαξάμενοι τὰ τῶν θεῶν εἴδη τέχνην αὐτὰ ἐποιοῦντο, ἢ ἕτερόν τι ἦν, ὃ ἐφίστη αὐτοὺς τῷ πλάττειν;” “ἕτερον” ἔφη “καὶ μεστόν γε σοφίας πρᾶγμα.” “ποῖον;” εἶπεν “οὐ γὰρ ἄν τι παρὰ τὴν μίμησιν εἴποις.” “φαντασία” ἔφη “ταῦτα εἰργάσατο σοφωτέρα μιμήσεως δημιουργός: μίμησις μὲν γὰρ δημιουργήσει, ὃ εἶδεν, φαντασία δὲ καὶ ὃ μὴ εἶδεν, ὑποθήσεται γὰρ αὐτὸ πρὸς τὴν ἀναφορὰν τοῦ ὄντος, καὶ μίμησιν μὲν πολλάκις ἐκκρούει ἔκπληξις, φαντασίαν δὲ οὐδέν, χωρεῖ γὰρ ἀνέκπληκτος πρὸς ὃ αὐτὴ ὑπέθετο. δεῖ δέ που Διὸς μὲν ἐνθυμηθέντα εἶδος ὁρᾶν αὐτὸν ξὺν οὐρανῷ καὶ ὥραις καὶ ἄστροις, ὥσπερ ὁ Φειδίας τότε ὥρμησεν, ̓Αθηνᾶν δὲ δημιουργήσειν μέλλοντα στρατόπεδα ἐννοεῖν καὶ μῆτιν καὶ τέχνας καὶ ὡς Διὸς αὐτοῦ ἀνέθορεν. εἰ δὲ ἱέρακα ἢ γλαῦκα ἢ λύκον ἢ κύνα ἐργασάμενος ἐς τὰ ἱερὰ φέροις ἀντὶ ̔Ερμοῦ τε καὶ ̓Αθηνᾶς καὶ ̓Απόλλωνος, τὰ μὲν θηρία καὶ τὰ ὄρνεα ζηλωτὰ δόξει τῶν εἰκόνων, οἱ δὲ θεοὶ παραπολὺ τῆς αὑτῶν δόξης ἑστήξουσιν.” “ἔοικας” εἶπεν “ἀβασανίστως ἐξετάζειν τὰ ἡμέτερα: σοφὸν γάρ, εἴπερ τι Αἰγυπτίων, καὶ τὸ μὴ θρασύνεσθαι ἐς τὰ τῶν θεῶν εἴδη, ξυμβολικὰ δὲ αὐτὰ ποιεῖσθαι καὶ ὑπονοούμενα, καὶ γὰρ ἂν καὶ σεμνότερα οὕτω φαίνοιτο.” γελάσας οὖν ὁ ̓Απολλώνιος “ὦ ἄνθρωποι,” ἔφη “μεγάλα ὑμῖν ἀπολέλαυται τῆς Αἰγυπτίων τε καὶ Αἰθιόπων σοφίας, εἰ σεμνότερον ὑμῶν καὶ θεοειδέστερον κύων δόξει καὶ ἶβις καὶ τράγος, ταῦτα γὰρ Θεσπεσίωνος ἀκούω τοῦ σοφοῦ. σεμνὸν δὲ δὴ ἢ ἔμφοβον τί ἐν τούτοις; τοὺς γὰρ ἐπιόρκους καὶ τοὺς ἱεροσύλους καὶ τὰ βωμολόχα ἔθνη καταφρονεῖν τῶν τοιούτων ἱερῶν εἰκὸς μᾶλλον ἢ δεδιέναι αὐτά, εἰ δὲ σεμνότερα ταῦτα ὑπονοούμενα, πολλῷ σεμνότερον ἂν ἔπραττον οἱ θεοὶ κατ' Αἴγυπτον, εἰ μὴ ἵδρυτό τι αὐτῶν ἄγαλμα, ἀλλ' ἕτερον τρόπον σοφώτερόν τε καὶ ἀπορρητότερον τῇ θεολογίᾳ ἐχρῆσθε: ἦν γάρ που νεὼς μὲν αὐτοῖς ἐξοικοδομῆσαι καὶ βωμοὺς ὁρίζειν καὶ ἃ χρὴ θύειν καὶ ἃ μὴ χρὴ καὶ ὁπηνίκα καὶ ἐφ' ὅσον καὶ ὅ τι λέγοντας ἢ δρῶντας, ἄγαλμα δὲ μὴ ἐσφέρειν, ἀλλὰ τὰ εἴδη τῶν θεῶν καταλείπειν τοῖς τὰ ἱερὰ ἐσφοιτῶσιν, ἀναγράφει γάρ τι ἡ γνώμη καὶ ἀνατυποῦται δημιουργίας κρεῖττον, ὑμεῖς δὲ ἀφῄρησθε τοὺς θεοὺς καὶ τὸ ὁρᾶσθαι καλῶς καὶ τὸ ὑπονοεῖσθαι.” πρὸς ταῦτα ὁ Θεσπεσίων, “ἐγένετό τις” ἔφη “Σωκράτης ̓Αθηναῖος ἀνόητος, ὥσπερ ἡμεῖς, γέρων, ὃς τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον θεούς τε ἡγεῖτο καὶ ὤμνυ.” “οὐκ ἀνόητος,” εἶπεν “ἀλλὰ θεῖος καὶ ἀτεχνῶς σοφός, ὤμνυ γὰρ ταῦτα οὐχ' ὡς θεούς, ἀλλ' ἵνα μὴ θεοὺς ὀμνύοι.” | 2.22. While he was waiting in the Temple, — and it took a long time for the king to be informed that strangers had arrived, — Apollonius said: O Damis, is there such a thing as painting? Why yes, he answered, if there be any such thing as truth. And what does this art do? It mixes together, replied Damis, all the colors there are, blue with green, and white with black, and red with yellow. And for what reason, said the other, does it mix these? For it isn't merely to get a color, like dyed wax. It is, said Damis, for the sake of imitation, and to get a likeness of a dog, or a horse, or a man, or a ship, or of anything else under the sun; and what is more, you see the sun himself represented, sometimes borne upon a four horse car, as he is said to be seen here, and sometimes again traversing the heaven with his torch, in case you are depicting the ether and the home of the gods. Then, O Damis, painting is imitation? And what else could it be? said he: for if it did not effect that, it would voted to be an idle playing with colors. And, said the other, the things which are seen in heaven, whenever the clouds are torn away from one another, I mean the centaurs and stag-antelopes, yes, and the wolves too, and the horses, what have you got to say about them? Are we not to regard them as works of imitation? It would seem so, he replied. Then, Damis, God is a painter, and has left his winged chariot, upon which he travels, as he disposes of affairs human and divine, and he sits down on these occasions to amuse himself by drawing these pictures, as children make figures in the sand. Damis blushed, for he felt that his argument was reduced to such an absurdity. But Apollonius, on his side, had no wish to humiliate him, for he was not unfeeling in his refutations of people, and said: But I am sure, Damis, you did not mean that; rather that these figures flit through the heaven not only without meaning, but, so far as providence is concerned, by mere chance; while we who by nature are prone to imitation rearrange and create them in these regular figures. We may, he said, rather consider this to be the case, O Apollonius, for it is more probable, and a much sounder idea. Then, O Damis, the mimetic art is twofold, and we may regard the one kind as an employment of the hands and mind in producing imitations, and declare that this is painting, whereas the other kind consists in making likenesses with the mind alone. Not twofold, replied Damis, for we ought to regard the former as the more perfect and more complete kind, being anyhow painting and a faculty of making likenesses with the help both of mind and hand; but we must regard the other kind as a department that, since its possessor perceives and imitates with the mind, without having the delineative faculty, and would never use his hand in depicting its objects. Then, said Apollonius, you mean, Damis, that the hand may be disabled by a blow or by disease? No, he answered, but it is disabled, because it has never handled pencil nor any instrument or color, and has never learned to draw. Then, said the other, we are both of us, Damis, agreed that man owes his mimetic faculty to nature, but his power of painting to art. And the same would appear to be true of plastic art. But, methinks, you would not confine painting itself to the mere use of colors, for a single color was often found sufficient for this purpose by our older painters; and as the art advanced, it employed four, and later, yet more; but we must also concede the name of a painting to an outline drawn without any color at all, and composed merely of shadow and light. For in such designs we see a resemblance, we see form and expression, and modesty and bravery, although they are altogether devoid of color; and neither blood is represented, nor the color of a man's hair or beard; nevertheless these compositions in monochrome are likenesses of people either tawny or white, and if we drew one of these Indians with a pencil without color, yet he would be known for a negro, for his flat nose, and his stiff curling locks and prominent jaw, and a certain gleam about his eyes, would give a black look to the picture and depict an Indian to the eyes of all those who have intelligence. And for this reason I should say that those who look at works of painting and drawing require a mimetic faculty; for no one could appreciate or admire a picture of a horse or of a bull, unless he had formed an idea of the picture represented. Nor again could one admire a picture of Ajax, by the painter Timomachus, which represents him in a state of madness, unless one had conceived in one's mind first an idea or notion of Ajax, and had entertained the probability that after killing the flocks in Troy he would sit down exhausted and even meditate suicide. But these elaborate works of Porus we cannot, Damis, regard as works of brass founding alone, for they are cast in brass; so let us regard them as the chefs d'oeuvre of a man who is both painter and brass-founder at once, and as similar to the work of Hephaestus upon the shield of Achilles, as revealed in Homer. For they are crowded together in that work too men slaying and slain, and you would say that the earth was stained with gore, though it is made of brass. 3.58. And when they sailed as far as the mouth of the Euphrates, they say they sailed up by it to Babylon to see Vardanes, whom the found just as they had found him before. They then came afresh to Nineveh, and as the people of Antioch displayed their customary insolence and took no interest in any affairs of the Hellenes, they went down to the sea at Seleucia, and finding a ship, they sailed to Cyprus and landed at Paphos, where there is the seat of Aphrodite, symbolically established, which Apollonius admired, and gave the priests instruction with regard to the ritual of the sanctuary. He then sailed to Ionia, where he excited much admiration and no little esteem among all lovers of wisdom. 6.19. Ask, they said, for you know question comes first and argument follows on it. It is about the gods that I would like to ask you a question first, namely, what induced you to impart, as your tradition, to the people of this country forms of the gods that are absurd and grotesque in all but a few cases? In a few cases, do I say? I would rather say that in very few are the gods' images fashioned in a wise and god-like manner, for the mass of your shrines seem to have been erected in honor rather of irrational and ignoble animals than of gods. Thespesion, resenting these remarks, said: And your own images in Greece, how are they fashioned? In the way, he replied, in which it is best and most reverent to construct images of the gods. I suppose you allude, said the other, to the statue of Zeus in Olympia, and to the image of Athena and to that of the Cnidian goddess and to that of the Argive goddess and to other images equally beautiful and full of charm? Not only to these, replied Apollonius, but without exception I maintain, that whereas in other lands statuary has scrupulously observed decency and fitness, you rather make ridicule of the gods than really believe in them. Your artists, then, like Phidias, said the other, and like Praxiteles, went up, I suppose, to heaven and took a copy of the forms of the gods, and then reproduced these by their art or was there any other influence which presided over and guided their molding? There was, said Apollonius, and an influence pregt with wisdom and genius. What was that? said the other, for I do not think you can adduce any except imitation. Imagination, said Apollonius, wrought these works, a wiser and subtler artist by far than imitation; for imitation can only create as its handiwork what it has seen, but imagination equally what it has not seen; for it will conceive of its ideal with reference to the reality, and imitation is often baffled by terror, but imagination by nothing; for it marches undismayed to the goal which it has itself laid down. When you entertain a notion of Zeus you must, I suppose, envisage him along with heaven and seasons and stars, as Phidias in his day endeavoured to do, and if you would fashion an image of Athena you must imagine in your mind armies and cunning, and handicrafts, and how she leapt out of Zeus himself. But if you make a hawk or an owl or a wolf or a dog, and put it in your temples instead of Hermes or Athena or Apollo, your animals and your birds may be esteemed and of much price as likenesses, but the gods will be very much lowered in their dignity. I think, said the other, that you criticize our religion very superficially; for if the Egyptians have any wisdom, they show it by their deep respect and reverence in the representation of the gods, and by the circumstance that they fashion their forms as symbols of a profound inner meaning, so as to enhance their solemnity and august character. Apollonius thereon merely laughed and said: My good friends, you have indeed greatly profited by the wisdom of Egypt and Ethiopia, if your dog and your ibis and your goat seem particularly august and god-like, for this is what I learn from Thespesion the sage.But what is there that is august or awe-inspiring in these images? Is it not likely that perjurers and temple-thieves and all the rabble of low jesters will despise such holy objects rather than dread them; and if they are to be held for the hidden meanings which they convey, surely the gods in Egypt would have met with much greater reverence, if no images of them had ever been set up at all, and if you had planned your theology along other lines wiser and more mysterious. For I imagine you might have built temples for them, and have fixed the altars and laid down rules about what to sacrifice and what not, and when and on what scale, and with what liturgies and rites, without introducing any image at all, but leaving it to those who frequented the temples to imagine the images of the gods; for the mind can more or less delineate and figure them to itself better than can any artist; but you have denied to the gods the privilege of beauty both of the outer eye and of an inner suggestion. Thespesion replied and said: There was a certain Athenian, called Socrates, a foolish old man like ourselves, who thought that the dog and the goose and the plane tree were gods and used to swear by them. He was not foolish, said Apollonius, but a divine and unfeignedly wise man; for he did not swear by these objects on the understanding that they were gods, but to save himself from swearing by the gods. |