1. Herodotus, Histories, 4.15, 4.76 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • Anacharsis • Anacharsis of Scythia • Scythian, Anacharsis’ genealogy
Found in books: Gagne (2021), Cosmography and the Idea of Hyperborea in Ancient Greece, 289; Mikalson (2003), Herodotus and Religion in the Persian Wars, 193; Morrison (2020), Apollonius Rhodius, Herodotus and Historiography, 115, 157; Papadodima (2022), Ancient Greek Literature and the Foreign: Athenian Dialogues II, 22
sup> 4.15 ταῦτα μὲν αἱ πόλιες αὗται λέγουσι, τάδε δὲ οἶδα Μεταποντίνοισι τοῖσι ἐν Ἰταλίῃ συγκυρήσαντα μετὰ τὴν ἀφάνισιν τὴν δευτέρην Ἀριστέω ἔτεσι τεσσεράκοντα καὶ διηκοσίοισι, ὡς ἐγὼ συμβαλλόμενος ἐν Προκοννήσῳ τε καὶ Μεταποντίῳ εὕρισκον. Μεταποντῖνοι φασὶ αὐτὸν Ἀριστέην φανέντα σφι ἐς τὴν χώρην κελεῦσαι βωμὸν Ἀπόλλωνος ἱδρύσασθαι καὶ Ἀριστέω τοῦ Προκοννησίου ἐπωνυμίην ἔχοντα ἀνδριάντα πὰρʼ αὐτὸν ἱστάναι· φάναι γὰρ σφι τὸν Ἀπόλλωνα Ἰταλιωτέων μούνοισι δὴ ἀπικέσθαι ἐς τὴν χώρην, καὶ αὐτὸς οἱ ἕπεσθαι ὁ νῦν ἐὼν Ἀριστέης· τότε δὲ, ὅτε εἵπετο τῷ θεῷ, εἶναι κόραξ. καὶ τὸν μὲν εἰπόντα ταῦτα ἀφανισθῆναι, σφέας δὲ Μεταποντῖνοι λέγουσι ἐς Δελφοὺς πέμψαντας τὸν θεὸν ἐπειρωτᾶν ὃ τι τὸ φάσμα τοῦ ἀνθρώπου εἴη. τὴν δὲ Πυθίην σφέας κελεύειν πείθεσθαι τῷ φάσματι, πειθομένοισι δὲ ἄμεινον συνοίσεσθαι. καὶ σφέας δεξαμένους ταῦτα ποιῆσαι ἐπιτελέα. καὶ νῦν ἔστηκε ἀνδριὰς ἐπωνυμίην ἔχων Ἀριστέω παρʼ αὐτῷ τῷ ἀγάλματι τοῦ Ἀπόλλωνος, πέριξ δὲ αὐτὸν δάφναι ἑστᾶσι· τὸ δὲ ἄγαλμα ἐν τῇ ἀγορῇ ἵδρυται. Ἀριστέω μέν νυν πέρι τοσαῦτα εἰρήσθω. 4.76 ξεινικοῖσι δὲ νομαίοισι καὶ οὗτοι φεύγουσι αἰνῶς χρᾶσθαι, μήτε τεῶν ἄλλων, Ἑλληνικοῖσι δὲ καὶ ἥκιστα, ὡς διέδεξαν Ἀνάχαρσις τε καὶ δεύτερα αὖτις Σκύλης. τοῦτο μὲν γὰρ Ἀνάχαρσις ἐπείτε γῆν πολλὴν θεωρήσας καὶ ἀποδεξάμενος κατʼ αὐτὴν σοφίην πολλὴν ἐκομίζετο ἐς ἤθεα τὰ Σκυθέων, πλέων διʼ Ἑλλησπόντου προσίσχει ἐς Κύζικον. καὶ εὗρε γὰρ τῇ μητρὶ τῶν θεῶν ἀνάγοντας τοὺς Κυζικηνοὺς ὁρτὴν μεγαλοπρεπέως κάρτα, εὔξατο τῇ μητρὶ ὁ Ἀνάχαρσις, ἢν σῶς καὶ ὑγιὴς ἀπονοστήσῃ ἐς ἑωυτοῦ, θύσειν τε κατὰ ταὐτὰ κατὰ ὥρα τοὺς Κυζικηνοὺς ποιεῦντας καὶ παννυχίδα στήσειν. ὡς δὲ ἀπίκετο ἐς τὴν Σκυθικήν καταδὺς ἐς τὴν καλεομένην Ὑλαίην ʽἡ δʼ ἔστι μὲν παρὰ τὸν Ἀχιλλήιον δρόμον, τυγχάνει δὲ πᾶσα ἐοῦσα δενδρέων παντοίων πλέἠ, ἐς ταύτην δὴ καταδὺς ὁ Ἀνάχαρσις τὴν ὁρτὴν ἐπετέλεε πᾶσαν τῇ θεῷ, τύμπανον τε ἔχων καὶ ἐκδησάμενος ἀγάλματα. καὶ τῶν τις Σκυθέων καταφρασθεὶς αὐτὸν ταῦτα ποιεῦντα ἐσήμηνε τῷ βασιλέι Σαυλίω· ὁ δὲ καὶ αὐτὸς ἀπικόμενος ὡς εἶδε τὸν Ἀνάχαρσιν ποιεῦντα ταῦτα, τοξεύσας αὐτὸν ἀπέκτεινε. καὶ νῦν ἤν τις εἴρηται περὶ Ἀναχάρσιος, οὐ φασί μιν Σκύθαι γινώσκειν, διὰ τοῦτο ὅτι ἐξεδήμησέ τε ἐς τὴν Ἑλλάδα καὶ ξεινικοῖσι ἔθεσι διεχρήσατο. ὡς δʼ ἐγὼ ἤκουσα Τύμνεω τοῦ Ἀριαπείθεος ἐπιτρόπου, εἶναι αὐτὸν Ἰδανθύρσου τοῦ Σκυθέων βασιλέος πάτρων, παῖδα δὲ εἶναι Γνούρου τοῦ Λύκου τοῦ Σπαργαπείθεος. εἰ ὦν ταύτης ἦν τῆς οἰκίης ὁ Ἀνάχαρσις, ἴστω ὑπὸ τοῦ ἀδελφεοῦ ἀποθανών· Ἰδάνθυρσος γὰρ ἦν παῖς Σαυλίου, Σαύλιος δὲ ἦν ὁ ἀποκτείνας Ἀνάχαρσιν.'' None | sup> 4.15 Such is the tale told in these two towns. But this, I know, happened to the Metapontines in Italy, two hundred and forty years after the second disappearance of Aristeas, as reckoning made at Proconnesus and Metapontum shows me: ,Aristeas, so the Metapontines say, appeared in their country and told them to set up an altar to Apollo, and set beside it a statue bearing the name of Aristeas the Proconnesian; for, he said, Apollo had come to their country alone of all Italian lands, and he—the man who was now Aristeas, but then when he followed the god had been a crow—had come with him. ,After saying this, he vanished. The Metapontines, so they say, sent to Delphi and asked the god what the vision of the man could mean; and the Pythian priestess told them to obey the vision, saying that their fortune would be better. ,They did as instructed. And now there stands beside the image of Apollo a statue bearing the name of Aristeas; a grove of bay-trees surrounds it; the image is set in the marketplace. Let it suffice that I have said this much about Aristeas. ' " 4.76 But as regards foreign customs, the Scythians (like others) very much shun practising those of any other country, and particularly of Hellas, as was proved in the case of Anacharsis and also of Scyles. ,For when Anacharsis was coming back to the Scythian country after having seen much of the world in his travels and given many examples of his wisdom, he sailed through the Hellespont and put in at Cyzicus; ,where, finding the Cyzicenes celebrating the feast of the Mother of the Gods with great ceremony, he vowed to this same Mother that if he returned to his own country safe and sound he would sacrifice to her as he saw the Cyzicenes doing, and establish a nightly rite of worship. ,So when he came to Scythia, he hid himself in the country called Woodland (which is beside the Race of Achilles, and is all overgrown with every kind of timber); hidden there, Anacharsis celebrated the goddess' ritual with exactness, carrying a small drum and hanging images about himself. ,Then some Scythian saw him doing this and told the king, Saulius; who, coming to the place himself and seeing Anacharsis performing these rites, shot an arrow at him and killed him. And now the Scythians, if they are asked about Anacharsis, say they have no knowledge of him; this is because he left his country for Hellas and followed the customs of strangers. ,But according to what I heard from Tymnes, the deputy for Ariapithes, Anacharsis was an uncle of Idanthyrsus king of Scythia, and he was the son of Gnurus, son of Lycus, son of Spargapithes. Now if Anacharsis was truly of this family, then let him know he was slain by his own brother; for Idanthyrsus was the son of Saulius, and it was Saulius who killed Anacharsis. "' None |
|