1. Herodotus, Histories, 2.151-2.152, 2.161, 2.169 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • Apollo Pythios (Delphi), Apries • Apries • Apries of Egypt
Found in books: Kowalzig (2007), Singing for the Gods: Performances of Myth and Ritual in Archaic and Classical Greece, 232; Mikalson (2003), Herodotus and Religion in the Persian Wars, 148; Torok (2014), Herodotus In Nubia, 30, 75, 132
sup> 2.151 τῶν δὲ δυώδεκα βασιλέων δικαιοσύνῃ χρεωμένων, ἀνὰ χρόνον ὡς ἔθυσαν ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου, τῇ ὑστάτῃ τῆς ὁρτῆς, μελλόντων κατασπείσειν, ὁ ἀρχιερεὺς ἐξήνεικέ σφι φιάλας χρυσέας, τῇσί περ ἐώθεσαν σπένδειν, ἁμαρτὼν τοῦ ἀριθμοῦ, ἕνδεκα δυώδεκα ἐοῦσι. ἐνθαῦτα ὡς οὐκ εἶχε φιάλην ὁ ἔσχατος ἑστεὼς αὐτῶν Ψαμμήτιχος, περιελόμενος τὴν κυνέην ἐοῦσαν χαλκέην ὑπέσχε τε καὶ ἔσπενδε. κυνέας δὲ καὶ οἱ ἄλλοι ἅπαντες ἐφόρεόν τε βασιλέες καὶ ἐτύγχανον τότε ἔχοντες. Ψαμμήτιχος μέν νυν οὐδενὶ δολερῷ νόῳ χρεώμενος ὑπέσχε τὴν κυνέην· οἳ δὲ ἐν φρενὶ λαβόντες τό τε ποιηθὲν ἐκ Ψαμμητίχου καὶ τὸ χρηστήριον, ὅτι ἐκέχρηστό σφι τὸν χαλκέῃ σπείσαντα αὐτῶν φιάλῃ τοῦτον βασιλέα ἔσεσθαι μοῦνον Αἰγύπτου, ἀναμνησθέντες τοῦ χρησμοῦ κτεῖναι μὲν οὐκ ἐδικαίωσαν Ψαμμήτιχον, ὡς ἀνεύρισκον βασανίζοντες ἐξ οὐδεμιῆς προνοίης αὐτὸν ποιήσαντα, ἐς δὲ τὰ ἕλεα ἔδοξέ σφι διῶξαι ψιλώσαντας τὰ πλεῖστα τῆς δυνάμιος, ἐκ δὲ τῶν ἑλέων ὁρμώμενον μὴ ἐπιμίσγεσθαι τῇ ἄλλῃ Αἰγύπτῳ. 2.152 τὸν δὲ Ψαμμήτιχον τοῦτον πρότερον φεύγοντα τὸν Αἰθίοπα Σαβακῶν, ὅς οἱ τὸν πατέρα Νεκῶν ἀπέκτεινε, τοῦτον φεύγοντα τότε ἐς Συρίην, ὡς ἀπαλλάχθη ἐκ τῆς ὄψιος τοῦ ὀνείρου ὁ Αἰθίοψ, κατήγαγον Αἰγυπτίων οὗτοι οἳ ἐκ νομοῦ τοῦ Σαΐτεω εἰσί. μετὰ δὲ βασιλεύοντα τὸ δεύτερον πρὸς τῶν ἕνδεκα βασιλέων καταλαμβάνει μιν διὰ τὴν κυνέην φεύγειν ἐς τὰ ἕλεα. ἐπιστάμενος ὦν ὡς περιυβρισμένος εἴη πρὸς αὐτῶν, ἐπενόεε τίσασθαι τοὺς διώξαντας. πέμψαντι δέ οἱ ἐς Βουτοῦν πόλιν ἐς τὸ χρηστήριον τῆς Λητοῦς, ἔνθα δὴ Αἰγυπτίοισι ἐστὶ μαντήιον ἀψευδέστατον, ἦλθε χρησμὸς ὡς τίσις ἥξει ἀπὸ θαλάσσης χαλκέων ἀνδρῶν ἐπιφανέντων. καὶ τῷ μὲν δὴ ἀπιστίη μεγάλη ὑπεκέχυτο χαλκέους οἱ ἄνδρας ἥξειν ἐπικούρους. χρόνου δὲ οὐ πολλοῦ διελθόντος ἀναγκαίη κατέλαβε Ἴωνάς τε καὶ Κᾶρας ἄνδρας κατὰ ληίην ἐκπλώσαντας ἀπενειχθῆναι ἐς Αἴγυπτον, ἐκβάντας δὲ ἐς γῆν καὶ ὁπλισθέντας χαλκῷ ἀγγέλλει τῶν τις Αἰγυπτίων ἐς τὰ ἕλεα ἀπικόμενος τῷ Ψαμμητίχῳ, ὡς οὐκ ἰδὼν πρότερον χαλκῷ ἄνδρας ὁπλισθέντας, ὡς χάλκεοι ἄνδρες ἀπιγμένοι ἀπὸ θαλάσσης λεηλατεῦσι τὸ πεδίον. ὁ δὲ μαθὼν τὸ χρηστήριον ἐπιτελεύμενον φίλα τε τοῖσι Ἴωσι καὶ Καρσὶ ποιέεται καί σφεας μεγάλα ὑπισχνεύμενος πείθει μετʼ ἑωυτοῦ γενέσθαι. ὡς δὲ ἔπεισε, οὕτω ἅμα τοῖσι τὰ ἑωυτοῦ βουλομένοισι Αἰγυπτίοισι καὶ τοῖσι ἐπικούροισι καταιρέει τοὺς βασιλέας. 2.161 ψάμμιος δὲ ἓξ ἔτεα μοῦνον βασιλεύσαντος Αἰγύπτου καὶ στρατευσαμένου ἐς Αἰθιοπίην καὶ μεταυτίκα τελευτήσαντος ἐξεδέξατο Ἀπρίης ὁ Ψάμμιος· ὃς μετὰ Ψαμμήτιχον τὸν ἑωυτοῦ προπάτορα ἐγένετο εὐδαιμονέστατος τῶν πρότερον βασιλέων, ἐπʼ ἔτεα πέντε καὶ εἴκοσι ἄρξας, ἐν τοῖσι ἐπί τε Σιδῶνα στρατὸν ἤλασε καὶ ἐναυμάχησε τῷ Τυρίῳ. ἐπεὶ δέ οἱ ἔδεε κακῶς γενέσθαι, ἐγίνετο ἀπὸ προφάσιος τὴν ἐγὼ μεζόνως μὲν ἐν τοῖσι Λιβυκοῖσι λόγοισι ἀπηγήσομαι, μετρίως δʼ ἐν τῷ παρεόντι. ἀποπέμψας γὰρ στράτευμα ὁ Ἀπρίης ἐπὶ Κυρηναίους μεγαλωστὶ προσέπταισε, Αἰγύπτιοι δὲ ταῦτα ἐπιμεμφόμενοι ἀπέστησαν ἀπʼ αὐτοῦ, δοκέοντες τὸν Ἀπρίην ἐκ προνοίης αὐτοὺς ἀποπέμψαι ἐς φαινόμενον κακόν, ἵνα δὴ σφέων φθορὴ γένηται, αὐτὸς δὲ τῶν λοιπῶν Αἰγυπτίων ἀσφαλέστερον ἄρχοι. ταῦτα δὲ δεινὰ ποιεύμενοι οὗτοί τε οἱ ἀπονοστήσαντες καὶ οἱ τῶν ἀπολομένων φίλοι ἀπέστησαν ἐκ τῆς ἰθέης. 2.169 ἐπείτε δὲ συνιόντες ὅ τε Ἀπρίης ἄγων τοὺς ἐπικούρους καὶ ὁ Ἄμασις πάντας Αἰγυπτίους ἀπίκοντο ἐς Μώμεμφιν πόλιν, συνέβαλον· καὶ ἐμαχέσαντο μὲν εὖ οἱ ξεῖνοι, πλήθεϊ δὲ πολλῷ ἐλάσσονες ἐόντες κατὰ τοῦτο ἑσσώθησαν. Ἀπρίεω δὲ λέγεται εἶναι ἥδε διάνοια, μηδʼ ἂν θεόν μιν μηδένα δύνασθαι παῦσαι τῆς βασιληίης· οὕτω ἀσφαλέως ἑωυτῷ ἱδρῦσθαι ἐδόκεε. καὶ δὴ τότε συμβαλὼν ἑσσώθη καὶ ζωγρηθεὶς ἀπήχθη ἐς Σάιν πόλιν, ἐς τὰ ἑωυτοῦ οἰκία πρότερον ἐόντα, τότε δὲ Ἀμάσιος ἤδη βασιληία. ἐνθαῦτα δὲ τέως μὲν ἐτρέφετο ἐν τοῖσι βασιληίοισι, καί μιν Ἄμασις εὖ περιεῖπε· τέλος δὲ μεμφομένων Αἰγυπτίων ὡς οὐ ποιέοι δίκαια τρέφων τὸν σφίσι τε καὶ ἑωυτῷ ἔχθιστον, οὕτω δὴ παραδιδοῖ τὸν Ἀπρίην τοῖσι Αἰγυπτίοισι. οἳ δέ μιν ἀπέπνιξαν καὶ ἔπειτα ἔθαψαν ἐν τῇσι πατρωίῃσι ταφῇσι· αἳ δὲ εἰσὶ ἐν τῷ ἱρῷ τῆς Ἀθηναίης, ἀγχοτάτω τοῦ μεγάρου, ἐσιόντι ἀριστερῆς χειρός. ἔθαψαν δὲ Σαῗται πάντας τοὺς ἐκ νομοῦ τούτου γενομένους βασιλέας ἔσω ἐν τῷ ἱρῷ. καὶ γὰρ τὸ τοῦ Ἀμάσιος σῆμα ἑκαστέρω μὲν ἐστὶ τοῦ μεγάρου ἢ τὸ τοῦ Ἀπρίεω καὶ τῶν τούτου προπατόρων, ἔστι μέντοι καὶ τοῦτο ἐν τῇ αὐλῇ τοῦ ἱροῦ, παστὰς λιθίνη μεγάλη καὶ ἠσκημένη στύλοισί τε φοίνικας τὰ δένδρεα μεμιμημένοισι καὶ τῇ ἄλλῃ δαπάνῃ· ἔσω δὲ ἐν τῇ παστάδι διξὰ θυρώματα ἕστηκε, ἐν δὲ τοῖσι θυρώμασι ἡ θήκη ἐστί.'' None | sup> 2.151 Now the twelve kings were just, and in time came to sacrifice in Hephaestus' temple. On the last day of the feast, as they were about to pour libations, the high priest brought out the golden vessels which they commonly used for this; but he counted wrongly and had only eleven for the twelve. ,So the last in line, Psammetichus, as he had no vessel, took off his bronze helmet and held it out and poured the libation with it. All the kings were accustomed to wear helmets, and were then helmeted; ,it was not in guile, then, that Psammetichus held out his headgear; but the rest perceived what Psammetichus had done, and remembered the oracle that promised the sovereignty of all Egypt to whoever poured a libation from a vessel of bronze; therefore, though they considered Psammetichus not deserving of death (for they examined him and found that he had acted without intent), they decided to strip him of most of his power and to chase him away into the marshes, and that he was not to concern himself with the rest of Egypt . " '2.152 This Psammetichus had formerly been in exile in Syria, where he had fled from Sabacos the Ethiopian, who killed his father Necos; then, when the Ethiopian departed because of what he saw in a dream, the Egyptians of the district of Saïs brought him back from Syria . ,Psammetichus was king for the second time when he found himself driven away into the marshes by the eleven kings because of the helmet. ,Believing, therefore, that he had been abused by them, he meant to be avenged on those who had expelled him. He sent to inquire in the town of Buto, where the most infallible oracle in Egypt is; the oracle answered that he would have vengeance when he saw men of bronze coming from the sea. ,Psammetichus did not in the least believe that men of bronze would come to aid him. But after a short time, Ionians and Carians, voyaging for plunder, were forced to put in on the coast of Egypt, where they disembarked in their armor of bronze; and an Egyptian came into the marsh country and brought news to Psammetichus (for he had never before seen armored men) that men of bronze had come from the sea and were foraging in the plain. ,Psammetichus saw in this the fulfillment of the oracle; he made friends with the Ionians and Carians, and promised them great rewards if they would join him and, having won them over, deposed the eleven kings with these allies and those Egyptians who volunteered. 2.161 Psammis reigned over Egypt for only six years; he invaded Ethiopia, and immediately thereafter died, and Apries the son of Psammis reigned in his place. ,He was more fortunate than any former king (except his great-grandfather Psammetichus) during his rule of twenty-five years, during which he sent an army against Sidon and fought at sea with the king of Tyre . ,But when it was fated that evil should overtake him, the cause of it was something that I will now deal with briefly, and at greater length in the Libyan part of this history. ,Apries sent a great force against Cyrene and suffered a great defeat. The Egyptians blamed him for this and rebelled against him; for they thought that Apries had knowingly sent his men to their doom, so that after their perishing in this way he might be the more secure in his rule over the rest of the Egyptians. Bitterly angered by this, those who returned home and the friends of the slain openly revolted. ' " 2.169 When Apries with his guards and Amasis with the whole force of Egyptians came to the town of Momemphis, they engaged; and though the foreigners fought well, they were vastly outnumbered, and therefore were beaten. ,Apries, they say, supposed that not even a god could depose him from his throne, so firmly did he think he was established; and now, defeated in battle and taken captive, he was brought to Saïs, to the royal dwelling which belonged to him once but now belonged to Amasis. ,There, he was kept alive for a while in the palace and well treated by Amasis. But presently the Egyptians complained that there was no justice in keeping alive one who was their own and their king's bitterest enemy; whereupon Amasis gave Apries up to them, and they strangled him and then buried him in the burial-place of his fathers. ,This is in the temple of Athena, very near to the sanctuary, on the left of the entrance. The people of Saïs buried within the temple precinct all kings who were natives of their district. ,The tomb of Amasis is farther from the sanctuary than the tomb of Apries and his ancestors; yet it, too, is within the temple court; it is a great colonnade of stone, richly adorned, the pillars made in the form of palm trees. In this colonnade are two portals, and the place where the coffin lies is within their doors. "" None |
|