Home About Network of subjects Linked subjects heatmap Book indices included Search by subject Search by reference Browse subjects Browse texts

Tiresias: The Ancient Mediterranean Religions Source Database

   Search:  
validated results only / all results

and or

Filtering options: (leave empty for all results)
By author:     
By work:        
By subject:
By additional keyword:       



Results for
Please note: the results are produced through a computerized process which may frequently lead to errors, both in incorrect tagging and in other issues. Please use with caution.
Due to load times, full text fetching is currently attempted for validated results only.
Full texts for Hebrew Bible and rabbinic texts is kindly supplied by Sefaria; for Greek and Latin texts, by Perseus Scaife, for the Quran, by Tanzil.net

For a list of book indices included, see here.





3 results for "acts"
1. New Testament, Acts, 10.36, 14.8-14.18, 16.16-16.18, 16.20-16.21, 16.27-16.28, 17.6-17.7, 17.16-17.34, 19.23-19.41, 20.29-20.35, 28.1-28.10 (1st cent. CE - 2nd cent. CE)  Tagged with subjects: •acts and the roman empire Found in books: Matthews (2010), Perfect Martyr: The Stoning of Stephen and the Construction of Christian Identity, 39, 40, 41, 42, 43
10.36. τὸν λόγον ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστιν πάντων κύριος. 14.8. Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν. 14.9. οὗτος ἤκουεν τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι εἶπεν μεγάλῃ φωνῇ 14.10. Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός· καὶ ἥλατο καὶ περιεπάτει. 14.11. οἵ τε ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς, 14.12. ἐκάλουν τε τὸν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 14.13. ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14.14. ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ἑαυτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες 14.15. καὶ λέγοντες Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμ ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 14.16. ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 14.17. καίτοι οὐκ ἀμάρτυρον αὑτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν. 14.18. καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς. 16.16. Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις 16.17. αὐτῆς μαντευομένη· αὕτη κατακολουθοῦσα [τῷ] Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας. 16.18. τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. 16.20. καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, 16.21. καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. 16.27. ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 16.28. ἐφώνησεν δὲ Παῦλος μεγάλῃ φωνῇ λέγων. Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 17.6. μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν, 17.7. οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν. 17.16. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. 17.17. διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 17.18. τινὲς δὲ καὶ τῶν Ἐπικουρίων καὶ Στωικῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· 17.19. ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. ἐπιλαβόμενοι δὲ αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη [ἡ] ὑπὸ σοῦ λαλουμένη διδαχή; 17.20. ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν·βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι. 17.21. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον. 17.22. σταθεὶς δὲ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· 17.23. διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ΑΓΝΩΣΤΩ ΘΕΩ. ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν. 17.24. ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντατὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ 17.25. οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸςδιδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· 17.26. ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ανθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 17.27. ζητεῖν τὸν θεὸν εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 17.28. ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν q type="spoken" 17.29. γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνής καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 17.30. τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ἀπαγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν, 17.31. καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. 17.32. ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου περὶ τούτου καὶ πάλιν. 17.33. οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν· 17.34. τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος [ὁ] Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς. pb n="289" / 19.23. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. 19.24. Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς [ἀργυροῦς] Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, 19.25. οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστίν, 19.26. καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. 19.27. οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη [ἡ] Ἀσία καὶ [ἡ] οἰκουμένη σέβεται. 19.28. ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. 19.29. καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γαῖον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. 19.30. Παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· 19.31. τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. 19.32. ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συνκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. 19.33. ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. 19.34. ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ὡσεὶ ἐπὶ ὥρας δύο κραζόντων Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων . 19.35. καταστείλας δὲ τὸν ὄχλον ὁ γραμματεύς φησιν Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἀνθρώπων ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; 19.36. ἀναντιρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. 19.37. ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ἡμῶν. 19.38. εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. 19.39. εἰ δέ τι περαιτέρω ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. 19.40. καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος, περὶ οὗ οὐ δυνησόμεθα ἀποδοῦναι λόγον περὶ τῆς συστροφῆς ταύτης. 19.41. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν. 20.29. ἐγὼ οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, 20.30. καὶ ἐξ ὑμῶν [αὐτῶν] ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω ἑαυτῶν· 20.31. διὸ γρηγορεῖτε, μνημονεύοντες pb n="296"/ ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 20.32. καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς τῷ κυρίῳ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ οἰκοδομῆσαι καὶ δοῦναι τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 20.33. ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 20.34. αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 20.35. πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν. 28.1. Καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελιτήνη ἡ νῆσος καλεῖται. 28.2. οἵ τε βάρβαροι παρεῖχαν οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψύχος. 28.3. συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ. 28.4. ὡς δὲ εἶδαν οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασεν. 28.5. ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν· 28.6. οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον pb n="313"/ αὐτὸν εἶναι θεόν. 28.7. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ἡμέρας τρεῖς φιλοφρόνως ἐξένισεν. 28.8. ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. 28.9. τούτου δὲ γενομένου [καὶ] οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο, 28.10. οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας. 10.36. The word which he sent to the children of Israel, preaching good news of peace by Jesus Christ -- he is Lord of all -- 14.8. At Lystra a certain man sat, impotent in his feet, a cripple from his mother's womb, who never had walked. 14.9. He was listening to Paul speaking, who, fastening eyes on him, and seeing that he had faith to be made whole, 14.10. said with a loud voice, "Stand upright on your feet!" He leaped up and walked. 14.11. When the multitude saw what Paul had done, they lifted up their voice, saying in the language of Lycaonia, "The gods have come down to us in the likeness of men!" 14.12. They called Barnabas "Jupiter," and Paul "Mercury," because he was the chief speaker. 14.13. The priest of Jupiter, whose temple was in front of their city, brought oxen and garlands to the gates, and would have made a sacrifice with the multitudes. 14.14. But when the apostles, Barnabas and Paul, heard of it, they tore their clothes, and sprang into the multitude, crying out, 14.15. "Men, why are you doing these things? We also are men of like passions with you, and bring you good news, that you should turn from these vain things to the living God, who made the sky and the earth and the sea, and all that is in them; 14.16. who in the generations gone by allowed all the nations to walk in their own ways. 14.17. Yet he didn't leave himself without witness, in that he did good and gave you rains from the sky and fruitful seasons, filling our hearts with food and gladness." 14.18. Even saying these things, they hardly stopped the multitudes from making a sacrifice to them. 16.16. It happened, as we were going to prayer, that a certain girl having a spirit of divination met us, who brought her masters much gain by fortune telling. 16.17. The same, following after Paul and us, cried out, "These men are servants of the Most High God, who proclaim to us the way of salvation!" 16.18. This she did for many days. But Paul, becoming greatly annoyed, turned and said to the spirit, "I charge you in the name of Jesus Christ to come out of her!" It came out that very hour. 16.20. When they had brought them to the magistrates, they said, "These men, being Jews, are agitating our city, 16.21. and set forth customs which it is not lawful for us to accept or to observe, being Romans." 16.27. The jailer, being roused out of sleep and seeing the prison doors open, drew his sword and was about to kill himself, supposing that the prisoners had escaped. 16.28. But Paul cried with a loud voice, saying, "Don't harm yourself, for we are all here!" 17.6. When they didn't find them, they dragged Jason and certain brothers before the rulers of the city, crying, "These who have turned the world upside down have come here also, 17.7. whom Jason has received. These all act contrary to the decrees of Caesar, saying that there is another king, Jesus!" 17.16. Now while Paul waited for them at Athens, his spirit was provoked within him as he saw the city full of idols. 17.17. So he reasoned in the synagogue with Jews and the devout persons, and in the marketplace every day with those who met him. 17.18. Some of the Epicurean and Stoic philosophers also encountered him. Some said, "What does this babbler want to say?"Others said, "He seems to be advocating foreign demons," because he preached Jesus and the resurrection. 17.19. They took hold of him, and brought him to the Areopagus, saying, "May we know what this new teaching is, which is spoken by you? 17.20. For you bring certain strange things to our ears. We want to know therefore what these things mean." 17.21. Now all the Athenians and the strangers living there spent their time in nothing else, but either to tell or to hear some new thing. 17.22. Paul stood in the midst of the Areopagus, and said, "You men of Athens, I perceive that you are very religious in all things. 17.23. For as I passed along, and observed the objects of your worship, I found also an altar with this inscription: 'TO AN UNKNOWN GOD.' What therefore you worship in ignorance, this I announce to you. 17.24. The God who made the world and all things in it, he, being Lord of heaven and earth, dwells not in temples made with hands, 17.25. neither is he served by men's hands, as though he needed anything, seeing he himself gives to all life and breath, and all things. 17.26. He made from one blood every nation of men to dwell on all the surface of the earth, having determined appointed seasons, and the bounds of their habitation, 17.27. that they should seek the Lord, if perhaps they might reach out for him and find him, though he is not far from each one of us. 17.28. 'For in him we live, and move, and have our being.' As some of your own poets have said, 'For we are also his offspring.' 17.29. Being then the offspring of God, we ought not to think that the Divine Nature is like gold, or silver, or stone, engraved by art and device of man. 17.30. The times of ignorance therefore God overlooked. But now he commands that all men everywhere should repent, 17.31. because he has appointed a day in which he will judge the world in righteousness by the man whom he has ordained; whereof he has given assurance to all men, in that he has raised him from the dead." 17.32. Now when they heard of the resurrection of the dead, some mocked; but others said, "We want to hear you yet again concerning this." 17.33. Thus Paul went out from among them. 17.34. But certain men joined with him, and believed, among whom also was Dionysius the Areopagite, and a woman named Damaris, and others with them. 19.23. About that time there arose no small stir concerning the Way. 19.24. For a certain man named Demetrius, a silversmith, who made silver shrines of Artemis, brought no little business to the craftsmen, 19.25. whom he gathered together, with the workmen of like occupation, and said, "Sirs, you know that by this business we have our wealth. 19.26. You see and hear, that not at Ephesus alone, but almost throughout all Asia, this Paul has persuaded and turned away many people, saying that they are no gods, that are made with hands. 19.27. Not only is there danger that this our trade come into disrepute, but also that the temple of the great goddess Artemis will be counted as nothing, and her majesty destroyed, whom all Asia and the world worships." 19.28. When they heard this they were filled with anger, and cried out, saying, "Great is Artemis of the Ephesians!" 19.29. The whole city was filled with confusion, and they rushed with one accord into the theater, having seized Gaius and Aristarchus, men of Macedonia, Paul's companions in travel. 19.30. When Paul wanted to enter in to the people, the disciples didn't allow him. 19.31. Certain also of the Asiarchs, being his friends, sent to him and begged him not to venture into the theater. 19.32. Some therefore cried one thing, and some another, for the assembly was in confusion. Most of them didn't know why they had come together. 19.33. They brought Alexander out of the multitude, the Jews putting him forward. Alexander beckoned with his hand, and would have made a defense to the people. 19.34. But when they perceived that he was a Jew, all with one voice for a time of about two hours cried out, "Great is Artemis of the Ephesians!" 19.35. When the town clerk had quieted the multitude, he said, "You men of Ephesus, what man is there who doesn't know that the city of the Ephesians is temple-keeper of the great goddess Artemis, and of the image which fell down from Zeus? 19.36. Seeing then that these things can't be denied, you ought to be quiet, and to do nothing rash. 19.37. For you have brought these men here, who are neither robbers of temples nor blasphemers of your goddess. 19.38. If therefore Demetrius and the craftsmen who are with him have a matter against anyone, the courts are open, and there are proconsuls. Let them press charges against one another. 19.39. But if you seek anything about other matters, it will be settled in the regular assembly. 19.40. For indeed we are in danger of being accused concerning this day's riot, there being no cause. Concerning it, we wouldn't be able to give an account of this commotion." 19.41. When he had thus spoken, he dismissed the assembly. 20.29. For I know that after my departure, vicious wolves will enter in among you, not sparing the flock. 20.30. Men will arise from among your own selves, speaking perverse things, to draw away the disciples after them. 20.31. Therefore watch, remembering that for a period of three years I didn't cease to admonish everyone night and day with tears. 20.32. Now, brothers, I entrust you to God, and to the word of his grace, which is able to build up, and to give you the inheritance among all those who are sanctified. 20.33. I coveted no one's silver, or gold, or clothing. 20.34. You yourselves know that these hands ministered to my necessities, and to those who were with me. 20.35. In all things I gave you an example, that so laboring you ought to help the weak, and to remember the words of the Lord Jesus, that he himself said, 'It is more blessed to give than to receive.'" 28.1. When we had escaped, then we knew that the island was called Malta. 28.2. The natives shown us no common kindness; for they kindled a fire, and received us all, because of the present rain, and because of the cold. 28.3. But when Paul had gathered a bundle of sticks and laid them on the fire, a viper came out because of the heat, and fastened on his hand. 28.4. When the natives saw the creature hanging from his hand, they said one to another, "No doubt this man is a murderer, whom, though he has escaped from the sea, yet Justice has not allowed to live." 28.5. However he shook off the creature into the fire, and wasn't harmed. 28.6. But they expected that he would have swollen, or fallen down dead suddenly, but when they were long in expectation and saw nothing bad happen to him, they changed their minds, and said that he was a god. 28.7. Now in the neighborhood of that place were lands belonging to the chief man of the island, named Publius, who received us, and courteously entertained us three days. 28.8. It was so, that the father of Publius lay sick of fever and dysentery. Paul entered in to him, prayed, and laying his hands on him, healed him. 28.9. Then when this was done, the rest also that had diseases in the island came, and were cured. 28.10. They also honored us with many honors, and when we sailed, they put on board the things that we needed.
2. New Testament, Galatians, 3.28 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •acts and the roman empire Found in books: Matthews (2010), Perfect Martyr: The Stoning of Stephen and the Construction of Christian Identity, 40
3.28. οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ. 3.28. There is neither Jewnor Greek, there is neither slave nor free man, there is neither malenor female; for you are all one in Christ Jesus.
3. New Testament, Luke, 1.5-2.52, 4.18, 4.19, 12.35, 12.36, 12.37, 12.38, 12.45, 12.46, 12.47, 12.48 (1st cent. CE - 1st cent. CE)  Tagged with subjects: •nan Found in books: Matthews (2010), Perfect Martyr: The Stoning of Stephen and the Construction of Christian Identity, 42
12.45. ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 12.45. But if that servant says in his heart, 'My lord delays his coming,' and begins to beat the menservants and the maidservants, and to eat and drink, and to be drunken,