1. Hesiod, Shield, 1, 10, 100-109, 11, 110-119, 12, 120-129, 13, 130-139, 14, 140-149, 15, 150-159, 16, 160-169, 17, 170-179, 18, 180-189, 19, 190-199, 2, 20, 200-209, 21, 210-219, 22, 220-229, 23, 230-239, 24, 240-249, 25, 250-259, 26, 260-269, 27, 270-279, 28, 280-289, 29, 290-299, 3, 30, 300-309, 31, 310-317, 319, 32, 320-329, 33, 330-339, 34, 340-349, 35, 350-359, 36, 360-369, 37, 370-379, 38, 380-389, 39, 390-399, 4, 40, 400-409, 41, 410-419, 42, 420-429, 43, 430-439, 44, 440-449, 45, 450-459, 46, 460-469, 47, 470-479, 48, 480-489, 49, 490-499, 5, 50, 500-509, 51, 510-519, 52, 520-529, 53, 530-539, 54, 540-549, 55, 550-556, 56-59, 6, 60-69, 7, 70-79, 8, 80-89, 9, 90-99, 318 (8th cent. BCE - 7th cent. BCE) Tagged with subjects: •nan Found in books: Jouanna (2018) 555 |
3. Apollonius of Rhodes, Argonautica, 2.1-2.98 (3rd cent. BCE - 3rd cent. BCE) Tagged with subjects: •amphiareos saturikos, amphiaraus (sophocles) Found in books: Jouanna (2018) 555 2.1. 2.1. ἔνθα δʼ ἔσαν σταθμοί τε βοῶν αὖλίς τʼ Ἀμύκοιο, 2.2. Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη 2.3. τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα 2.4. Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν· 2.5. ὅς τʼ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν, 2.6. μήτινʼ ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο 2.7. πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν. 2.8. καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι 2.9. ναυτιλίης, οἵ τʼ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν, 2.10. τοῖον δʼ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον· 2.11. ‘Κέκλυθʼ, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἔοικεν. 2.12. οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι 2.13. ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ, 2.14. πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι. 2.15. τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου 2.16. πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι. 2.17. εἰ δʼ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας, 2.18. ἧ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετʼ ἀνάγκη.’ 2.19. ἦ ῥα μέγα φρονέων· τοὺς δʼ ἄγριος εἰσαΐοντας 2.20. εἷλε χόλος· περὶ δʼ αὖ Πολυδεύκεα τύψεν ὁμοκλη 2.21. αἶψα δʼ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε· 2.22. ‘ἴσχεο νῦν, μηδʼ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι, 2.23. φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις. 2.24. αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.’ 2.25. ὧς φάτʼ ἀπηλεγέως· ὁ δʼ ἐσέδρακεν ὄμμαθʼ ἑλίξας, 2.26. ὥστε λέων ὑπʼ ἄκοντι τετυμμένος, ὅν τʼ ἐν ὄρεσσιν 2.27. ἀνέρες ἀμφιπένονται· ὁ δʼ ἰλλόμενός περ ὁμίλῳ 2.28. τῶν μὲν ἔτʼ οὐκ ἀλέγει, ἐπὶ δʼ ὄσσεται οἰόθεν οἶον 2.29. ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδʼ ἐδάμασσεν. 2.30. ἔνθʼ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος 2.31. λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναι 2.32. ὤπασε Λημνιάδων· ὁ δʼ ἐρεμνὴν δίπτυχα λώπην 2.33. αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν 2.34. κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο. 2.35. αὐτίκα δʼ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες 2.36. ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους, 2.37. οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι. 2.38. ἀλλʼ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς 2.39. γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθεν 2.40. χωομένη Διὶ τίκτεν· ὁ δʼ οὐρανίῳ ἀτάλαντος 2.41. ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν 2.42. ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί. 2.43. τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους 2.44. ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ 2.45. καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας 2.46. πειράζων, εἴθʼ ὡς πρὶν ἐυτρόχαλοι φορέονται, 2.47. μηδʼ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν 2.48. οὐ μὰν αὖτʼ Ἄμυκος πειρήσατο· σῖγα δʼ ἄπωθεν 2.49. ἑστηὼς εἰς αὐτὸν ἔχʼ ὄμματα, καί οἱ ὀρέχθει 2.50. θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι. 2.51. τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς 2.52. θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας 2.53. ὠμούς, ἀζαλέους, περὶ δʼ οἵγʼ ἔσαν ἐσκληῶτες. 2.54. αὐτὰρ ὁ τόνγʼ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα· 2.55. ‘τῶνδέ τοι ὅν κʼ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω 2.56. αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν. 2.57. ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις, 2.58. ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι 2.59. ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.’ 2.60. ὧς ἔφατʼ· αὐτὰρ ὅγʼ οὔτι παραβλήδην ἐρίδηνεν. 2.61. ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο, 2.62. τοὺς ἕλεν ἀπροφάτως· τοῦ δʼ ἀντίος ἤλυθε Κάστωρ 2.63. ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δʼ ἱμάντας 2.64. ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν. 2.65. τῷ δʼ αὖτʼ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν 2.66. νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ. 2.67. οἱ δʼ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο, 2.68. αὐτίκʼ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας 2.69. χεῖρας, ἐπʼ ἀλλήλοισι μένος φέρον ἀντιόωντες. 2.70. ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσης 2.71. τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δʼ ὑπὸ τυτθὸν 2.72. ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει, 2.73. ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος, 2.74. ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετʼ, οὐδέ μιν εἴα 2.75. δηθύνειν. ὁ δʼ ἄρʼ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν 2.76. ἀίσσοντʼ ἀλέεινεν· ἀπηνέα δʼ αἶψα νοήσας 2.77. πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων, 2.78. στῆ ῥ̓ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν. 2.79. ὡς δʼ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις 2.80. ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες 2.81. θείνωσι σφύρῃσιν, ἐπʼ ἄλλῳ δʼ ἄλλος ἄηται 2.82. δοῦπος ἄδην· ὧς τοῖσι παρήιά τʼ ἀμφοτέρωθεν 2.83. καὶ γένυες κτύπεον· βρυχὴ δʼ ὑπετέλλετʼ ὀδόντων 2.84. ἄσπετος, οὐδʼ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες, 2.85. ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν. 2.86. στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων 2.87. ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε. 2.88. ἂψ δʼ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω 2.89. φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον. 2.90. ἔνθα δʼ ἔπειτʼ Ἄμυκος μὲν ἐπʼ ἀκροτάτοισιν ἀερθείς, 2.91. βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν 2.92. χεῖρʼ ἐπὶ οἷ πελέμιξεν· ὁ δʼ ἀίξαντος ὑπέστη, 2.93. κρᾶτα παρακλίνας, ὤμῳ δʼ ἀνεδέξατο πῆχυν 2.94. τυτθόν· ὁ δʼ ἄγχʼ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμσίβων 2.95. κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δʼ εἴσω 2.96. ῥῆξεν· ὁ δʼ ἀμφʼ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δʼ ἰάχησαν 2.97. ἥρωες Μινύαι· τοῦ δʼ ἀθρόος ἔκχυτο θυμός. 2.98. οὐδʼ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος· | |
|