1. Herodotus, Histories, 5.62, 5.71, 5.78, 5.97, 6.123, 6.125, 7.142-7.144 (5th cent. BCE - 5th cent. BCE) Tagged with subjects: • Alcmaeonidae • Alcmaeonidae of Athens • Alcmaeonids
Found in books: Gygax (2016), Benefaction and Rewards in the Ancient Greek City: The Origins of Euergetism, 76, 84, 165; Kingsley Monti and Rood (2022), The Authoritative Historian: Tradition and Innovation in Ancient Historiography, 130, 378; Leão and Lanzillotta (2019), A Man of Many Interests: Plutarch on Religion, Myth, and Magic, 42, 81; Mikalson (2003), Herodotus and Religion in the Persian Wars, 16, 17, 24, 55, 117, 161, 214; Raaflaub Ober and Wallace (2007), Origins of Democracy in Ancient Greece, 52, 76, 79, 146, 159
sup> 5.62 ἡ μὲν δὴ ὄψις τοῦ Ἱππάρχου ἐνυπνίου καὶ οἱ Γεφυραῖοι ὅθεν ἐγεγόνεσαν, τῶν ἦσαν οἱ Ἱππάρχου φονέες, ἀπήγηταί μοι· δεῖ δὲ πρὸς τούτοισι ἔτι ἀναλαβεῖν τὸν κατʼ ἀρχὰς ἤια λέξων λόγον, ὡς τυράννων ἐλευθερώθησαν Ἀθηναῖοι. Ἱππίεω τυραννεύοντος καὶ ἐμπικραινομένου Ἀθηναίοισι διὰ τὸν Ἱππάρχου θάνατον, Ἀλκμεωνίδαι γένος ἐόντες Ἀθηναῖοι καὶ φεύγοντες Πεισιστρατίδας, ἐπείτε σφι ἅμα τοῖσι ἄλλοισι Ἀθηναίων φυγάσι πειρωμένοισι κατὰ τὸ ἰσχυρὸν οὐ προεχώρεε κάτοδος, ἀλλὰ προσέπταιον μεγάλως πειρώμενοι κατιέναι τε καὶ ἐλευθεροῦν τὰς Ἀθήνας, Λειψύδριον τὸ ὑπὲρ Παιονίης τειχίσαντες, ἐνθαῦτα οἱ Ἀλκμεωνίδαι πᾶν ἐπὶ τοῖσι Πεισιστρατίδῃσι μηχανώμενοι παρʼ Ἀμφικτυόνων τὸν νηὸν μισθοῦνται τὸν ἐν Δελφοῖσι, τὸν νῦν ἐόντα τότε δὲ οὔκω, τοῦτον ἐξοικοδομῆσαι. οἷα δὲ χρημάτων εὖ ἥκοντες καὶ ἐόντες ἄνδρες δόκιμοι ἀνέκαθεν ἔτι, τόν τε νηὸν ἐξεργάσαντο τοῦ παραδείγματος κάλλιον τά τε ἄλλα καὶ συγκειμένου σφι πωρίνου λίθου ποιέειν τὸν νηόν, Παρίου τὰ ἔμπροσθε αὐτοῦ ἐξεποίησαν. 5.71 οἱ δʼ ἐναγέες Ἀθηναίων ὧδε ὠνομάσθησαν. ἦν Κύλων τῶν Ἀθηναίων ἀνὴρ Ὀλυμπιονίκης· οὗτος ἐπὶ τυραννίδι ἐκόμησε, προσποιησάμενος δὲ ἑταιρηίην τῶν ἡλικιωτέων καταλαβεῖν τὴν ἀκρόπολιν ἐπειρήθη, οὐ δυνάμενος δὲ ἐπικρατῆσαι ἱκέτης ἵζετο πρὸς τὸ ἄγαλμα. τούτους ἀνιστᾶσι μὲν οἱ πρυτάνιες τῶν ναυκράρων, οἵ περ ἔνεμον τότε τὰς Ἀθήνας, ὑπεγγύους πλὴν θανάτου· φονεῦσαι δὲ αὐτοὺς αἰτίη ἔχει Ἀλκμεωνίδας. ταῦτα πρὸ τῆς Πεισιστράτου ἡλικίης ἐγένετο. 5.78 Ἀθηναῖοι μέν νυν ηὔξηντο. δηλοῖ δὲ οὐ κατʼ ἓν μοῦνον ἀλλὰ πανταχῇ ἡ ἰσηγορίη ὡς ἔστι χρῆμα σπουδαῖον, εἰ καὶ Ἀθηναῖοι τυραννευόμενοι μὲν οὐδαμῶν τῶν σφέας περιοικεόντων ἦσαν τὰ πολέμια ἀμείνους, ἀπαλλαχθέντες δὲ τυράννων μακρῷ πρῶτοι ἐγένοντο. δηλοῖ ὦν ταῦτα ὅτι κατεχόμενοι μὲν ἐθελοκάκεον ὡς δεσπότῃ ἐργαζόμενοι, ἐλευθερωθέντων δὲ αὐτὸς ἕκαστος ἑωυτῷ προεθυμέετο κατεργάζεσθαι. 5.97 νομίζουσι δὲ ταῦτα καὶ διαβεβλημένοισι ἐς τοὺς Πέρσας, ἐν τούτῳ δὴ τῷ καιρῷ ὁ Μιλήσιος Ἀρισταγόρης, ὑπὸ Κλεομένεος τοῦ Λακεδαιμονίου ἐξελασθεὶς ἐκ τῆς Σπάρτης, ἀπίκετο ἐς Ἀθήνας· αὕτη γὰρ ἡ πόλις τῶν λοιπέων ἐδυνάστευε μέγιστον. ἐπελθὼν δὲ ἐπὶ τὸν δῆμον ὁ Ἀρισταγόρης ταὐτὰ ἔλεγε τὰ καὶ ἐν τῇ Σπάρτῃ περὶ τῶν ἀγαθῶν τῶν ἐν τῇ Ἀσίῃ καὶ τοῦ πολέμου τοῦ Περσικοῦ, ὡς οὔτε ἀσπίδα οὔτε δόρυ νομίζουσι εὐπετέες τε χειρωθῆναι εἴησαν. ταῦτά τε δὴ ἔλεγε καὶ πρὸς τοῖσι τάδε, ὡς οἱ Μιλήσιοι τῶν Ἀθηναίων εἰσὶ ἄποικοι, καὶ οἰκός σφεας εἴη ῥύεσθαι δυναμένους μέγα· καὶ οὐδὲν ὅ τι οὐκ ὑπίσχετο οἷα κάρτα δεόμενος, ἐς ὃ ἀνέπεισε σφέας. πολλοὺς γὰρ οἶκε εἶναι εὐπετέστερον διαβάλλειν ἢ ἕνα, εἰ Κλεομένεα μὲν τὸν Λακεδαιμόνιον μοῦνον οὐκ οἷός τε ἐγένετο διαβάλλειν, τρεῖς δὲ μυριάδας Ἀθηναίων ἐποίησε τοῦτο. Ἀθηναῖοι μὲν δὴ ἀναπεισθέντες ἐψηφίσαντο εἴκοσι νέας ἀποστεῖλαι βοηθοὺς Ἴωσι, στρατηγὸν ἀποδέξαντες αὐτῶν εἶναι Μελάνθιον ἄνδρα τῶν ἀστῶν ἐόντα τὰ πάντα δόκιμον· αὗται δὲ αἱ νέες ἀρχὴ κακῶν ἐγένοντο Ἕλλησί τε καὶ βαρβάροισι. 6.123 καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίως ἢ οὐδὲν ἧσσον τούτου ἦσαν μισοτύραννοι. θῶμα ὦν μοι καὶ οὐ προσίεμαι τὴν διαβολὴν τούτους γε ἀναδέξαι ἀσπίδα, οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους, ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν τυραννίδα, καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον ἤ περ Ἁρμόδιός τε καὶ Ἀριστογείτων, ὡς ἐγὼ κρίνω. οἳ μὲν γὰρ ἐξηγρίωσαν τοὺς ὑπολοίπους Πεισιστρατιδέων Ἵππαρχον ἀποκτείναντες, οὐδέ τι μᾶλλον ἔπαυσαν τοὺς λοιποὺς τυραννεύοντας· Ἀλκμεωνίδαι δὲ ἐμφανέως ἠλευθέρωσαν, εἰ δὴ οὗτοί γε ἀληθέως ἦσαν οἱ τὴν Πυθίην ἀναπείσαντες προσημαίνειν Λακεδαιμονίοισι ἐλευθεροῦν τὰς Ἀθήνας, ὥς μοι πρότερον δεδήλωται. 6.125 οἱ δὲ Ἀλκμεωνίδαι ἦσαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ ἐν τῇσι Ἀθήνῃσι, ἀπὸ δὲ Ἀλκμέωνος καὶ αὖτις Μεγακλέος ἐγένοντο καὶ κάρτα λαμπροί. τοῦτο μὲν γὰρ Ἀλκμέων ὁ Μεγακλέος τοῖσι ἐκ Σαρδίων Λυδοῖσι παρὰ Κροίσου ἀπικνεομένοισι ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι συμπρήκτωρ τε ἐγίνετο καὶ συνελάμβανε προθύμως, καί μιν Κροῖσος πυθόμενος τῶν Λυδῶν τῶν ἐς τὰ χρηστήρια φοιτεόντων ἑωυτὸν εὖ ποιέειν μεταπέμπεται ἐς Σάρδις, ἀπικόμενον δὲ δωρέεται χρυσῷ τὸν ἂν δύνηται τῷ ἑωυτοῦ σώματι ἐξενείκασθαι ἐσάπαξ. ὁ δὲ Ἀλκμέων πρὸς τὴν δωρεὴν ἐοῦσαν τοιαύτην τοιάδε ἐπιτηδεύσας προσέφερε· ἐνδὺς κιθῶνα μέγαν καὶ κόλπον βαθὺν καταλιπόμενος τοῦ κιθῶνος, κοθόρνους τε τοὺς εὕρισκε εὐρυτάτους ἐόντας ὑποδησάμενος, ἤιε ἐς τὸν θησαυρὸν ἐς τόν οἱ κατηγέοντο. ἐσπεσὼν δὲ ἐς σωρὸν ψήγματος πρῶτα μὲν παρέσαξε παρὰ τὰς κνήμας τοῦ χρυσοῦ ὅσον ἐχώρεον οἱ κόθορνοι, μετὰ δὲ τὸν κόλπον πάντα πλησάμενος τοῦ χρυσοῦ καὶ ἐς τὰς τρίχας τῆς κεφαλῆς διαπάσας τοῦ ψήγματος καὶ ἄλλο λαβὼν ἐς τὸ στόμα, ἐξήιε ἐκ τοῦ θησαυροῦ ἕλκων μὲν μόγις τοὺς κοθόρνους, παντὶ δὲ τεῷ οἰκὼς μᾶλλον ἢ ἀνθρώπῳ· τοῦ τό τε στόμα ἐβέβυστο καὶ πάντα ἐξώγκωτο. ἰδόντα δὲ τὸν Κροῖσον γέλως ἐσῆλθε, καί οἱ πάντα τε ἐκεῖνα διδοῖ καὶ πρὸς ἕτερα δωρέεται οὐκ ἐλάσσω ἐκείνων. οὕτω μὲν ἐπλούτησε ἡ οἰκίη αὕτη μεγάλως, καὶ ὁ Ἀλκμέων οὗτος οὕτω τεθριπποτροφήσας Ὀλυμπιάδα ἀναιρέεται. 7.142 ταῦτα σφι ἠπιώτερα γὰρ τῶν προτέρων καὶ ἦν καὶ ἐδόκεε εἶναι, συγγραψάμενοι ἀπαλλάσσοντο ἐς τὰς Ἀθήνας. ὡς δὲ ἀπελθόντες οἱ θεοπρόποι ἀπήγγελλον ἐς τὸν δῆμον, γνῶμαι καὶ ἄλλαι πολλαὶ γίνονται διζημένων τὸ μαντήιον καὶ αἵδε συνεστηκυῖαι μάλιστα. τῶν πρεσβυτέρων ἔλεγον μετεξέτεροι δοκέειν σφίσι τὸν θεὸν τὴν ἀκρόπολιν χρῆσαι περιέσεσθαι. ἡ γὰρ ἀκρόπολις τὸ πάλαι τῶν Ἀθηναίων ῥηχῷ ἐπέφρακτο. οἳ μὲν δὴ κατὰ τὸν φραγμὸν συνεβάλλοντο τοῦτο τὸ ξύλινον τεῖχος εἶναι, οἳ δʼ αὖ ἔλεγον τὰς νέας σημαίνειν τὸν θεόν, καὶ ταύτας παραρτέεσθαι ἐκέλευον τὰ ἄλλα ἀπέντας. τοὺς ὦν δὴ τὰς νέας λέγοντας εἶναι τὸ ξύλινον τεῖχος ἔσφαλλε τὰ δύο τὰ τελευταῖα ῥηθέντα ὑπὸ τῆς Πυθίης, ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. κατὰ ταῦτα τὰ ἔπεα συνεχέοντο αἱ γνῶμαι τῶν φαμένων τὰς νέας τὸ ξύλινον τεῖχος εἶναι· οἱ γὰρ χρησμολόγοι ταύτῃ ταῦτα ἐλάμβανον, ὡς ἀμφὶ Σαλαμῖνα δεῖ σφεας ἑσσωθῆναι ναυμαχίην παρασκευασαμένους. 7.143 ἦν δὲ τῶν τις Ἀθηναίων ἀνὴρ ἐς πρώτους νεωστὶ παριών, τῷ οὔνομα μὲν ἦν Θεμιστοκλέης, παῖς δὲ Νεοκλέος ἐκαλέετο. οὗτος ὡνὴρ οὐκ ἔφη πᾶν ὀρθῶς τοὺς χρησμολόγους συμβάλλεσθαι, λέγων τοιάδε· εἰ ἐς Ἀθηναίους εἶχε τὸ ἔπος εἰρημένον ἐόντως, οὐκ ἂν οὕτω μιν δοκέειν ἠπίως χρησθῆναι, ἀλλὰ ὧδε “ὦ σχετλίη Σαλαμίσ” ἀντὶ τοῦ “ὦ θείη Σαλαμίς,” εἴ πέρ γε ἔμελλον οἱ οἰκήτορες ἀμφʼ αὐτῇ τελευτήσειν· ἀλλὰ γὰρ ἐς τοὺς πολεμίους τῷ θεῷ εἰρῆσθαι τὸ χρηστήριον συλλαμβάνοντι κατὰ τὸ ὀρθόν, ἀλλʼ οὐκ ἐς Ἀθηναίους· παρασκευάζεσθαι ὦν αὐτοὺς ὡς ναυμαχήσοντας συνεβούλευε, ὡς τούτου ἐόντος τοῦ ξυλίνου τείχεος. ταύτῃ Θεμιστοκλέος ἀποφαινομένου Ἀθηναῖοι ταῦτα σφίσι ἔγνωσαν αἱρετώτερα εἶναι μᾶλλον ἢ τὰ τῶν χρησμολόγων, οἳ οὐκ ἔων ναυμαχίην ἀρτέεσθαι, τὸ δὲ σύμπαν εἰπεῖν οὐδὲ χεῖρας ἀνταείρεσθαι, ἀλλὰ ἐκλιπόντας χώρην τὴν Ἀττικὴν ἄλλην τινὰ οἰκίζειν. 7.144 ἑτέρη τε Θεμιστοκλέι γνώμη ἔμπροσθε ταύτης ἐς καιρὸν ἠρίστευσε, ὅτε Ἀθηναίοισι γενομένων χρημάτων μεγάλων ἐν τῷ κοινῷ, τὰ ἐκ τῶν μετάλλων σφι προσῆλθε τῶν ἀπὸ Λαυρείου, ἔμελλον λάξεσθαι ὀρχηδὸν ἕκαστος δέκα δραχμάς· τότε Θεμιστοκλέης ἀνέγνωσε Ἀθηναίους τῆς διαιρέσιος ταύτης παυσαμένους νέας τούτων τῶν χρημάτων ποιήσασθαι διηκοσίας ἐς τὸν πόλεμον, τὸν πρὸς Αἰγινήτας λέγων. οὗτος γὰρ ὁ πόλεμος συστὰς ἔσωσε ἐς τὸ τότε τὴν Ἑλλάδα, ἀναγκάσας θαλασσίους γενέσθαι Ἀθηναίους. αἳ δὲ ἐς τὸ μὲν ἐποιήθησαν οὐκ ἐχρήσθησαν, ἐς δέον δὲ οὕτω τῇ Ἑλλάδι ἐγένοντο. αὗταί τε δὴ αἱ νέες τοῖσι Ἀθηναίοισι προποιηθεῖσαι ὑπῆρχον, ἑτέρας τε ἔδεε προσναυπηγέεσθαι. ἔδοξέ τέ σφι μετὰ τὸ χρηστήριον βουλευομένοισι ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα τὸν βάρβαρον δέκεσθαι τῇσι νηυσὶ πανδημεί, τῷ θεῷ πειθομένους, ἅμα Ἑλλήνων τοῖσι βουλομένοισι.'' None | sup> 5.62 I have told both of the vision of Hipparchus' dream and of the first origin of the Gephyreans, to whom the slayers of Hipparchus belonged. Now I must go further and return to the story which I began to tell, namely how the Athenians were freed from their tyrants. ,Hippias, their tyrant, was growing ever more bitter in enmity against the Athenians because of Hipparchus' death, and the Alcmeonidae, a family of Athenian stock banished by the sons of Pisistratus, attempted with the rest of the exiled Athenians to make their way back by force and free Athens. They were not successful in their return and suffered instead a great reverse. After fortifying Lipsydrium north of Paeonia, they, in their desire to use all devices against the sons of Pisistratus, hired themselves to the Amphictyons for the building of the temple at Delphi which exists now but was not there yet then. ,Since they were wealthy and like their fathers men of reputation, they made the temple more beautiful than the model showed. In particular, whereas they had agreed to build the temple of tufa, they made its front of Parian marble. " " 5.71 How the Accursed at Athens had received their name, I will now relate. There was an Athenian named Cylon, who had been a winner at Olympia. This man put on the air of one who aimed at tyranny, and gathering a company of men of like age, he attempted to seize the citadel. When he could not win it, he took sanctuary by the goddess' statue. ,He and his men were then removed from their position by the presidents of the naval boards, the rulers of Athens at that time. Although they were subject to any penalty save death, they were slain, and their death was attributed to the Alcmaeonidae. All this took place before the time of Pisistratus." 5.78 So the Athenians grew in power and proved, not in one respect only but in all, that equality is a good thing. Evidence for this is the fact that while they were under tyrannical rulers, the Athenians were no better in war than any of their neighbors, yet once they got rid of their tyrants, they were by far the best of all. This, then, shows that while they were oppressed, they were, as men working for a master, cowardly, but when they were freed, each one was eager to achieve for himself. 5.97 It was when the Athenians had made their decision and were already on bad terms with Persia, that Aristagoras the Milesian, driven from Sparta by Cleomenes the Lacedaemonian, came to Athens, since that city was more powerful than any of the rest. Coming before the people, Aristagoras spoke to the same effect as at Sparta, of the good things of Asia, and how the Persians carried neither shield nor spear in war and could easily be overcome. ,This he said adding that the Milesians were settlers from Athens, whom it was only right to save seeing that they themselves were a very powerful people. There was nothing which he did not promise in the earnestness of his entreaty, till at last he prevailed upon them. It seems, then, that it is easier to deceive many than one, for he could not deceive Cleomenes of Lacedaemon, one single man, but thirty thousand Athenians he could. ,The Athenians, now persuaded, voted to send twenty ships to aid the Ionians, appointing for their admiral Melanthius, a citizen of Athens who had an unblemished reputation. These ships were the beginning of troubles for both Greeks and foreigners. 6.123 The Alcmeonidae were tyrant-haters as much as Callias, or not less so. Therefore I find it a strange and unbelievable accusation that they of all men should have held up a shield; at all times they shunned tyrants, and it was by their contrivance that the sons of Pisistratus were deposed from their tyranny. ,Thus in my judgment it was they who freed Athens much more than did Harmodius and Aristogeiton. These only enraged the remaining sons of Pisistratus by killing Hipparchus, and did nothing to end the tyranny of the rest of them; but the Alcmeonidae plainly liberated their country, if they truly were the ones who persuaded the Pythian priestess to signify to the Lacedaemonians that they should free Athens, as I have previously shown. ' " 6.125 The Alcmeonidae had been men of renown at Athens even in the old days, and from the time of Alcmeon and then Megacles their renown increased. ,When the Lydians from Sardis came from Croesus to the Delphic oracle, Alcmeon son of Megacles worked with them and zealously aided them; when Croesus heard from the Lydians who visited the oracle of Alcmeon's benefits to him, he summoned Alcmeon to Sardis, and there made him a gift of as much gold as he could carry away at one time on his person. ,Considering the nature of the gift, Alcmeon planned and employed this device: he donned a wide tunic, leaving a deep fold in it, and put on the most spacious boots that he could find, then went into the treasury to which they led him. ,Falling upon a heap of gold-dust, first he packed next to his legs as much gold as his boots would contain; then he filled all the fold of his tunic with gold and strewed the dust among the hair of his head, and took more of it into his mouth; when he came out of the treasury, hardly dragging the weight of his boots, he was like anything rather than a human being, with his mouth crammed full and all his body swollen. ,Croesus burst out laughing at the sight and gave him all the gold he already had and that much more again. Thus the family grew very rich; Alcmeon came to keep four-horse chariots and won with them at Olympia. " 7.142 This answer seemed to be and really was more merciful than the first, and the envoys, writing it down, departed for Athens. When the messengers had left Delphi and laid the oracle before the people, there was much inquiry concerning its meaning, and among the many opinions which were uttered, two contrary ones were especially worthy of note. Some of the elder men said that the gods answer signified that the acropolis should be saved, for in old time the acropolis of Athens had been fenced by a thorn hedge, ,which, by their interpretation, was the wooden wall. But others supposed that the god was referring to their ships, and they were for doing nothing but equipping these. Those who believed their ships to be the wooden wall were disabled by the two last verses of the oracle: 7.143 Now there was a certain Athenian, by name and title Themistocles son of Neocles, who had lately risen to be among their chief men. He claimed that the readers of oracles had incorrectly interpreted the whole of the oracle and reasoned that if the verse really pertained to the Athenians, it would have been formulated in less mild language, calling Salamis “cruel” rather than “divine ” seeing that its inhabitants were to perish. ,Correctly understood, the gods' oracle was spoken not of the Athenians but of their enemies, and his advice was that they should believe their ships to be the wooden wall and so make ready to fight by sea. ,When Themistocles put forward this interpretation, the Athenians judged him to be a better counsellor than the readers of oracles, who would have had them prepare for no sea fight, and, in short, offer no resistance at all, but leave Attica and settle in some other country. " "7.144 The advice of Themistocles had prevailed on a previous occasion. The revenues from the mines at Laurium had brought great wealth into the Athenians' treasury, and when each man was to receive ten drachmae for his share, Themistocles persuaded the Athenians to make no such division but to use the money to build two hundred ships for the war, that is, for the war with Aegina. ,This was in fact the war the outbreak of which saved Hellas by compelling the Athenians to become seamen. The ships were not used for the purpose for which they were built, but later came to serve Hellas in her need. These ships, then, had been made and were already there for the Athenians' service, and now they had to build yet others. ,In their debate after the giving of the oracle they accordingly resolved that they would put their trust in the god and meet the foreign invader of Hellas with the whole power of their fleet, ships and men, and with all other Greeks who were so minded. "" None |
|