2. Herodotus, Histories, 2.28-2.29, 2.42-2.45, 2.50-2.59, 2.64, 2.83, 2.102, 2.111, 2.113, 2.137, 2.144, 2.155-2.156, 4.181 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • Amon (Amun) • Amun • Amun, Nubian cults • Amun, god of Egypt • Amun-Ra • Amun-Re • Egypt, Amon • Festivals, of Amun of Egypt • Thebes, Amun temple and its priests • Zeus (Amun) • Zeus, Amon
Found in books: Hitch (2017), Animal sacrifice in the ancient Greek world, 82; Mackil and Papazarkadas (2020), Greek Epigraphy and Religion: Papers in Memory of Sara B, 306; Mikalson (2003), Herodotus and Religion in the Persian Wars, 143, 171, 172, 180, 186, 193; Salvesen et al. (2020), Israel in Egypt: The Land of Egypt as Concept and Reality for Jews in Antiquity and the Early Medieval Period, 209; Torok (2014), Herodotus In Nubia, 30, 46, 60, 82, 83, 86, 120, 121, 122, 132
sup> 2.28 ταῦτα μέν νυν ἔστω ὡς ἔστι τε καὶ ὡς ἀρχὴν ἐγένετο· τοῦ δὲ Νείλου τὰς πηγὰς οὔτε Αἰγυπτίων οὔτε Λιβύων οὔτε Ἑλλήνων τῶν ἐμοὶ ἀπικομένων ἐς λόγους οὐδεὶς ὑπέσχετο εἰδέναι, εἰ μὴ ἐν Αἰγύπτῳ ἐν Σάι πόλι ὁ γραμματιστὴς τῶν ἱρῶν χρημάτων τῆς Ἀθηναίης. οὗτος δʼ ἔμοιγε παίζειν ἐδόκεε φάμενος εἰδέναι ἀτρεκέως· ἔλεγε δὲ ὧδε, εἶναι δύο ὄρεα ἐς ὀξὺ τὰς κορυφὰς ἀπηγμένα, μεταξὺ Συήνης τε πόλιος κείμενα τῆς Θηβαΐδος καὶ Ἐλεφαντίνης, οὐνόματα δὲ εἶναι τοῖσι ὄρεσι τῷ μὲν Κρῶφι τῷ δὲ Μῶφι· τὰς ὦν δὴ πηγὰς τοῦ Νείλου ἐούσας ἀβύσσους ἐκ τοῦ μέσου τῶν ὀρέων τούτων ῥέειν, καὶ τὸ μὲν ἥμισυ τοῦ ὕδατος ἐπʼ Αἰγύπτου ῥέειν καὶ πρὸς βορέην ἄνεμον, τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰθιοπίης τε καὶ νότου. ὡς δὲ ἄβυσσοι εἰσι αἱ πηγαί, ἐς διάπειραν ἔφη τούτου Ψαμμήτιχον Αἰγύπτου βασιλέα ἀπικέσθαι· πολλέων γὰρ αὐτὸν χιλιάδων ὀργυιέων πλεξάμενον κάλον κατεῖναι ταύτῃ καὶ οὐκ ἐξικέσθαι ἐς βυσσόν. οὕτω μὲν δὴ ὁ γραμματιστής, εἰ ἄρα ταῦτα γινόμενα ἔλεγε, ἀπέφαινε, ὡς ἐμὲ κατανοέειν, δίνας τινὰς ταύτῃ ἐούσας ἰσχυρὰς καὶ παλιρροίην, οἷα δὲ ἐμβάλλοντος τοῦ ὕδατος τοῖσι ὄρεσι, μὴ δύνασθαι κατιεμένην καταπειρητηρίην ἐς βυσσὸν ἰέναι. 2.29 ἄλλου δὲ οὐδενὸς οὐδὲν ἐδυνάμην πυθέσθαι. ἀλλὰ τοσόνδε μὲν ἄλλο ἐπὶ μακρότατον ἐπυθόμην, μέχρι μὲν Ἐλεφαντίνης πόλιος αὐτόπτης ἐλθών, τὸ δὲ ἀπὸ τούτου ἀκοῇ ἤδη ἱστορέων. ἀπὸ Ἐλεφαντίνης πόλιος ἄνω ἰόντι ἄναντες ἐστὶ χωρίον· ταύτῃ ὦν δεῖ τὸ πλοῖον διαδήσαντας ἀμφοτέρωθεν κατά περ βοῦν πορεύεσθαι· ἢν δὲ ἀπορραγῇ τὸ πλοῖον οἴχεται φερόμενον ὑπὸ ἰσχύος τοῦ ῥόου. τὸ δὲ χωρίον τοῦτο ἐστὶ ἐπʼ ἡμέρας τέσσερας πλόος, σκολιὸς δὲ ταύτῃ κατά περ ὁ Μαίανδρος ἐστὶ ὁ Νεῖλος· σχοῖνοι δὲ δυώδεκα εἰσὶ οὗτοι τοὺς δεῖ τούτῳ τῷ τρόπῳ διεκπλῶσαι. καὶ ἔπειτα ἀπίξεαι ἐς πεδίον λεῖον, ἐν τῷ νῆσον περιρρέει ὁ Νεῖλος· Ταχομψὼ οὔνομα αὐτῇ ἐστι. οἰκέουσι δὲ τὰ ἀπὸ Ἐλεφαντίνης ἄνω Αἰθίοπες ἤδη καὶ τῆς νήσου τὸ ἥμισυ, τὸ δὲ ἥμισυ Αἰγύπτιοι. ἔχεται δὲ τῆς νήσου λίμνην μεγάλη, τὴν πέριξ νομάδες Αἰθίοπες νέμονται· τὴν διεκπλώσας ἐς τοῦ Νείλου τὸ ῥέεθρον ἥξεις, τὸ ἐς τὴν λίμνην ταύτην ἐκδιδοῖ. καὶ ἔπειτα ἀποβὰς παρὰ τὸν ποταμὸν ὁδοιπορίην ποιήσεαι ἡμερέων τεσσεράκοντα· σκόπελοί τε γὰρ ἐν τῷ Νείλῳ ὀξέες ἀνέχουσι καὶ χοιράδες πολλαί εἰσι, διʼ ὧν οὐκ οἷά τε ἐστὶ πλέειν. διεξελθὼν δὲ ἐν τῇσι τεσσεράκοντα ἡμέρῃσι τοῦτο τὸ χωρίον, αὖτις ἐς ἕτερον πλοῖον ἐσβὰς δυώδεκα ἡμέρας πλεύσεαι, καὶ ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην τῇ οὔνομα ἐστὶ Μερόη· λέγεται δὲ αὕτη ἡ πόλις εἶναι μητρόπολις τῶν ἄλλων Αἰθιόπων. οἱ δʼ ἐν ταύτῃ Δία θεῶν καὶ Διόνυσον μούνους σέβονται, τούτους τε μεγάλως τιμῶσι, καί σφι μαντήιον Διὸς κατέστηκε· στρατεύονται δὲ ἐπεάν σφεας ὁ θεὸς οὗτος κελεύῃ διὰ θεσπισμάτων, καὶ τῇ ἂν κελεύῃ, ἐκεῖσε. 2.42 ὅσοι μὲν δὴ Διὸς Θηβαιέος ἵδρυνται ἱρὸν ἤ νομοῦ τοῦ Θηβαίου εἰσί, οὗτοι μέν νυν πάντες ὀίων ἀπεχόμενοι αἶγας θύουσι. θεοὺς γὰρ δὴ οὐ τοὺς αὐτοὺς ἅπαντες ὁμοίως Αἰγύπτιοι σέβονται, πλὴν Ἴσιός τε καὶ Ὀσίριος, τὸν δὴ Διόνυσον εἶναι λέγουσι· τούτους δὲ ὁμοίως ἅπαντες σέβονται. ὅσοι δὲ τοῦ Μένδητος ἔκτηνται ἱρὸν ἢ νομοῦ τοῦ Μενδησίου εἰσί, οὗτοι δὲ αἰγῶν ἀπεχόμενοι ὄις θύουσι. Θηβαῖοι μέν νυν καὶ ὅσοι διὰ τούτους ὀίων ἀπέχονται, διὰ τάδε λέγουσι τὸν νόμον τόνδε σφίσι τεθῆναι. Ἡρακλέα θελῆσαι πάντως ἰδέσθαι τὸν Δία, καὶ τὸν οὐκ ἐθέλειν ὀφθῆναι ὑπʼ αὐτοῦ· τέλος δέ, ἐπείτε λιπαρέειν τὸν Ἡρακλέα, τάδε τὸν Δία μηχανήσασθαι· κριὸν ἐκδείραντα προσχέσθαι τε τὴν κεφαλὴν ἀποταμόντα τοῦ κριοῦ καὶ ἐνδύντα τὸ νάκος οὕτω οἱ ἑωυτὸν ἐπιδέξαι. ἀπὸ τούτου κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ποιεῦσι Αἰγύπτιοι, ἀπὸ δὲ Αἰγυπτίων Ἀμμώνιοι, ἐόντες Αἰγυπτίων τε καὶ Αἰθιόπων ἄποικοι καὶ φωνὴν μεταξὺ ἀμφοτέρων νομίζοντες. δοκέειν δέ μοι, καὶ τὸ οὔνομα Ἀμμώνιοι ἀπὸ τοῦδε σφίσι τὴν ἐπωνυμίην ἐποιήσαντο· Ἀμοῦν γὰρ Αἰγύπτιοι καλέουσι τὸν Δία. τοὺς δὲ κριοὺς οὐ θύουσι Θηβαῖοι, ἀλλʼ εἰσί σφι ἱροὶ διὰ τοῦτο. μιῇ δὲ ἡμέρῃ τοῦ ἐνιαυτοῦ, ἐν ὁρτῇ τοῦ Διός, κριὸν ἕνα κατακόψαντες καὶ ἀποδείραντες κατὰ τὠυτὸ ἐνδύουσι τὤγαλμα τοῦ Διός, καὶ ἔπειτα ἄλλο ἄγαλμα Ἡρακλέος προσάγουσι πρὸς αὐτό. ταῦτα δὲ ποιήσαντες τύπτονται οἱ περὶ τὸ ἱρὸν ἅπαντες τὸν κριὸν καὶ ἔπειτα ἐν ἱρῇ θήκῃ θάπτουσι αὐτόν. 2.43 Ἡρακλέος δὲ πέρι τόνδε τὸν λόγον ἤκουσα, ὅτι εἴη τῶν δυώδεκα θεῶν· τοῦ ἑτέρου δὲ πέρι Ἡρακλέος, τὸν Ἕλληνες οἴδασι, οὐδαμῇ Αἰγύπτου ἐδυνάσθην ἀκοῦσαι. καὶ μὴν ὅτι γε οὐ παρʼ Ἑλλήνων ἔλαβον τὸ οὔνομα Αἰγύπτιοι τοῦ Ἡρακλέος, ἀλλὰ Ἕλληνες μᾶλλον παρʼ Αἰγυπτίων καὶ Ἑλλήνων οὗτοι οἱ θέμενοι τῷ Ἀμφιτρύωνος γόνῳ τοὔνομα Ἡρακλέα, πολλά μοι καὶ ἄλλα τεκμήρια ἐστὶ τοῦτο οὕτω ἔχειν, ἐν δὲ καὶ τόδε, ὅτι τε τοῦ Ἡρακλέος τούτου οἱ γονέες ἀμφότεροι ἦσαν Ἀμφιτρύων καὶ Ἀλκμήνη γεγονότες τὸ ἀνέκαθεν ἀπʼ Αἰγύπτου, καὶ διότι Αἰγύπτιοι οὔτε Ποσειδέωνος οὔτε Διοσκούρων τὰ οὐνόματα φασὶ εἰδέναι, οὐδέ σφι θεοὶ οὗτοι ἐν τοῖσι ἄλλοισι θεοῖσι ἀποδεδέχαται. καὶ μὴν εἴ γε παρʼ Ἑλλήνων ἔλαβον οὔνομά τευ δαίμονος, τούτων οὐκ ἥκιστα ἀλλὰ μάλιστα ἔμελλον μνήμην ἕξειν, εἴ περ καὶ τότε ναυτιλίῃσι ἐχρέωντο καὶ ἦσαν Ἑλλήνων τινὲς ναυτίλοι, ὡς ἔλπομαί τε καὶ ἐμὴ γνώμη αἱρέει· ὥστε τούτων ἂν καὶ μᾶλλον τῶν θεῶν τὰ οὐνόματα ἐξεπιστέατο Αἰγύπτιοι ἢ τοῦ Ἡρακλέος. ἀλλά τις ἀρχαῖος ἐστὶ θεὸς Αἰγυπτίοισι Ἡρακλέης· ὡς δὲ αὐτοὶ λέγουσι, ἔτεα ἐστὶ ἑπτακισχίλια καὶ μύρια ἐς Ἄμασιν βασιλεύσαντα, ἐπείτε ἐκ τῶν ὀκτὼ θεῶν οἱ δυώδεκα θεοὶ ἐγένοντο τῶν Ἡρακλέα ἕνα νομίζουσι. 2.44 καὶ θέλων δὲ τούτων πέρι σαφές τι εἰδέναι ἐξ ὧν οἷόν τε ἦν, ἔπλευσα καὶ ἐς Τύρον τῆς Φοινίκης, πυνθανόμενος αὐτόθι εἶναι ἱρὸν Ἡρακλέος ἅγιον. καὶ εἶδον πλουσίως κατεσκευασμένον ἄλλοισί τε πολλοῖσι ἀναθήμασι, καὶ ἐν αὐτῷ ἦσαν στῆλαι δύο, ἣ μὲν χρυσοῦ ἀπέφθου, ἣ δὲ σμαράγδου λίθου λάμποντος τὰς νύκτας μέγαθος. ἐς λόγους δὲ ἐλθὼν τοῖσι ἱρεῦσι τοῦ θεοῦ εἰρόμην ὁκόσος χρόνος εἴη ἐξ οὗ σφι τὸ ἱρὸν ἵδρυται. εὗρον δὲ οὐδὲ τούτους τοῖσι Ἕλλησι συμφερομένους· ἔφασαν γὰρ ἅμα Τύρῳ οἰκιζομένῃ καὶ τὸ ἱρὸν τοῦ θεοῦ ἱδρυθῆναι, εἶναι δὲ ἔτεα ἀπʼ οὗ Τύρον οἰκέουσι τριηκόσια καὶ δισχίλια. εἶδον δὲ ἐν τῇ Τύρῳ καὶ ἄλλο ἱρὸν Ἡρακλέος ἐπωνυμίην ἔχοντος Θασίου εἶναι· ἀπικόμην δὲ καὶ ἐς Θάσον, ἐν τῇ εὗρον ἱρὸν Ἡρακλέος ὑπὸ Φοινίκων ἱδρυμένον, οἳ κατʼ Εὐρώπης ζήτησιν ἐκπλώσαντες Θάσον ἔκτισαν· καὶ ταῦτα καὶ πέντε γενεῇσι ἀνδρῶν πρότερα ἐστὶ ἢ τὸν Ἀμφιτρύωνος Ἡρακλέα ἐν τῇ Ἑλλάδι γενέσθαι. τὰ μέν νυν ἱστορημένα δηλοῖ σαφέως παλαιὸν θεὸν Ἡρακλέα ἐόντα, καὶ δοκέουσι δέ μοι οὗτοι ὀρθότατα Ἑλλήνων ποιέειν, οἳ διξὰ Ἡράκλεια ἱδρυσάμενοι ἔκτηνται, καὶ τῷ μὲν ὡς ἀθανάτῳ Ὀλυμπίῳ δὲ ἐπωνυμίην θύουσι, τῷ δὲ ἑτέρῳ ὡς ἥρωι ἐναγίζουσι. 2.45 λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες, εὐήθης δὲ αὐτῶν καὶ ὅδε ὁ μῦθος ἐστὶ τὸν περὶ τοῦ Ἡρακλέος λέγουσι, ὡς αὐτὸν ἀπικόμενον ἐς Αἴγυπτον στέψαντες οἱ Αἰγύπτιοι ὑπὸ πομπῆς ἐξῆγον ὡς θύσοντες τῷ Διί· τὸν δὲ τέως μὲν ἡσυχίην ἔχειν, ἐπεὶ δὲ αὐτοῦ πρὸς τῷ βωμῷ κατάρχοντο, ἐς ἀλκὴν τραπόμενον πάντας σφέας καταφονεῦσαι. ἐμοὶ μέν νυν δοκέουσι ταῦτα λέγοντες τῆς Αἰγυπτίων φύσιος καὶ τῶν νόμων πάμπαν ἀπείρως ἔχειν οἱ Ἕλληνες· τοῖσι γὰρ οὐδὲ κτήνεα ὁσίη θύειν ἐστὶ χωρὶς ὑῶν καὶ ἐρσένων βοῶν καὶ μόσχων, ὅσοι ἂν καθαροὶ ἔωσι, καὶ χηνῶν, κῶς ἂν οὗτοι ἀνθρώπους θύοιεν; ἔτι δὲ ἕνα ἐόντα τὸν Ἡρακλέα καὶ ἔτι ἄνθρωπον, ὡς δὴ φασί, κῶς φύσιν ἔχει πολλὰς μυριάδας φονεῦσαι; καὶ περὶ μὲν τούτων τοσαῦτα ἡμῖν εἰποῦσι καὶ παρὰ τῶν θεῶν καὶ παρὰ τῶν ἡρώων εὐμένεια εἴη. 2.50 σχεδὸν δὲ καὶ πάντων τὰ οὐνόματα τῶν θεῶν ἐξ Αἰγύπτου ἐλήλυθε ἐς τὴν Ἑλλάδα. διότι μὲν γὰρ ἐκ τῶν βαρβάρων ἥκει, πυνθανόμενος οὕτω εὑρίσκω ἐόν· δοκέω δʼ ὦν μάλιστα ἀπʼ Αἰγύπτου ἀπῖχθαι. ὅτι γὰρ δὴ μὴ Ποσειδέωνος καὶ Διοσκούρων, ὡς καὶ πρότερόν μοι ταῦτα εἴρηται, καὶ Ἥρης καὶ Ἱστίης καὶ Θέμιος καὶ Χαρίτων καὶ Νηρηίδων, τῶν ἄλλων θεῶν Αἰγυπτίοισι αἰεί κοτε τὰ οὐνόματα ἐστὶ ἐν τῇ χώρῃ. λέγω δὲ τὰ λέγουσι αὐτοὶ Αἰγύπτιοι. τῶν δὲ οὔ φασι θεῶν γινώσκειν τὰ οὐνόματα, οὗτοι δέ μοι δοκέουσι ὑπὸ Πελασγῶν ὀνομασθῆναι, πλὴν Ποσειδέωνος· τοῦτον δὲ τὸν θεὸν παρὰ Λιβύων ἐπύθοντο· οὐδαμοὶ γὰρ ἀπʼ ἀρχῆς Ποσειδέωνος οὔνομα ἔκτηνται εἰ μὴ Λίβυες καὶ τιμῶσι τὸν θεὸν τοῦτον αἰεί. νομίζουσι δʼ ὦν Αἰγύπτιοι οὐδʼ ἥρωσι οὐδέν. 2.51 ταῦτα μέν νυν καὶ ἄλλα πρὸς τούτοισι, τὰ ἐγὼ φράσω, Ἕλληνες ἀπʼ Αἰγυπτίων νενομίκασι· τοῦ δὲ Ἑρμέω τὰ ἀγάλματα ὀρθὰ ἔχειν τὰ αἰδοῖα ποιεῦντες οὐκ ἀπʼ Αἰγυπτίων μεμαθήκασι, ἀλλʼ ἀπὸ Πελασγῶν πρῶτοι μὲν Ἑλλήνων ἁπάντων Ἀθηναῖοι παραλαβόντες, παρὰ δὲ τούτων ὧλλοι. Ἀθηναίοισι γὰρ ἤδη τηνικαῦτα ἐς Ἕλληνας τελέουσι Πελασγοὶ σύνοικοι ἐγένοντο ἐν τῇ χώρῃ, ὅθεν περ καὶ Ἕλληνες ἤρξαντο νομισθῆναι. ὅστις δὲ τὰ Καβείρων ὄργια μεμύηται, τὰ Σαμοθρήικες ἐπιτελέουσι παραλαβόντες παρὰ Πελασγῶν, οὗτος ὡνὴρ οἶδε τὸ λέγω· τὴν γὰρ Σαμοθρηίκην οἴκεον πρότερον Πελασγοὶ οὗτοι οἵ περ Ἀθηναίοισι σύνοικοι ἐγένοντο, καὶ παρὰ τούτων Σαμοθρήικες τὰ ὄργια παραλαμβάνουσι. ὀρθὰ ὦν ἔχειν τὰ αἰδοῖα τἀγάλματα τοῦ Ἑρμέω Ἀθηναῖοι πρῶτοι Ἑλλήνων μαθόντες παρὰ Πελασγῶν ἐποιήσαντο· οἱ δὲ Πελασγοὶ ἱρόν τινα λόγον περὶ αὐτοῦ ἔλεξαν, τὰ ἐν τοῖσι ἐν Σαμοθρηίκῃ μυστηρίοισι δεδήλωται. 2.52 ἔθυον δὲ πάντα πρότερον οἱ Πελασγοὶ θεοῖσι ἐπευχόμενοι, ὡς ἐγὼ ἐν Δωδώνῃ οἶδα ἀκούσας, ἐπωνυμίην δὲ οὐδʼ οὔνομα ἐποιεῦντο οὐδενὶ αὐτῶν· οὐ γὰρ ἀκηκόεσάν κω. θεοὺς δὲ προσωνόμασαν σφέας ἀπὸ τοῦ τοιούτου, ὅτι κόσμῳ θέντες τὰ πάντα πρήγματα καὶ πάσας νομὰς εἶχον. ἔπειτα δὲ χρόνου πολλοῦ διεξελθόντος ἐπύθοντο ἐκ τῆς Αἰγύπτου ἀπικόμενα τὰ οὐνόματα τῶν θεῶν τῶν ἄλλων, Διονύσου δὲ ὕστερον πολλῷ ἐπύθοντο. καὶ μετὰ χρόνον ἐχρηστηριάζοντο περὶ τῶν οὐνομάτων ἐν Δωδώνῃ· τὸ γὰρ δὴ μαντήιον τοῦτο νενόμισται ἀρχαιότατον τῶν ἐν Ἕλλησι χρηστηρίων εἶναι, καὶ ἦν τὸν χρόνον τοῦτον μοῦνον. ἐπεὶ ὦν ἐχρηστηριάζοντο ἐν τῇ Δωδώνῃ οἱ Πελασγοὶ εἰ ἀνέλωνται τὰ οὐνόματα τὰ ἀπὸ τῶν βαρβάρων ἥκοντα, ἀνεῖλε τὸ μαντήιον χρᾶσθαι. ἀπὸ μὲν δὴ τούτου τοῦ χρόνου ἔθυον τοῖσι οὐνόμασι τῶν θεῶν χρεώμενοι· παρὰ δὲ Πελασγῶν Ἕλληνες ἐξεδέξαντο ὕστερον. 2.53 ἔνθεν δὲ ἐγένοντο ἕκαστος τῶν θεῶν, εἴτε αἰεὶ ἦσαν πάντες, ὁκοῖοί τε τινὲς τὰ εἴδεα, οὐκ ἠπιστέατο μέχρι οὗ πρώην τε καὶ χθὲς ὡς εἰπεῖν λόγῳ. Ἡσίοδον γὰρ καὶ Ὅμηρον ἡλικίην τετρακοσίοισι ἔτεσι δοκέω μευ πρεσβυτέρους γενέσθαι καὶ οὐ πλέοσι· οὗτοι δὲ εἰσὶ οἱ ποιήσαντες θεογονίην Ἕλλησι καὶ τοῖσι θεοῖσι τὰς ἐπωνυμίας δόντες καὶ τιμάς τε καὶ τέχνας διελόντες καὶ εἴδεα αὐτῶν σημήναντες. οἱ δὲ πρότερον ποιηταὶ λεγόμενοι τούτων τῶν ἀνδρῶν γενέσθαι ὕστερον, ἔμοιγε δοκέειν, ἐγένοντο. τούτων τὰ μὲν πρῶτα αἱ Δωδωνίδες ἱρεῖαι λέγουσι, τὰ δὲ ὕστερα τὰ ἐς Ἡσίοδόν τε καὶ Ὅμηρον ἔχοντα ἐγὼ λέγω. 2.54 χρηστηρίων δὲ πέρι τοῦ τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ τόνδε Αἰγύπτιοι λόγον λέγουσι. ἔφασαν οἱ ἱρέες τοῦ Θηβαιέος Διὸς δύο γυναῖκας ἱρείας ἐκ Θηβέων ἐξαχθῆναι ὑπὸ Φοινίκων, καὶ τὴν μὲν αὐτέων πυθέσθαι ἐς Λιβύην πρηθεῖσαν τὴν δὲ ἐς τοὺς Ἕλληνας· ταύτας δὲ τὰς γυναῖκας εἶναι τὰς ἱδρυσαμένας τὰ μαντήια πρώτας ἐν τοῖσι εἰρημένοισι ἔθνεσι. εἰρομένου δέ μευ ὁκόθεν οὕτω ἀτρεκέως ἐπιστάμενοι λέγουσι, ἔφασαν πρὸς ταῦτα ζήτησιν μεγάλην ἀπὸ σφέων γενέσθαι τῶν γυναικῶν τουτέων, καὶ ἀνευρεῖν μὲν σφέας οὐ δυνατοὶ γενέσθαι, πυθέσθαι δὲ ὕστερον ταῦτα περὶ αὐτέων τά περ δὴ ἔλεγον. 2.55 ταῦτα μέν νυν τῶν ἐν Θήβῃσι ἱρέων ἤκουον, τάδε δὲ Δωδωναίων φασὶ αἱ προμάντιες· δύο πελειάδας μελαίνας ἐκ Θηβέων τῶν Αἰγυπτιέων ἀναπταμένας τὴν μὲν αὐτέων ἐς Λιβύην τὴν δὲ παρὰ σφέας ἀπικέσθαι, ἱζομένην δέ μιν ἐπὶ φηγὸν αὐδάξασθαι φωνῇ ἀνθρωπηίῃ ὡς χρεὸν εἴη μαντήιον αὐτόθι Διὸς γενέσθαι, καὶ αὐτοὺς ὑπολαβεῖν θεῖον εἶναι τὸ ἐπαγγελλόμενον αὐτοῖσι, καί σφεας ἐκ τούτου ποιῆσαι. τὴν δὲ ἐς τοὺς Λίβυας οἰχομένην πελειάδα λέγουσι Ἄμμωνος χρηστήριον κελεῦσαι τοὺς Λίβυας ποιέειν· ἔστι δὲ καὶ τοῦτο Διός. Δωδωναίων δὲ αἱ ἱρεῖαι, τῶν τῇ πρεσβυτάτῃ οὔνομα ἦν Προμένεια, τῇ δὲ μετὰ ταύτην Τιμαρέτη, τῇ δὲ νεωτάτῃ Νικάνδρη, ἔλεγον ταῦτα· συνωμολόγεον δέ σφι καὶ οἱ ἄλλοι Δωδωναῖοι οἱ περὶ τὸ ἱρόν. 2.56 ἐγὼ δʼ ἔχω περὶ αὐτῶν γνώμην τήνδε· εἰ ἀληθέως οἱ Φοίνικες ἐξήγαγον τὰς ἱρὰς γυναῖκας καὶ τὴν μὲν αὐτέων ἐς Λιβύην τὴν δὲ ἐς τὴν Ἐλλάδα ἀπέδοντο, δοκέει ἐμοί ἡ γυνὴ αὕτη τῆς νῦν Ἑλλάδος, πρότερον δὲ Πελασγίης καλευμένης τῆς αὐτῆς ταύτης, πρηθῆναι ἐς Θεσπρωτούς, ἔπειτα δουλεύουσα αὐτόθι ἱδρύσασθαι ὑπὸ φηγῷ πεφυκυίῃ ἱρὸν Διός, ὥσπερ ἦν οἰκὸς ἀμφιπολεύουσαν ἐν Θήβῃσι ἱρὸν Διός, ἔνθα ἀπίκετο, ἐνθαῦτα μνήμην αὐτοῦ ἔχειν· ἐκ δὲ τούτου χρηστήριον κατηγήσατο, ἐπείτε συνέλαβε τὴν Ἑλλάδα γλῶσσαν· φάναι δέ οἱ ἀδελφεὴν ἐν Λιβύῃ πεπρῆσθαι ὑπὸ τῶν αὐτῶν Φοινίκων ὑπʼ ὧν καὶ αὐτὴ ἐπρήθη. 2.57 πελειάδες δέ μοι δοκέουσι κληθῆναι πρὸς Δωδωναίων ἐπὶ τοῦδε αἱ γυναῖκες, διότι βάρβαροι ἦσαν, ἐδόκεον δέ σφι ὁμοίως ὄρνισι φθέγγεσθαι· μετὰ δὲ χρόνον τὴν πελειάδα ἀνθρωπηίῃ φωνῇ αὐδάξασθαι λέγουσι, ἐπείτε συνετά σφι ηὔδα ἡ γυνή· ἕως δὲ ἐβαρβάριζε, ὄρνιθος τρόπον ἐδόκεέ σφι φθέγγεσθαι, ἐπεὶ τέῳ ἂν τρόπῳ πελειάς γε ἀνθρωπηίῃ φωνῇ φθέγξαιτο; μέλαιναν δὲ λέγοντες εἶναι τὴν πελειάδα σημαίνουσι ὅτι Αἰγυπτίη ἡ γυνὴ ἦν. ἡ δὲ μαντηίη ἥ τε ἐν Θήβῃσι τῇσι Αἰγυπτίῃσι καὶ ἐν Δωδώνῃ παραπλήσιαι ἀλλήλῃσι τυγχάνουσι ἐοῦσαι. ἔστι δὲ καὶ τῶν ἱρῶν ἡ μαντικὴ ἀπʼ Αἰγύπτου ἀπιγμένη. 2.58 πανηγύρις δὲ ἄρα καὶ πομπὰς καὶ προσαγωγὰς πρῶτοι ἀνθρώπων Αἰγύπτιοι εἰσὶ οἱ ποιησάμενοι, καὶ παρὰ τούτων Ἕλληνες μεμαθήκασι. τεκμήριον δέ μοι τούτου τόδε· αἱ μὲν γὰρ φαίνονται ἐκ πολλοῦ τευ χρόνου ποιεύμεναι, αἱ δὲ Ἑλληνικαὶ νεωστὶ ἐποιήθησαν. 2.59 πανηγυρίζουσι δὲ Αἰγύπτιοι οὐκ ἅπαξ τοῦ ἐνιαυτοῦ, πανηγύρις δὲ συχνάς, μάλιστα μὲν καὶ προθυμότατα ἐς Βούβαστιν πόλιν τῇ Ἀρτέμιδι, δεύτερα δὲ ἐς Βούσιριν πόλιν τῇ Ἴσι· ἐν ταύτῃ γὰρ δὴ τῇ πόλι ἐστὶ μέγιστον Ἴσιος ἱρόν, ἵδρυται δὲ ἡ πόλις αὕτη τῆς Αἰγύπτου ἐν μέσῳ τῷ Δέλτα· Ἶσις δὲ ἐστὶ κατὰ τὴν Ἑλλήνων γλῶσσαν Δημήτηρ. τρίτα δὲ ἐς Σάιν πόλιν τῇ Ἀθηναίῃ πανηγυρίζουσι, τέταρτα δὲ ἐς Ἡλίου πόλιν τῷ Ἡλίω, πέμπτα δὲ ἐς Βουτοῦν πόλιν τῇ Λητοῖ, ἕκτα δὲ ἐς Πάπρημιν πόλιν τῷ Ἄρεϊ. 2.64 καὶ τὸ μὴ μίσγεσθαι γυναιξὶ ἐν ἱροῖσι μηδὲ ἀλούτους ἀπὸ γυναικῶν ἐς ἱρὰ ἐσιέναι οὗτοι εἰσὶ οἱ πρῶτοι θρησκεύσαντες. οἱ μὲν γὰρ ἄλλοι σχεδὸν πάντες ἄνθρωποι, πλὴν Αἰγυπτίων καὶ Ἑλλήνων, μίσγονται ἐν ἱροῖσι καὶ ἀπὸ γυναικῶν ἀνιστάμενοι ἄλουτοι ἐσέρχονται ἐς ἱρόν, νομίζοντες ἀνθρώπους εἶναι κατά περ τὰ ἄλλα κτήνεα· καὶ γὰρ τὰ ἄλλα κτήνεα ὁρᾶν καὶ ὀρνίθων γένεα ὀχευόμενα ἔν τε τοῖσι νηοῖσι τῶν θεῶν καὶ ἐν τοῖσι τεμένεσι· εἰ ὦν εἶναι τῷ θεῷ τοῦτο μὴ φίλον, οὐκ ἂν οὐδὲ τὰ κτήνεα ποιέειν. οὗτοι μέν νυν τοιαῦτα ἐπιλέγοντες ποιεῦσι ἔμοιγε οὐκ ἀρεστά· 2.83 μαντικὴ δὲ αὐτοῖσι ὧδε διακέεται· ἀνθρώπων μὲν οὐδενὶ προσκέεται ἡ τέχνη, τῶν δὲ θεῶν μετεξετέροισι· καὶ γὰρ Ἡρακλέος μαντήιον αὐτόθι ἐστὶ καὶ Ἀπόλλωνος καὶ Ἀθηναίης καὶ Ἀρτέμιδος καὶ Ἄρεος καὶ Διός, καὶ τό γε μάλιστα ἐν τιμῇ ἄγονται πάντων τῶν μαντηίων, Λητοῦς ἐν Βουτοῖ πόλι ἐστί. οὐ μέντοι αἵ γε μαντηίαι σφι κατὰ τὠυτὸ ἑστᾶσι, ἀλλὰ διάφοροι εἰσί. 2.102 παραμειψάμενος ὦν τούτους τοῦ ἐπὶ τούτοισι γενομένου βασιλέος, τῷ οὔνομα ἦν Σέσωστρις, τούτου μνήμην ποιήσομαι· τὸν ἔλεγον οἱ ἱρέες πρῶτον μὲν πλοίοισι μακροῖσι ὁρμηθέντα ἐκ τοῦ Ἀραβίου κόλπου τοὺς παρὰ τὴν Ἐρυθρὴν θάλασσαν κατοικημένους καταστρέφεσθαι, ἐς ὃ πλέοντά μιν πρόσω ἀπικέσθαι ἐς θάλασσαν οὐκέτι πλωτὴν ὑπὸ βραχέων. ἐνθεῦτεν δὲ ὡς ὀπίσω ἀπίκετο ἐς Αἴγυπτον, κατὰ τῶν ἱρέων τὴν φάτιν, πολλὴν στρατιὴν τῶν λαβὼν ἤλαυνε διὰ τῆς ἠπείρου, πᾶν ἔθνος τὸ ἐμποδὼν καταστρεφόμενος. ὁτέοισι μέν νυν αὐτῶν ἀλκίμοισι ἐνετύγχανε καὶ δεινῶς γλιχομένοισι περὶ τῆς ἐλευθερίης, τούτοισι μὲν στήλας ἐνίστη ἐς τὰς χώρας διὰ γραμμάτων λεγούσας τό τε ἑωυτοῦ οὔνομα καὶ τῆς πάτρης, καὶ ὡς δυνάμι τῇ ἑωυτοῦ κατεστρέψατο σφέας· ὅτεων δὲ ἀμαχητὶ καὶ εὐπετέως παρέλαβε τὰς πόλιας, τούτοισι δὲ ἐνέγραφε ἐν τῇσι στήλῃσι κατὰ ταὐτὰ καὶ τοῖσι ἀνδρηίοισι τῶν ἐθνέων γενομένοισι, καὶ δὴ καὶ αἰδοῖα γυναικὸς προσενέγραφε, δῆλα βουλόμενος ποιέειν ὡς εἴησαν ἀνάλκιδες. 2.111 Σεσώστριος δὲ τελευτήσαντος ἐκδέξασθαι ἔλεγον τὴν βασιληίην τὸν παῖδα αὐτοῦ Φερῶν, τὸν ἀποδέξασθαι μὲν οὐδεμίαν στρατηίην, συνενειχθῆναι δέ οἱ τυφλὸν γενέσθαι διὰ τοιόνδε πρῆγμα. τοῦ ποταμοῦ κατελθόντος μέγιστα δὴ τότε ἐπʼ ὀκτωκαίδεκα πήχεας, ὡς ὑπερέβαλε τὰς ἀρούρας, πνεύματος ἐμπεσόντος κυματίης ὁ ποταμὸς ἐγένετο· τὸν δὲ βασιλέα λέγουσι τοῦτον ἀτασθαλίῃ χρησάμενον, λαβόντα αἰχμὴν βαλεῖν ἐς μέσας τὰς δίνας τοῦ ποταμοῦ, μετὰ δὲ αὐτίκα καμόντα αὐτὸν τοὺς ὀφθαλμοὺς τυφλωθῆναι. δέκα μὲν δὴ ἔτεα εἶναί μιν τυφλόν, ἑνδεκάτῳ δὲ ἔτεϊ ἀπικέσθαι οἱ μαντήιον ἐκ Βουτοῦς πόλιος ὡς ἐξήκει τέ οἱ ὁ χρόνος τῆς ζημίης καὶ ἀναβλέψει γυναικὸς οὔρῳ νιψάμενος τοὺς ὀφθαλμούς, ἥτις παρὰ τὸν ἑωυτῆς ἄνδρα μοῦνον πεφοίτηκε, ἄλλων ἀνδρῶν ἐοῦσα ἄπειρος. καὶ τὸν πρώτης τῆς ἑωυτοῦ γυναικὸς πειρᾶσθαι, μετὰ δέ, ὡς οὐκ ἀνέβλεπε, ἐπεξῆς πασέων πειρᾶσθαι· ἀναβλέψαντα δὲ συναγαγεῖν τὰς γυναῖκας τῶν ἐπειρήθη, πλὴν ἢ τῆς τῷ οὔρῳ νιψάμενος ἀνέβλεψε, ἐς μίαν πόλιν, ἣ νῦν καλέεται Ἐρυθρὴ βῶλος· ἐς ταύτην συναλίσαντα ὑποπρῆσαι πάσας σὺν αὐτῇ τῇ πόλι· τῆς δὲ νιψάμενος τῷ οὔρῳ ἀνέβλεψε, ταύτην δὲ ἔσχε αὐτὸς γυναῖκα. ἀναθήματα δὲ ἀποφυγὼν τὴν πάθην τῶν ὀφθαλμῶν ἄλλα τε ἀνὰ τὰ ἱρὰ πάντα τὰ λόγιμα ἀνέθηκε καὶ τοῦ γε λόγον μάλιστα ἄξιον ἐστὶ ἔχειν, ἐς τοῦ Ἡλίου τὸ ἱρὸν ἀξιοθέητα ἀνέθηκε ἔργα, ὀβελοὺς δύο λιθίνους, ἐξ ἑνὸς ἐόντα ἑκάτερον λίθου, μῆκος μὲν ἑκάτερον πηχέων ἑκατόν, εὖρος δὲ ὀκτὼ πηχέων. 2.113 ἔλεγον δέ μοι οἱ ἱρέες ἱστορέοντι τὰ περὶ Ἑλένην γενέσθαι ὧδε. Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐκ Σπάρτης ἀποπλέειν ἐς τὴν ἑωυτοῦ· καί μιν, ὡς ἐγένετο ἐν τῷ Αἰγαίῳ, ἐξῶσται ἄνεμοι ἐκβάλλουσι ἐς τὸ Αἰγύπτιον πέλαγος, ἐνθεῦτεν δέ, οὐ γὰρ ἀνιεῖ τὰ πνεύματα, ἀπικνέεται ἐς Αἴγυπτον καὶ Αἰγύπτου ἐς τὸ νῦν Κανωβικὸν καλεύμενον στόμα τοῦ Νείλου καὶ ἐς Ταριχείας. ἦν δὲ ἐπὶ τῆς ἠιόνος τὸ καὶ νῦν ἐστι Ἡρακλέος ἱρόν, ἐς τὸ ἢν καταφυγὼν οἰκέτης ὅτευ ὦν ἀνθρώπων ἐπιβάληται στίγματα ἱρά, ἑωυτὸν διδοὺς τῷ θεῷ, οὐκ ἔξεστι τούτου ἅψασθαι. ὁ νόμος οὗτος διατελέει ἐὼν ὅμοιος μέχρι ἐμεῦ τῷ ἀπʼ ἀρχῆς· τοῦ ὦν δὴ Ἀλεξάνδρου ἀπιστέαται θεράποντες πυθόμενοι τὸν περὶ τὸ ἱρὸν ἔχοντα νόμον, ἱκέται δὲ ἱζόμενοι τοῦ θεοῦ κατηγόρεον τοῦ Ἀλεξάνδρου, βουλόμενοι βλάπτειν αὐτόν, πάντα λόγον ἐξηγεύμενοι ὡς εἶχε περὶ τὴν Ἑλένην τε καὶ τὴν ἐς Μενέλεων ἀδικίην· κατηγόρεον δὲ ταῦτα πρός τε τοὺς ἱρέας καὶ τὸν στόματος τούτου φύλακον, τῷ οὔνομα ἦν Θῶνις. 2.137 τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι. μετὰ δὲ τοῦτον βασιλεῦσαι ἄνδρα τυφλὸν ἐξ Ἀνύσιος πόλιος, τῷ οὔνομα Ἄνυσιν εἶναι. ἐπὶ τούτου βασιλεύοντος ἐλάσαι ἐπʼ Αἴγυπτον χειρὶ πολλῇ Αἰθίοπάς τε καὶ Σαβακῶν τὸν Αἰθιόπων βασιλέα. τὸν μὲν δὴ τυφλὸν τοῦτον οἴχεσθαι φεύγοντα ἐς τὰ ἕλεα, τὸν δὲ Αἰθίοπα βασιλεύειν Αἰγύπτου ἐπʼ ἔτεα πεντήκοντα, ἐν τοῖσι αὐτὸν τάδε ἀποδέξασθαι· ὅκως τῶν τις Αἰγυπτίων ἁμάρτοι τι, κτείνειν μὲν αὐτῶν οὐδένα ἐθέλειν, τὸν δὲ κατὰ μέγαθος τοῦ ἀδικήματος ἑκάστῳ δικάζειν ἐπιτάσσοντα χώματα χοῦν πρὸς τῇ ἑωυτῶν πόλι, ὅθεν ἕκαστος ἦν τῶν ἀδικεόντων. καὶ οὕτω ἔτι αἱ πόλιες ἐγένοντο ὑψηλότεραι· τὸ μὲν γὰρ πρῶτον ἐχώσθησαν ὑπὸ τῶν τὰς διώρυχας ὀρυξάντων ἐπὶ Σεσώστριος βασιλέος, δεύτερα δὲ ἐπὶ τοῦ Αἰθίοπος καὶ κάρτα ὑψηλαὶ ἐγένοντο. ὑψηλέων δὲ καὶ ἑτερέων γενομενέων ἐν τῇ Αἰγύπτῳ πολίων, ὡς ἐμοὶ δοκέει, μάλιστα ἡ ἐν Βουβάστιπόλις ἐξεχώσθη, ἐν τῇ καὶ ἱρόν ἐστι Βουβάστιος ἀξιαπηγητότατον· μέζω μὲν γὰρ ἄλλα καὶ πολυδαπανώτερα ἐστὶ ἱρά, ἡδονὴ δὲ ἰδέσθαι οὐδὲν τούτου μᾶλλον. ἡ δὲ Βούβαστις κατὰ Ἑλλάδα γλῶσσαν ἐστὶ Ἄρτεμις. 2.144 ἤδη ὦν τῶν αἱ εἰκόνες ἦσαν, τοιούτους ἀπεδείκνυσαν σφέας πάντας ἐόντας, θεῶν δὲ πολλὸν ἀπαλλαγμένους. τὸ δὲ πρότερον τῶν ἀνδρῶν τούτων θεοὺς εἶναι τοὺς ἐν Αἰγύπτῳ ἄρχοντας, οὐκ ἐόντας ἅμα τοῖσι ἀνθρώποισι, καὶ τούτων αἰεὶ ἕνα τὸν κρατέοντα εἶναι· ὕστατον δὲ αὐτῆς βασιλεῦσαι ὦρον τὸν Ὀσίριος παῖδα, τὸν Ἀπόλλωνα Ἕλληνες ὀνομάζουσι· τοῦτον καταπαύσαντα Τυφῶνα βασιλεῦσαι ὕστατον Αἰγύπτου. Ὄσιρις δὲ ἐστὶ Διόνυσος κατὰ Ἑλλάδα γλῶσσαν. 2.155 Ψαμμήτιχος μέν νυν οὕτω ἔσχε Αἴγυπτον. τοῦ δὲ χρηστηρίου τοῦ ἐν Αἰγύπτῳ πολλὰ ἐπεμνήσθην ἤδη, καὶ δὴ λόγον περὶ αὐτοῦ ὡς ἀξίου ἐόντος ποιήσομαι. τὸ γὰρ χρηστήριον τοῦτο τὸ ἐν Αἰγύπτῳ ἐστὶ μὲν Λητοῦς ἱρόν, ἐν πόλι δὲ μεγάλῃ ἱδρυμένον κατὰ τὸ Σεβεννυτικὸν καλεόμενον στόμα τοῦ Νείλου, ἀναπλέοντι ἀπὸ θαλάσσης ἄνω. οὔνομα δὲ τῇ πόλι ταύτῃ ὅκου τὸ χρηστήριον ἐστὶ Βουτώ, ὡς καὶ πρότερον ὠνόμασταί μοι. ἱρὸν δὲ ἐστὶ ἐν τῇ Βουτοῖ ταύτῃ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, καὶ ὅ γε νηὸς τῆς Λητοῦς, ἐν τῷ δὴ τὸ χρηστήριον ἔνι, αὐτός τε τυγχάνει ἐὼν μέγας καὶ τὰ προπύλαια ἔχει ἐς ὕψος δέκα ὀργυιέων. τὸ δέ μοι τῶν φανερῶν ἦν θῶμα μέγιστον παρεχόμενον, φράσω· ἔστι ἐν τῷ τεμένεϊ τούτῳ Λητοῦς νηὸς ἐξ ἑνὸς λίθου πεποιημένος ἔς τε ὕψος καὶ ἐς μῆκος καὶ τοῖχος ἕκαστος τούτοισι ἴσος τεσσεράκοντα πηχέων τούτων ἕκαστον ἐστί, τὸ δὲ καταστέγασμα τῆς ὀροφῆς ἄλλος ἐπίκειται λίθος, ἔχων τὴν παρωροφίδα τετράπηχυν. 2.156 οὕτω μέν νυν ὁ νηὸς τῶν φανερῶν μοι τῶν περὶ τοῦτο τὸ ἱρὸν ἐστὶ θωμαστότατον, τῶν δὲ δευτέρων νῆσος ἡ Χέμμις καλευμένη· ἔστι μὲν ἐν λίμνῃ βαθέῃ καὶ πλατέῃ κειμένη παρὰ τὸ ἐν Βουτοῖ ἱρόν, λέγεται δὲ ὑπʼ Αἰγυπτίων εἶναι αὕτη ἡ νῆσος πλωτή. αὐτὸς μὲν ἔγωγε οὔτε πλέουσαν οὔτε κινηθεῖσαν εἶδον, τέθηπα δὲ ἀκούων εἰ νῆσος ἀληθέως ἐστὶ πλωτή. ἐν δὲ ὦν ταύτῃ νηός τε Ἀπόλλωνος μέγας ἔνι καὶ βωμοὶ τριφάσιοι ἐνιδρύαται, ἐμπεφύκασι δʼ ἐν αὐτῇ φοίνικες συχνοὶ καὶ ἄλλα δένδρεα καὶ καρποφόρα καὶ ἄφορα πολλά. λόγον δὲ τόνδε ἐπιλέγοντες οἱ Αἰγύπτιοι φασὶ εἶναι αὐτὴν πλωτήν, ὡς ἐν τῇ νήσῳ ταύτῃ οὐκ ἐούσῃ πρότερον πλωτῇ Λητώ, ἐοῦσα τῶν ὀκτὼ θεῶν τῶν πρώτων γενομένων, οἰκέουσα δὲ ἐν Βουτοῖ πόλι, ἵνα δή οἱ τὸ χρηστήριον τοῦτο ἐστί, Ἀπόλλωνα παρʼ Ἴσιος παρακαταθήκην δεξαμένη διέσωσε κατακρύψασα ἐν τῇ νῦν πλωτῇ λεγομένῃ νήσῳ, ὅτε τὸ πᾶν διζήμενος ὁ Τυφῶν ἐπῆλθε, θέλων ἐξευρεῖν τοῦ Ὀσίριος τὸν παῖδα. Ἀπόλλωνα δὲ καὶ Ἄρτεμιν Διονύσου καὶ Ἴσιος λέγουσι εἶναι παῖδας, Λητοῦν δὲ τροφὸν αὐτοῖσι καὶ σώτειραν γενέσθαι. Αἰγυπτιστὶ δὲ Ἀπόλλων μὲν Ὦρος, Δημήτηρ δὲ Ἶσις, Ἄρτεμις δὲ Βούβαστις. ἐκ τούτου δὲ τοῦ λόγου καὶ οὐδενὸς ἄλλου Αἰσχύλος ὁ Εὐφορίωνος ἥρπασε τὸ ἐγὼ φράσω, μοῦνος δὴ ποιητέων τῶν προγενομένων· ἐποίησε γὰρ Ἄρτεμιν εἶναι θυγατέρα Δήμητρος. τὴν δὲ νῆσον διὰ τοῦτο γενέσθαι πλωτήν. ταῦτα μὲν οὕτω λέγουσι. 4.181 οὗτοι μὲν οἱ παραθαλάσσιοι τῶν νομάδων Λιβύων εἰρέαται, ὑπὲρ δὲ τούτων ἐς μεσόγαιαν ἡ θηριώδης ἐστὶ Λιβύη, ὑπὲρ δὲ τῆς θηριώδεος ὀφρύη ψάμμης κατήκει παρατείνουσα ἀπὸ Θηβέων τῶν Αἰγυπτιέων ἐπʼ Ἡρακλέας στήλας. ἐν δὲ τῇ ὀφρύῃ ταύτῃ μάλιστα διὰ δέκα ἡμερέων ὁδοῦ ἁλός ἐστι τρύφεα κατὰ χόνδρους μεγάλους ἐν κολωνοῖσι, καὶ ἐν κορυφῇσι ἑκάστου τοῦ κολωνοῦ ἀνακοντίζει ἐκ μέσου τοῦ ἁλὸς ὕδωρ ψυχρὸν καὶ γλυκύ, περὶ δὲ αὐτὸν ἄνθρωποι οἰκέουσι ἔσχατοι πρὸς τῆς ἐρήμου καὶ ὑπὲρ τῆς θηριώδεος, πρῶτοι μὲν ἀπὸ Θηβέων διὰ δέκα ἡμερέων ὁδοῦ Ἀμμώνιοι, ἔχοντες τὸ ἱρὸν ἀπὸ τοῦ Θηβαιέος Διός· καὶ γὰρ τὸ 1 ἐν Θήβῃσι, ὡς καὶ πρότερον εἴρηταί μοι, κριοπρόσωπον τοῦ Διὸς τὤγαλμα ἐστί. τυγχάνει δὲ καὶ ἄλλο σφι ὕδωρ κρηναῖον ἐὸν, τὸ τὸν μὲν ὄρθρον γίνεται χλιαρόν, ἀγορῆς δὲ πληθυούσης ψυχρότερον, μεσαμβρίη τε ἐστὶ καὶ τὸ κάρτα γίνεται ψυχρόν· τηνικαῦτα δὲ ἄρδουσι τοὺς κήπους· ἀποκλινομένης δὲ τῆς ἡμέρης ὑπίεται τοῦ ψυχροῦ, ἐς οὗ δύεταί τε ὁ ἥλιος καὶ τὸ ὕδωρ γίνεται χλιαρόν. ἐπὶ δὲ μᾶλλον ἰὸν ἐς τὸ θερμὸν ἐς μέσας νύκτας πελάζει, τηνικαῦτα δὲ ζέει ἀμβολάδην· παρέρχονται τε μέσαι νύκτες καὶ ψύχεται μέχρι ἐς ἠῶ. ἐπίκλησιν δὲ αὕτη ἡ κρήνη καλέεται ἡλίου.'' None | sup> 2.28 Let this be, then, as it is and as it was in the beginning. But as to the sources of the Nile, no one that conversed with me, Egyptian, Libyan, or Greek, professed to know them, except the recorder of the sacred treasures of Athena in the Egyptian city of Saïs. ,I thought he was joking when he said that he had exact knowledge, but this was his story. Between the city of Syene in the Thebaid and Elephantine, there are two hills with sharp peaks, one called Crophi and the other Mophi. ,The springs of the Nile, which are bottomless, rise between these hills; half the water flows north towards Egypt, and the other half south towards Ethiopia . ,He said that Psammetichus king of Egypt had put to the test whether the springs are bottomless: for he had a rope of many thousand fathoms' length woven and let down into the spring, but he could not reach to the bottom. ,This recorder, then, if he spoke the truth, showed, I think, that there are strong eddies and an upward flow of water, such that with the stream rushing against the hills the sounding-line when let down cannot reach bottom. " "2.29 I was unable to learn anything from anyone else, but this much further I did learn by the most extensive investigation that I could make, going as far as the city of Elephantine to look myself, and beyond that by question and hearsay. ,Beyond Elephantine, as one travels inland, the land rises. Here one must pass with the boat roped on both sides as men harness an ox; and if the rope breaks, the boat will be carried away by the strength of the current. ,This part of the river is a four days' journey by boat, and the Nile here is twisty just as the Maeander ; a distance of twelve schoeni must be passed in the foregoing manner. After that, you come to a level plain, where there is an island in the Nile, called Takhompso. ,The country above Elephantine now begins to be inhabited by Ethiopians: half the people of the island are Ethiopians, and half Egyptians. Near the island is a great lake, on whose shores live nomadic Ethiopians. After crossing this, you come to the stream of the Nile, which empties into this lake. ,Then you disembark and journey along the river bank for forty days; for there are sharp projecting rocks in the Nile and many reefs, through which no boat can pass. ,Having traversed this part in forty days as I have said, you take boat again and so travel for twelve days until you come to a great city called Meroe, which is said to be the capital of all Ethiopia . ,The people of the place worship no other gods but Zeus and Dionysus; these they greatly honor, and they have a place of divination sacred to Zeus; they send out armies whenever and wherever this god through his oracle commands them. " " 2.42 All that have a temple of Zeus of Thebes or are of the Theban district sacrifice goats, but will not touch sheep. ,For no gods are worshipped by all Egyptians in common except Isis and Osiris, who they say is Dionysus; these are worshipped by all alike. Those who have a temple of Mendes or are of the Mendesian district sacrifice sheep, but will not touch goats. ,The Thebans, and those who by the Theban example will not touch sheep, give the following reason for their ordice: they say that Heracles wanted very much to see Zeus and that Zeus did not want to be seen by him, but that finally, when Heracles prayed, Zeus contrived ,to show himself displaying the head and wearing the fleece of a ram which he had flayed and beheaded. It is from this that the Egyptian images of Zeus have a ram's head; and in this, the Egyptians are imitated by the Ammonians, who are colonists from Egypt and Ethiopia and speak a language compounded of the tongues of both countries. ,It was from this, I think, that the Ammonians got their name, too; for the Egyptians call Zeus “Amon”. The Thebans, then, consider rams sacred for this reason, and do not sacrifice them. ,But one day a year, at the festival of Zeus, they cut in pieces and flay a single ram and put the fleece on the image of Zeus, as in the story; then they bring an image of Heracles near it. Having done this, all that are at the temple mourn for the ram, and then bury it in a sacred coffin. " '2.43 Concerning Heracles, I heard it said that he was one of the twelve gods. But nowhere in Egypt could I hear anything about the other Heracles, whom the Greeks know. ,I have indeed a lot of other evidence that the name of Heracles did not come from Hellas to Egypt, but from Egypt to Hellas (and in Hellas to those Greeks who gave the name Heracles to the son of Amphitryon), besides this: that Amphitryon and Alcmene, the parents of this Heracles, were both Egyptian by descent ; and that the Egyptians deny knowing the names Poseidon and the Dioscuri, nor are these gods reckoned among the gods of Egypt . ,Yet if they got the name of any deity from the Greeks, of these not least but in particular would they preserve a recollection, if indeed they were already making sea voyages and some Greeks, too, were seafaring men, as I expect and judge; so that the names of these gods would have been even better known to the Egyptians than the name of Heracles. ,But Heracles is a very ancient god in Egypt ; as the Egyptians themselves say, the change of the eight gods to the twelve, one of whom they acknowledge Heracles to be, was made seventeen thousand years before the reign of Amasis. 2.44 Moreover, wishing to get clear information about this matter where it was possible so to do, I took ship for Tyre in Phoenicia, where I had learned by inquiry that there was a holy temple of Heracles. ,There I saw it, richly equipped with many other offerings, besides two pillars, one of refined gold, one of emerald: a great pillar that shone at night; and in conversation with the priests, I asked how long it was since their temple was built. ,I found that their account did not tally with the belief of the Greeks, either; for they said that the temple of the god was founded when Tyre first became a city, and that was two thousand three hundred years ago. At Tyre I saw yet another temple of the so-called Thasian Heracles. ,Then I went to Thasos, too, where I found a temple of Heracles built by the Phoenicians, who made a settlement there when they voyaged in search of Europe ; now they did so as much as five generations before the birth of Heracles the son of Amphitryon in Hellas . ,Therefore, what I have discovered by inquiry plainly shows that Heracles is an ancient god. And furthermore, those Greeks, I think, are most in the right, who have established and practise two worships of Heracles, sacrificing to one Heracles as to an immortal, and calling him the Olympian, but to the other bringing offerings as to a dead hero. 2.45 And the Greeks say many other ill-considered things, too; among them, this is a silly story which they tell about Heracles: that when he came to Egypt, the Egyptians crowned him and led him out in a procession to sacrifice him to Zeus; and for a while (they say) he followed quietly, but when they started in on him at the altar, he resisted and killed them all. ,Now it seems to me that by this story the Greeks show themselves altogether ignorant of the character and customs of the Egyptians; for how should they sacrifice men when they are forbidden to sacrifice even beasts, except swine and bulls and bull-calves, if they are unblemished, and geese? ,And furthermore, as Heracles was alone, and, still, only a man, as they say, how is it natural that he should kill many myriads? In talking so much about this, may I keep the goodwill of gods and heroes! 2.50 In fact, the names of nearly all the gods came to Hellas from Egypt . For I am convinced by inquiry that they have come from foreign parts, and I believe that they came chiefly from Egypt . ,Except the names of Poseidon and the Dioscuri, as I have already said, and Hera, and Hestia, and Themis, and the Graces, and the Nereids, the names of all the gods have always existed in Egypt . I only say what the Egyptians themselves say. The gods whose names they say they do not know were, as I think, named by the Pelasgians, except Poseidon, the knowledge of whom they learned from the Libyans. ,Alone of all nations the Libyans have had among them the name of Poseidon from the beginning, and they have always honored this god. The Egyptians, however, are not accustomed to pay any honors to heroes. 2.51 These customs, then, and others besides, which I shall indicate, were taken by the Greeks from the Egyptians. It was not so with the ithyphallic images of Hermes; the production of these came from the Pelasgians, from whom the Athenians were the first Greeks to take it, and then handed it on to others. ,For the Athenians were then already counted as Greeks when the Pelasgians came to live in the land with them and thereby began to be considered as Greeks. Whoever has been initiated into the rites of the Cabeiri, which the Samothracians learned from the Pelasgians and now practice, understands what my meaning is. ,Samothrace was formerly inhabited by those Pelasgians who came to live among the Athenians, and it is from them that the Samothracians take their rites. ,The Athenians, then, were the first Greeks to make ithyphallic images of Hermes, and they did this because the Pelasgians taught them. The Pelasgians told a certain sacred tale about this, which is set forth in the Samothracian mysteries. 2.52 Formerly, in all their sacrifices, the Pelasgians called upon gods without giving name or appellation to any (I know this, because I was told at Dodona ); for as yet they had not heard of such. They called them gods from the fact that, besides setting everything in order, they maintained all the dispositions. ,Then, after a long while, first they learned the names of the rest of the gods, which came to them from Egypt, and, much later, the name of Dionysus; and presently they asked the oracle at Dodona about the names; for this place of divination, held to be the most ancient in Hellas, was at that time the only one. ,When the Pelasgians, then, asked at Dodona whether they should adopt the names that had come from foreign parts, the oracle told them to use the names. From that time onwards they used the names of the gods in their sacrifices; and the Greeks received these later from the Pelasgians. 2.53 But whence each of the gods came to be, or whether all had always been, and how they appeared in form, they did not know until yesterday or the day before, so to speak; ,for I suppose Hesiod and Homer flourished not more than four hundred years earlier than I; and these are the ones who taught the Greeks the descent of the gods, and gave the gods their names, and determined their spheres and functions, and described their outward forms. ,But the poets who are said to have been earlier than these men were, in my opinion, later. The earlier part of all this is what the priestesses of Dodona tell; the later, that which concerns Hesiod and Homer, is what I myself say. 2.54 But about the oracles in Hellas, and that one which is in Libya, the Egyptians give the following account. The priests of Zeus of Thebes told me that two priestesses had been carried away from Thebes by Phoenicians; one, they said they had heard was taken away and sold in Libya, the other in Hellas ; these women, they said, were the first founders of places of divination in the aforesaid countries. ,When I asked them how it was that they could speak with such certain knowledge, they said in reply that their people had sought diligently for these women, and had never been able to find them, but had learned later the story which they were telling me. 2.55 That, then, I heard from the Theban priests; and what follows, the prophetesses of Dodona say: that two black doves had come flying from Thebes in Egypt, one to Libya and one to Dodona ; ,the latter settled on an oak tree, and there uttered human speech, declaring that a place of divination from Zeus must be made there; the people of Dodona understood that the message was divine, and therefore established the oracular shrine. ,The dove which came to Libya told the Libyans (they say) to make an oracle of Ammon; this also is sacred to Zeus. Such was the story told by the Dodonaean priestesses, the eldest of whom was Promeneia and the next Timarete and the youngest Nicandra; and the rest of the servants of the temple at Dodona similarly held it true. 2.56 But my own belief about it is this. If the Phoenicians did in fact carry away the sacred women and sell one in Libya and one in Hellas, then, in my opinion, the place where this woman was sold in what is now Hellas, but was formerly called Pelasgia, was Thesprotia ; ,and then, being a slave there, she established a shrine of Zeus under an oak that was growing there; for it was reasonable that, as she had been a handmaid of the temple of Zeus at Thebes , she would remember that temple in the land to which she had come. ,After this, as soon as she understood the Greek language, she taught divination; and she said that her sister had been sold in Libya by the same Phoenicians who sold her. 2.57 I expect that these women were called “doves” by the people of Dodona because they spoke a strange language, and the people thought it like the cries of birds; ,then the woman spoke what they could understand, and that is why they say that the dove uttered human speech; as long as she spoke in a foreign tongue, they thought her voice was like the voice of a bird. For how could a dove utter the speech of men? The tale that the dove was black signifies that the woman was Egyptian . ,The fashions of divination at Thebes of Egypt and at Dodona are like one another; moreover, the practice of divining from the sacrificed victim has also come from Egypt . 2.58 It would seem, too, that the Egyptians were the first people to establish solemn assemblies, and processions, and services; the Greeks learned all that from them. I consider this proved, because the Egyptian ceremonies are manifestly very ancient, and the Greek are of recent origin. 2.59 The Egyptians hold solemn assemblies not once a year, but often. The principal one of these and the most enthusiastically celebrated is that in honor of Artemis at the town of Bubastis , and the next is that in honor of Isis at Busiris. ,This town is in the middle of the Egyptian Delta, and there is in it a very great temple of Isis, who is Demeter in the Greek language. ,The third greatest festival is at Saïs in honor of Athena; the fourth is the festival of the sun at Heliopolis, the fifth of Leto at Buto, and the sixth of Ares at Papremis. 2.64 Furthermore, it was the Egyptians who first made it a matter of religious observance not to have intercourse with women in temples or to enter a temple after such intercourse without washing. Nearly all other peoples are less careful in this matter than are the Egyptians and Greeks, and consider a man to be like any other animal; ,for beasts and birds (they say) are seen to mate both in the temples and in the sacred precincts; now were this displeasing to the god, the beasts would not do so. This is the reason given by others for practices which I, for my part, dislike; 2.83 As to the art of divination among them, it belongs to no man, but to some of the gods; there are in their country oracles of Heracles, Apollo, Athena, Artemis, Ares, and Zeus, and of Leto (the most honored of all) in the town of Buto . Nevertheless, they have several ways of divination, not just one.' " 2.102 Leaving the latter aside, then, I shall speak of the king who came after them, whose name was Sesostris . ,This king, the priests said, set out with a fleet of long ships from the Arabian Gulf and subjugated all those living by the Red Sea, until he came to a sea which was too shallow for his vessels. ,After returning from there back to Egypt, he gathered a great army (according to the account of the priests) and marched over the mainland, subjugating every nation to which he came. ,When those that he met were valiant men and strove hard for freedom, he set up pillars in their land, the inscription on which showed his own name and his country's, and how he had overcome them with his own power; ,but when the cities had made no resistance and been easily taken, then he put an inscription on the pillars just as he had done where the nations were brave; but he also drew on them the private parts of a woman, wishing to show clearly that the people were cowardly. " 2.111 When Sesostris died, he was succeeded in the kingship (the priests said) by his son Pheros . This king waged no wars, and chanced to become blind, for the following reason: the Nile came down in such a flood as there had never been, rising to a height of thirty feet, and the water that flowed over the fields was roughened by a strong wind; ,then, it is said, the king was so audacious as to seize a spear and hurl it into the midst of the river eddies. Right after this, he came down with a disease of the eyes, and became blind. When he had been blind for ten years, an oracle from the city of Buto declared to him that the term of his punishment was drawing to an end, and that he would regain his sight by washing his eyes with the urine of a woman who had never had intercourse with any man but her own husband. ,Pheros tried his own wife first; and, as he remained blind, all women, one after another. When he at last recovered his sight, he took all the women whom he had tried, except the one who had made him see again, and gathered them into one town, the one which is now called “Red Clay”; having concentrated them together there, he burnt them and the town; ,but the woman by whose means he had recovered his sight, he married. Most worthy of mention among the many offerings which he dedicated in all the noteworthy temples for his deliverance from blindness are the two marvellous stone obelisks which he set up in the temple of the Sun. Each of these is made of a single block, and is over one hundred and sixty-six feet high and thirteen feet thick. ' " 2.113 When I inquired of the priests, they told me that this was the story of Helen. After carrying off Helen from Sparta, Alexandrus sailed away for his own country; violent winds caught him in the Aegean and drove him into the Egyptian sea; and from there (as the wind did not let up) he came to Egypt, to the mouth of the Nile called the Canopic mouth, and to the Salters'. ,Now there was (and still is) on the coast a temple of Heracles; if a servant of any man takes refuge there and is branded with certain sacred marks, delivering himself to the god, he may not be touched. This law continues today the same as it has always been from the first. ,Hearing of the temple law, some of Alexandrus' servants ran away from him, threw themselves on the mercy of the god, and brought an accusation against Alexandrus meaning to injure him, telling the whole story of Helen and the wrong done Menelaus. They laid this accusation before the priests and the warden of the Nile mouth, whose name was Thonis. " 2.137 After him reigned a blind man called Anysis, of the town of that name. In his reign Egypt was invaded by Sabacos king of Ethiopia and a great army of Ethiopians. ,The blind man fled to the marshes, and the Ethiopian ruled Egypt for fifty years, during which he distinguished himself for the following: ,he would never put to death any Egyptian wrongdoer but sentenced all, according to the severity of their offenses, to raise embankments in their native towns. Thus the towns came to stand yet higher than before; ,for after first being built on embankments made by the excavators of the canals in the reign of Sesostris, they were yet further raised in the reign of the Ethiopian. ,of the towns in Egypt that were raised, in my opinion, Bubastis is especially prominent, where there is also a temple of Bubastis, a building most worthy of note. Other temples are greater and more costly, but none more pleasing to the eye than this. Bubastis is, in the Greek language, Artemis. ' " 2.144 Thus they showed that all those whose statues stood there had been good men, but quite unlike gods. ,Before these men, they said, the rulers of Egypt were gods, but none had been contemporary with the human priests. of these gods one or another had in succession been supreme; the last of them to rule the country was Osiris' son Horus, whom the Greeks call Apollo; he deposed Typhon, and was the last divine king of Egypt . Osiris is, in the Greek language, Dionysus. " 2.155 I have often mentioned the Egyptian oracle, and shall give an account of this, as it deserves. This oracle is sacred to Leto, and is situated in a great city by the Sebennytic arm of the Nile, on the way up from the sea. ,Buto is the name of the city where this oracle is; I have already mentioned it. In Buto there is a temple of Apollo and Artemis. The shrine of Leto where the oracle is, is itself very great, and its outer court is sixty feet high. ,But what caused me the most wonder among the things apparent there I shall mention. In this precinct is the shrine of Leto, the height and length of whose walls is all made of a single stone slab; each wall has an equal length and height; namely, seventy feet. Another slab makes the surface of the roof, the cornice of which is seven feet broad. 2.156 Thus, then, the shrine is the most marvellous of all the things that I saw in this temple; but of things of second rank, the most wondrous is the island called Khemmis . ,This lies in a deep and wide lake near the temple at Buto, and the Egyptians say that it floats. I never saw it float, or move at all, and I thought it a marvellous tale, that an island should truly float. ,However that may be, there is a great shrine of Apollo on it, and three altars stand there; many palm trees grow on the island, and other trees too, some yielding fruit and some not. ,This is the story that the Egyptians tell to explain why the island moves: that on this island that did not move before, Leto, one of the eight gods who first came to be, who was living at Buto where this oracle of hers is, taking charge of Apollo from Isis, hid him for safety in this island which is now said to float, when Typhon came hunting through the world, keen to find the son of Osiris. ,Apollo and Artemis were (they say) children of Dionysus and Isis, and Leto was made their nurse and preserver; in Egyptian, Apollo is Horus, Demeter Isis, Artemis Bubastis. ,It was from this legend and no other that Aeschylus son of Euphorion took a notion which is in no poet before him: that Artemis was the daughter of Demeter. For this reason the island was made to float. So they say. ' " 4.181 I have now described all the nomadic Libyans who live on the coast. Farther inland than these is that Libyan country which is haunted by wild beasts, and beyond this wild beasts' haunt runs a ridge of sand that stretches from Thebes of Egypt to the Pillars of Heracles. ,At intervals of about ten days' journey along this ridge there are masses of great lumps of salt in hills; on the top of every hill, a fountain of cold sweet water shoots up from the midst of the salt; men live around it who are farthest away toward the desert and inland from the wild beasts' country. The first on the journey from Thebes, ten days distant from there, are the Ammonians, who follow the worship of the Zeus of Thebes ; for, as I have said before, the image of Zeus at Thebes has the head of a ram. ,They have another spring of water besides, which is warm at dawn, and colder at market-time, and very cold at noon; ,and it is then that they water their gardens; as the day declines, the coldness abates, until at sunset the water grows warm. It becomes ever hotter and hotter until midnight, and then it boils and bubbles; after midnight it becomes ever cooler until dawn. This spring is called the Spring of the Sun. "" None |
|